IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.44

Περὶ ἀνδραποδιστῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ανάγν. βι. ξ τί μη΄, οὗτινος ἐν τῷ γ ' κεφ. φησίν· Ὁ τὸν ἀλλότριον δοῦλον ὑποδεξάμενος καὶ ἀποκρύψας οὐκ ἐκφεύγει τὴν ποινὴν προφάσει τοῦ δικάζεσθαι περὶ τῆς αὐτοῦ δεσποτείας, ἀλλὰ δίδωσιν αὐτὸν μετὰ ἑτέρου ὁμοίου, εἴτε κ ' νομίσματα. ὁσάκις δὲ αὐτὸν ὑποδέξεται, τοσαυτάκις αὔξεται ἡ ποινή.

2

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐὰν φυγάδες εὑρεθῶσι παρ᾽ ἐμοὶ μισθώσαντές μοι τὰς δουλείας αὐτῶν ἐπὶ τῷ τρέφεσθαι, οὔκ εἰμι ἀνδραποδιστὴς, μάλιστα εἰ καὶ παρ᾽ ἑτέροις τοῦτο ἐποίησαν.

3

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ τὸν ἀλλότριον δοῦλον κρύπτων τῷ περὶ ἀνδραποδισμοῦ νόμῳ κατέχεται.

4

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ὁ ἀγοράσας παρὰ τοῦ ἀνδραποδίσαντος, μὴ κοινωνήσας δὲ τῷ πταίσματι, οὐδενὶ ἐγκλήματι κατέχεται. τῇ δὲ περὶ δόλου ἀγωγῇ ἐνέχεται.

5

pr.Ἐν δὲ τῷ ιη ' κεφ. Ὁ τὸν ἐλεύθερον ἐν εἰδήσει μὴ βουλόμενον πιπράσκων ἀνδραποδιστής ἐστι. καὶ εἰ μὲν δοῦλός ἐστιν ἢ ἀπελεύθερος, τυπτόμενος καὶ κουρευόμενος χειροκοπείσθω· εἰ δὲ ἐλεύθερός ἐστι, χειροκοπείσθω μόνον. ὁμοίως χειροκοπείσθω καὶ ὁ τὸν ἐλεύθερον εἰδὼς ἀγοράσας ἢ δωρησάμενος ἢ εἰς προῖκα δοὺς ἢ καταλλάξας.

6

pr.Ἀνάγν. καὶ βι. ζ΄ τί. ε΄ κεφ. οη΄, ἐν ᾧ φησιν· Ὁ ἐν εἰδήσει πιπράσκων τὸν ἐλεύθερον τῷ τῶν ἀνδραποδιστῶν ὑποπίπτει ἐγκλήματι.

7

pr.Ἀνάγνωθι καὶ τὸν περὶ ὑποφθορᾶς καὶ ὑπονοθεύσεως [τῶν δούλων].