JGR V 6.2
Περὶ ζητήσεων ἤτοι ἐξετάσεων, καὶ πότε καὶ τίνας δεῖ ἐμβασάνως ἐξετάζεσθαι.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. ν΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οὐ δεῖ τῆς ζητήσεως ἀπὸ βασάνων ἄρχεσθαι. Τότε γὰρ οἱ δοῦλοι βασανίζονται, ὅτε καὶ ὕποπτός ἐστιν ὁ κατηγορούμενος καὶ ὕπεισι τεκμήρια, ὥστε μόνην τὴν τῶν δούλων ἐλλείπειν κατάθεσιν. Πρῶτοι δὲ βασανίζονται οἱ ὕποπτοι καὶ δι᾽ ὧν δυνατὸν γνωσθῆναι τὸ ἀληθές. Οὐ δεῖ δὲ φέρεσθαί τινας ἀπὸ τοῦ οἴκου τοῦ κατηγόρου πρὸς ζήτησιν.
2
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Οὐ δεῖ πιστεύειν ταῖς καταθέσεσι τῶν κρινομένων, εἰ μὴ καὶ ἀπόδειξις διδάσκει τὸν δικαστήν. Οὐκ ἀκούεται ὁ κατήγορος ἀποθέσθαι θέλων τὸ τίμημα τοῦ δούλου, ὥστε βασανισθῆναι αὐτὸν κατὰ τοῦ δεσπότου. Ζητήσεως οὔσης περὶ δημοσίων συντελειῶν καὶ οἰκέται βασανίζονται· ἐπειδὴ καὶ συνειδότες τῇ κατὰ τοῦ δημοσίου περιγραφῇ εἰς κεφαλὴν τιμωροῦνται. Οὐ δεῖ τὸν ἐξετάζοντα ὀνομαστὶ ἐπερωτᾷν, εἰ ὁ δεῖνα φόνον ἐποίησε (τοῦτο γὰρ ὑποβαλεῖν ἐστιν), ἀλλὰ τίς τὸν φόνον ἐποίησε. Διὰ τὴν ἰταμότητα ἢ τὴν δειλίαν τῶν βασανιζομένων οὐ πάντοτε δεῖ πιστεύειν ἢ ἀπιστεῖν ταῖς καταθέσεσιν αὐτῶν, οὔτε ταῖς τῶν ἐχθρῶν, ἀλλὰ τῆς αἰτίας διαγινωσκομένης.
3
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Οἱ συλληφθέντες κατὰ τῶν αὐτοὺς παραδεδωκότων οὐκ εὐχερῶς πιστεύονται λέγοντες, ἀλλὰ τῆς αἰτίας διαγινωσκομένης. Ὁ αὐθαιρέτως ὁμολογήσας περὶ ἁμαρτήματος, εὐχερῶς οὐ πιστεύεται. πολλάκις γὰρ ἢ φόβῳ ἢ ἑτέρᾳ αἰτίᾳ καθ᾽ ἑαυ τοῦ πλάττεται. ὅθεν ἐὰν δοῦλος φοβούμενος ὑποστρέψαι πρὸς τὸν δεσπότην πλαστῶς καθ᾽ ἑαυτοῦ εἴπῃ, καὶ μετὰ καταδίκην τῆς ἀληθείας διαγινωσκομένης ἐλευθεροῦται τῆς ποινῆς, καὶ διὰ τῆς τάξεως πιπράσκεται ἐφ᾽ ᾧ μὴ ὑποστρέψαι πρὸς τὸν δεσπότην, καὶ τὸ τίμημα δίδοται τῷ δεσπότῃ. δοῦλος δὲ ἄλλως καταδικαζόμενος, ἐὰν ἀποκαταστῇ, τῷ δεσπότῃ διαφέρει.
4
pr.Ἐν δὲ τῷ ἱι κεφ. Ὁ ἥττων τῶν δεκατεσσάρων ἐτῶν οὐχ ὑφίσταται ἐμβάσανον ζήτησιν. Πάντες οἱ καλούμενοι πρὸς μαρτυρίαν ἐν τῇ πρὸς βασιλέα φερομένῃ καθοσιώσει τοῦ πράγματος ἀπαιτοῦντος βασανίζονται. Οὔτε ὁ τοῦ πατρὸς δοῦλος κατὰ τοῦ υἱοῦ, οὔτε ὁ τοῦ υἱοῦ κατὰ τοῦ πατρὸς βασανίζεται.
5
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁ ὁμολογήσας περὶ ἑαυτοῦ καθ᾽ ἑτέρου οὐ βασανίζεται.
6
pr.Πολλῶν τὸ αὐτὸ ἁμαρτησάντων ἐκ τῶν δειλοτέρων καὶ ἁπαλωτέρας ἡλικίας ὄντων ἄρχεσθαι δεῖ τῆς ζητήσεως. Ὅτε προφανέσι τεκμηρίοις ἐλέγχηται ὁ κατηγορούμενος, καὶ δεύτερον δύναται βασανίζεσθαι, μάλιστα ἐὰν καὶ τῇ ψυχῇ καὶ τῷ σώματι αὐτοῦ τὴν βάσανον ὑποφέρῃ.
7
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Μὴ ὄντων τεκμηρίων, οὐ δεῖ τὸν κατηγορούμενον βασανίζεσθαι· ἀλλ᾽ ὁ κατήγορος, ὅπερ ἐπιτείνει, δεικνύτω. Οἱ μάρτυρες οὐκ ἀεὶ βασανίζονται πρὸς ἔλεγχον τοῦ ψεύδους ἢ τῆς ἀληθείας αὐτῶν, εἰ μὴ ὅτε παρεῖναι λέγονται τῇ ὑποθέσει. Ὁ δοῦλος κἂν αὐθαιρέτως λέγῃ κατὰ τοῦ δεσπότου, οὐ πιστεύεται. Οὐδὲ κατὰ τοῦ γενομένου δεσπότου καὶ πωλήσαντος αὐτὸν ὁ δοῦλος βασανίζεται. Οὐδὲ εἰ ὁ δεσπότης αὐτὸν ἐπὶ τὸ βασανισθῆναι προφέρει, δεῖ κατ᾿ αὐτοῦ ἐρωτᾶσθαι.
8
pr.[Ἐν δὲ τῷ ιη΄ κεφ.] Πρὸ μιᾶς ἡμέρας δεῖ προλέγεσθαι μέλλειν ἐξέτασιν γίνεσθαι, ἵνα μὴ οἱ κατηγορούμενοι τῷ αἰφνιδίῳ καταπτοῶνται· εἰ καὶ τὰ μάλιστα δύνανται ἐν παντὶ καιρῷ διεκδίκησιν αἰτεῖν, καὶ ὑπερτίθεται καὶ ἐπεκτείνεται ἡ ζήτησις.
9
pr.Ἐν δὲ τῷ λγ ' κεφ. θέμ. γ '· Ὁσάκις δοῦλος ἐρωτᾶται περὶ ἰδίας πράξεως, εἰ καὶ συμβάλλεται τῷ δεσπότῃ ἢ βλάπτει αὐτὸν ἡ ἐπερώτησις, δεχόμεθα αὐτόν.
10
pr.Ἀνάγν. καὶ τὰ εἰρημένα ἐν τῷ περὶ δούλων ἐμβασάνως ἐξεταζομένων.