JGR V 1.48
Περὶ ἀνταλλαγῆς, καὶ τί διαφέρει ἀνταλλαγὴ πράσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. καὶ βι. κ΄ τί. γ΄, οὗτινος ἐν τῷ γ ' κεφ. φησίν· Ἐάν τις πρᾶγμα λαβὼν ἕτερον πρᾶγμα ἀντ᾽ αὐτοῦ παράσχῃ, τυχὸν λαβὼν ἐσθῆτα δέδωκεν οἰκέτην, οὐ πάντως ἀνταλλαγή ἐστιν. ἀλλὰ δεῖ ἡμᾶς ζητεῖν κἀκεῖνο, ἆρα μήτι ὁ τὴν ἐσθῆτα ἔχων πωλῆσαι αὐτὴν ἐβούλετο, καὶ ὁ τὸν οἰκέτην ἔχων ἀγοράσαι ταύτην ἐζήτει, καὶ ἐν τῷ συμφωνεῖν τὰ περὶ τοῦ τιμήματος συνέδοξεν ἀντὶ τοῦ τιμήματος δοθῆναι τὸ πρᾶγμα· ἢ μήτι αὐτοὶ ἐξ ἀρχῆς οὐδὲ εἰς ἔννοιαν πράσεως ἦλθον, ἀλλ᾽ ἐναλλάξαι τὰ πράγματα ἠβουλήθησαν. καὶ εἰ μὲν εὕρομεν, ὅτι πράτου προαίρεσιν εἶχεν ὁ τὸ ἓν πρᾶγμα δεδωκὼς καὶ ἀντὶ τοῦ τιμήματος ἔλαβεν τὸ ἕτερον πρᾶγμα, τὸ τοιοῦτον συνάλλαγμα πρᾶσίς ἐστι καὶ ἀγορασία. ὅθεν καὶ ἐκδικήσεως γενομένης, εἰ μὲν πρᾶσις ἦν, ἀνάγκη τὴν ἐπὶ τῇ πράσει ἀγωγὴν κινηθῆναι ὡς ἐκνικη θέντος τοῦ πεπραμένου πράγματος· εἰ δὲ ἀνταλλαγή ἐστιν, δυνατὸν κινεῖσθαι τὸν τῆς ἀπαιτήσεως λόγον ἐπὶ τῷ ἀναδοθῆναι τὸ ἕτερον πρᾶγμα.
2
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἡ ἐναλλαγὴ πίστει οὖσα ἔοικε τῇ πράσει καὶ τῇ ἀγορασίᾳ.