JGR V 1.46
Περὶ ἀνθρώπων ἐλευθέρων τε καὶ. δούλων καὶ εὐγενῶν καὶ ἀπελευθέρων, καὶ περὶ καταστάσεως καὶ ποιότητος καὶ διαιρέσεως αὐτῶν, καὶ ἐναλλαγῆς τῆς τούτων καταστάσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. με ' ' τί. α΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐλευθερία ἐστὶ φυσικὴ εὐχέρεια τοῦ ποιεῖν ὅπερ τὶς βούλεται, εἰ μὴ βίᾳ ἢ νόμῳ κωλύεται. δουλεία δέ ἐστι διατύπωσις τοῦ ἐθνικοῦ νόμου, καθ᾽ ἣν τις παρὰ τὴν φύσιν ἀλλοτρίᾳ δεσποτείᾳ καθυποβάλλεται.
2
pr.Απελεύθεροι δέ εἰσιν οἱ ἐξ ἐννόμου δουλείας ἐλευθερούμενοι.
3
pr.Ἐν δὲ τῷ ις΄ κεφ. Ὁ μὲν ἐξ ἐννόμου γάμου τικτόμενος ἕπεται τῷ πατρὶ, ὁ δὲ πορνογέννητος τῇ μητρί.
4
pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ ζ ' κεφ. φησίν· Ἡ περὶ ὕβρεως ἀγωγὴ καὶ αἱ ἐξ ἁμαρτήματος ἐνοχαὶ τῇ κεφαλῇ ἕπονται.
5
pr.Ἐν δὲ τῷ ί κεφ. Τρεῖς εἰσι καταστάσεως ἐναλλαγαί· μεγάλη, μέση, ἐλαχίστη. τρία γάρ ἐστιν, ἅπερ ἔχομεν· ἐλευθερίαν, πολιτείαν, συγγένειαν. ἡ τοίνυν μεγάλη τὰ τρία φθείρει· ἡ δὲ μέση τὴν πολιτείαν, οὐ μὴν τὴν ἐλευθερίαν· ἡ δὲ ἐλαχίστη μόνην τὴν συγγένειαν ἐναλλάττει.
6
pr.Ἀνάγν. καὶ βι. ις ' τί. ή ' δ κεφ. λγ ', ἐν ᾧ φησιν· Ἡ τῆς πρώτης καταστάσεως ἐλάττωσις τριττή ἐστι· μεγίστη, μέση, ἐλαχίστη. καὶ μεγίστη μέν ἐστιν, οἷον ἡνίκα τὶς ἁμαρτήσας καταδικασθῇ θανάτῳ· μέση δέ ἐστιν, ὅταν τὶς δι᾽ ἁμάρτημα εἰς νῆσον περιορισθῇ· ἐλαχίστη δέ ἐστιν, ὅταν τὶς αὐτεξούσιος ὢν δῷ ἑαυτὸν εἰς θέσιν, ἢ ὑπεξούσιος ὢν γέγονεν αὐτεξούσιος. ἰδοὺ τοίνυν καὶ ἐνταῦθα τῆς πρώτης καταστάσεως ἐναλλαγὴ γέγονεν.
7
pr.Ἀνάγν. καὶ βι. μη΄ τί. ια, ἐν ᾧ φησιν· Ὅτι οὐδενὶ ἔξεστι περὶ τύχης ζητεῖν τοῦ πρὸ ε΄ ἐτῶν τελευτήσαντος, ἢ τοῦ ἐντὸς ε΄ ἐτῶν, εἰ τῷ τελευτήσαντι πρὸ ε΄ πρόκριμα γίνεται. Εἰ δὲ εὐγενής τις κριθῇ, κἂν εὐθὺς ἀποθάνῃ κἂν ἀρξάμενος· τῆς ἀναψηλαφήσεως, σβέννυται ἡ ζήτησις. Ἡ δὲ τοιαύτη δίδοται παραγραφὴ, ὅταν περὶ τῆς χείρονος τύχης ἐστὶν ἡ ζήτησις.
8
pr.Ἀνάγν. καὶ τί. ιβ΄· ὁμοίως γάρ φησιν καὶ αὐτὸς περὶ τῆς πενταετίας.