JGR V 1.47
Περὶ ἀννόνων διδομένων τῇ τε κωνσταντινουπόλει καὶ τοῖς σχολαρίοις.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νδ΄ τί. κέ κεφ. α΄, ἐν ᾧ φησι· Μηδενὶ παντελῶς ἀντὶ τῶν ἀννόνων μηδὲ τῷ θείῳ οἴκῳ σῖτος παρεχέσθω, ἀλλὰ τοῖς μαγκιπείοις διδόσθω ἐπὶ τῷ τοὺς οἴκου ἄρτους ὠπτημένους λαμβάνειν. ἐπείτοιγε συμβήσεται ἕκαστον ἀγοράζειν ἄρτους, ἐξ ὧν ὤφειλον πωλεῖν.
2
pr.[Ἐν δὲ τῷ β΄ κεφ.] Καὶ ὅτι ἡ ποσότης τοῦ χρυσοῦ ἡ ἀφωρισμένη εἰς πρόχρειαν συνωνῆς μηδέποτε μειούσθω, μηδὲ εἰς ἑτέρας χρείας ἀναλισκέσθω. ἐπὶ ὑπομνημάτων δὲ γινέσθω, τί δίδοται τοῖς ἀρτοκόποις, καὶ τί παρ᾿ αὐτῶν ἀντιδίδοται. ὁ δὲ παρὰ ταῦτα ποιῶν τὸ διπλοῦν κατατίθησιν.