IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.45

Περὶ ἀνήβων, καὶ ποῦ ἀνάγεσθαι καὶ διαιτᾶσθαι ὀφείλουσιν, καὶ περὶ δαπανημάτων αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. έ κεφ. μη καὶ βι. ιε΄ τί. ο΄ κεφ. ξ΄ καὶ βι. ιζ ' τί. α΄ κεφ. λδ ', ἐν ᾧ φησιν· Ἐάν τις χωρὶς αὐθεντίας τοῦ ἐπιτρόπου διοικήσῃ τὰ τοῦ ἀνήβου πράγματα, ἔνοχον ἑαυτῷ τὸν ἄνηβον ποιεῖ κατὰ τὸν καιρὸν τῆς προκατάρξεως εἰς ὅσον γέγονεν ἐκ τούτου πλουσιώτερος.

2

pr.Ἀνάγν. καὶ βι. μδ΄ τί. ιδ ' κεφ. ιδ΄, ἐν ᾧ φησιν·· Ὅτι ἐπὶ τοῦ λεγάτου τῶν διατροφῶν τῶν μὲν ἀῤῥένων ἡ ἥβη ἕως τοῦ ιη΄ ἔτους ὁρίζεται, τῶν δὲ θηλειῶν ἕως τοῦ ιδ΄.

3

pr.᾿ Ανάγν. καὶ βι. ιη ' τί. ε΄ κεφ. γ ' θεμ. ε΄ καὶ κεφ. ζ΄ καὶ τί. η΄ κεφ. δ΄, ἐν ᾧ φησιν· Ὁ ἄνηβος κελεύων χωρὶς τῆς αὐθεντίας τοῦ ἐπιτρόπου οὐκ ἐνέχεται.

4

pr.Ἀνάγν. καὶ βι. κς ' τί δ ' κεφ. ζ ' καὶ τί. ε κεφ. μγ΄, ἐν ᾧ φησιν· Ἐὰν καταβληθῇ ἀνήβῳ χωρὶς αὐθεντίας ἐπιτρόπου, καὶ ἐστὶν ἐν καιρῷ προκατάρξεως πλουσιώτερος, ἐκβάλλεται παραγραφῇ, κἂν ἀπόληται πρὸ τῆς προκατάρξεως τὸ πρᾶγμα ὅπερ ἀναγκαίως ἠγόρασεν. καὶ ὑπεξούσιος δὲ εἰς᾽ ἀναγκαίας αἰτίας δανειζόμενος ἐνέχεται, κἂν ἀπολέσῃ τὰ χρήματα.

5

pr.Ἀνάγν. καὶ κεφ. ξβ΄ι καὶ τί. κεφ. λθ ' θεμ. θ ' καὶ βι. λζ. τί. η΄ κεφ. ιη΄, ἐν ᾧ φησιν· Ἐὰν ἄνηβοι τὴν πατρῷαν διέλωνται κληρονομίαν συναινοῦντος τοῦ ἐπιτρόπου, ἔῤῥωται, κἂν μὴ ὑπογράψῃ τῇ διανεμήσει.

6

pr.Ἀνάγν. καὶ βι. λη ' τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ πραίτωρ ἀπὸ τοῦ προσώπου καὶ τῆς αἱρέσεως καὶ τοῦ χρόνου ὀφείλει ὁρίζειν, ποῦ χωρὶς ὑποψίας ἀνάγεσθαι δεῖ τὸν ὀρφανὸν, καὶ οὐ πάντως ἐπὶ τούτου τῇ γνώμῃ τοῦ πατρὸς ἀκολουθεῖ. γίνεται δὲ ζήτησις παρόντων τῶν συγγενῶν. Αναγκάζονται δὲ ἀνάγειν ἀπελεύθεροι καὶ γονεῖς καὶ ἀγχιστεῖς καὶ συγγενεῖς. Εἰ δὲ κληρονόμος ἢ λεγατάριος ἀνάγειν ἐπιτραπέντες ἐν διαθήκῃ παραιτήσονται, ἐκπίπτουσι τῶν ἐαθέντων αὐτοῖς κατὰ μίμησιν τῶν ἐπιτρόπων· εἴγε διὰ τοῦτο κατελείφθησαν, οὐ μὴν καὶ εἰ παραιτησαμένους αὐτοὺς τὴν ἀναγωγὴν εἰδὼς παρελίμπανεν.

7

pr.Ἐν δὲ τῷ ἐ κεφ. Μετὰ διαγνώσεως ὁρίζεται, ποῦ ἀνάγεσθαι καὶ τρέφεσθαι δεῖ τὸν ἄνηβον. ὕποπτοι δὲ εἰσιν οἱ τῇ σωφροσύνῃ αὐτοῦ ἐπιβουλεύειν δυνάμενοι.

8

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Οὐδὲν μέν ἐστιν ἀσφαλέστερον τῇ ἀναγωγῇ τῶν ἀνήβων τῆς μητρὸς, εἰ μὴ ἐδευτερογάμησεν.

9

pr.Ἀνάγν. καὶ βι. μ΄ τί. ε΄, οὗτινος ἐν τῷ ζ΄ κεφ. φησίν· Οὐ μόνον τὰ πρὸς ἀποτροφὴν χορηγεῖται τῷ ἀνήβῳ, ἀλλὰ καὶ τὰ πρὸς μάθησιν καὶ λοιπὰ ἀναγκαῖα πρὸς τὴν οὐσίαν.

10

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ἐὰν ὁ ἀπόκληρος ἄνηβος λέγῃ μὴ ἐῤῥῶσθαι τὴν διαθήκην, ἀλλ᾽ ἑαυτὸν ἐξ ἀδιαθέτου κληρονόμον εἶναι, καὶ ἀρνεῖταί τις αὐτὸν υἱὸν τῶν τελευτησάντων, δίδοται αὐτῷ ἡ μέχρι τῆς ἥβης διακατοχή.

11

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ε κεφ. δ΄ θεμ. ε΄, ἐν ᾧ φησιν· Ἐὰν ἀνήβῳ χωρὶς αὐθεντίας ἐπιτρόπου καταβληθῇ χρέος, ἁρμόζει κατ᾿ αὐτοῦ παραγραφὴ εἰς ὃ γέγονε πλουσιώτερος. τὸ αὐτὸ κἂν δανείσηται ἢ ἄλλως πως συναλλάξῃ. καὶ ἐπὶ πάντων δὲ οἷς οὐκ ὀρθῶς καταβάλλεται τὸ αὐτὸ κρατεῖ.

12

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. μα κεφ. κβ΄, ἐν ᾧ φησιν· Οὐδὲ τῷ λιβονιανίῳ δόγματια οὔτε τῷ ἐγκλήματι τοῦ πλαστοῦ ἄνηβος ὑποπίπτει.