IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.5

Περὶ ἀγορασίας καὶ πράσεως ἐπὶ ὅρῳ γενομένης, ὡς ἵνα εἰ μὴ ἐντὸς τῆς ὡρισμένης προθεσμίας καταβληθῇ τὸ τίμημα, ἀναλύηται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ΄ τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὸ εἰπεῖν· ἐὰν εἴσω τῆσδε τῆς προθεσμίας μὴ καταβάλῃς τὸ τίμημα ἀναγόραστός ἐστιν ὁ ἀγρὸς, ὑπὲρ τοῦ πράτου ἐστὶ, καὶ δύναται αὐτῷ μὴ χρήσασθαι μήτε τὴν πρᾶσιν ἀναλύειν· οὐ γὰρ ἄκων κέχρηται τῷ προτεθέντι ὅρῳ. ἐν δὲ τῷ μεταξὺ τῷ ἀγοραστῇ κινδυνεύεται τὸ πραθέν.