JGR V 6.1
Περὶ ζημιούντων ἀνθρώπων τε καὶ ἀλόγων ζώων, οἷον ἵππου λακτίζοντος ἢ βοὸς κερατίζοντος ἢ κυνὸς δάκνοντος καὶ λοιπῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιθ΄ τί. ί κεφ. λ ', ἐν ᾧ φησιν· Ὁ κύνα ἄγριον ἢ κάπρον ἢ ἄρκτον ἢ λύκον ἢ πανθῆρα ἢ λέοντα ἢ ἕτερον βλα- πτικὸν ζῶον λελυμένον, ἢ μὴ οὕτως δεδεμένον ὥστε μὴ δύνασθαι βλάπτειν, ἔχων ἐν δημοσίᾳ παρόδῳ, καὶ ἄνθρωπος ἐλεύθερος ἐκ τούτου τελευτήσει, διακόσια νομίσματα δίδωσιν· εἰ δὲ μὴ ἀπέθανεν, ἀλλ᾽ ἐβλάβη, εἰς τὸ φαινόμενον τῷ δικαστῇ καταδικάζεται· τῶν δὲ λοιπῶν πραγμάτων διπλῆν δίδωσι τὴν ζημίαν.
2
pr.Ἀνάγν. καὶ βι. κ΄ τί. δ΄ κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ἐὰν ἀποδύσω δοῦλόν σου καὶ ἀπὸ ψύχους ἀποθάνῃ, ἐπὶ μὲν τοῖς ἐσθήμασιν ἁρμόζει ἡ περὶ κλοπῆς ἀγωγὴ εἰς τὸ διπλοῦν· ἐπὶ δὲ τῷ δούλῳ ἡ τοῦ διπλοῦ ἀπαίτησις· σωζομένης καὶ τῆς ἐγκληματικῆς κατηγορίας. Ἐὰν ἀλλότριον σκεῦος ῥίψω εἰς βυθὸν, οὐκ ἐπὶ τῷ κερδάναι, ἀλλ᾽ ἐπὶ τῷ ζημιῶσαι τὸν δεσπότην, ἐνέχομαι εἰς τὸ ἁπλοῦν· οὐ μὴν τῇ περὶ κλοπῆς εἰς τὸ διπλοῦν ἢ τῷ ἀκουϊλίῳ. Ἐὰν ἀκρόδρυάς σου εἰς τὸν ἐμὸν ἀγρὸν πέσῃ καὶ καταβοσκήσω αὐτὰ, χώρα τῇ ἰμφακτοὺμ, οὐ μὴν τῇ περὶ νομῆς πραγμάτων. ἐπειδὴ μὴ εἰς τὸν σὸν ἀγρὸν ἐβόσκησα, οὔτε τῷ ἀκουϊλίῳ χώρα.
3
pr.Ἀνάγν. καὶ βι. ξ ' τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν τεπράποδον ζημιώσῃ τινὰ, δίδοται ἀγωγὴ ἐπὶ ἐκδόσει τοῦ ζώου ἢ τῇ ἀποτιμήσει τῆς ζημίας. Καὶ ἁρμόζει ἡνίκα τὸ ζῶον ἀγριότητι κινηθὲν ἔβλαψεν· οἷον λακτιστὴς ἵππος ἐλάκτισεν, ἢ βοῦς εἰωθὼς κερατίζειν ἐκεράτισεν. εἰ δὲ διὰ τὴν θέσιν τοῦ τόπου ἢ διὰ τὴν ἀπειρίαν τοῦ μουλίωνος ἢ τὸ πολὺ βάρος ἡ ζημία γένηται, μᾶλλον ὁ νόμος ὁ ἐξ ἀρνήσεως μὲν τὸ διπλοῦν ἀπαιτῶν, ἐξ ὁμολογίας δὲ τὸ ἁπλοῦν, ἁρμόζει. Εἰ δὲ καὶ κύων ἑλκόμενος· ἀποφύγῃ διὰ τὴν ἰδίαν τραχύτητας καὶ βλάψει, εἴπερ ἠδύνατο κρατεῖσθαι ὑπὸ ἄλλου ἀσφαλέστερον ἢ οὐκ ἐχρῆν αὐτὸν δι᾽ ἐκείνου παρελθεῖν τοῦ τόπου, ἡ παροῦσα σχολάζει ἀγωγὴ, καὶ ἐνάγεται ὁ τὸν κύνα κρατῶν ἢ ὁ ἐρεθίσας αὐτόν. Γενικῶς γὰρ τότε ἁρμόζει ἡ κατὰ ζώου βλάψαντος ἀγωγὴ, ὅτε παρὰ τὴν φύσιν κινηθὲν τὸ θηρίον ἔβλαψεν· εἰ γὰρ ἀπὸ πόνου ὁ ἵππος λακτίσει, ἀργεῖ ἡ τοιαύτη ἀγωγή. Καὶ ὁ τύψας ἢ τραυματίσας τὸν ἵππον ἐνάγεται τῇ τοῦ διπλοῦ ἀπαιτήσει, ἐπειδὴ μὴ τῷ ἰδίῳ σώματι ἐζημίωσεν. εἰ δὲ ἐν τῷ καταπραΰνεσθαι ἢ καταψήχεσθαι λακτίσει, χώρα τῇ ἀγωγῇ. Εἰ δὲ τετράποδον ἕτερον ἐρεθίσει τετράποδον, ὀνόματι τοῦ ἐρεθίσαντος κινεῖται. Εἴτε ἰδίῳ σώματι βλάψῃ τὸ τετράποδον, εἴτε δι᾽ ἑτέρου πράγματος, τυχὸν τῆς ἁμάξης, χώρα τῇ ἀγωγῇ. Ἐπὶ δὲ τῶν κατὰ φύσιν ἀγρίων, οὐ κινεῖται. εἰ γὰρ ἄρκτος ἀποφυγοῦσα βλάψῃ, οὐ κατέχεται ὁ ποτε δεσπότης· ἐπαύσατο γὰρ δεσπόζειν ἀποφυγόντος τοῦ θηρίου· καὶ ὁ φονεύσας αὐτὸ δεσπόζει τοῦ σώματος. Ἐὰν δὲ δύο κριοὶ ἢ βόες συμβάλωσιν, εἰ μὲν ὁ ἐπελθὼν ἀπέθανε, σχολάζει ἡ ἀγωγὴ, εἰ δὲ ὁ ἄλλος, κινεῖται, καὶ ἢ ἐκδίδοται ὁ ἐπελθὼν ἢ ἀποθεραπεύεται ἡ ζημία. Καὶ ἐπὶ τῆς κατὰ τοῦ βλάψαντος ζώου ἀγωγῆς ἡ ζημία τῇ κεφαλῇ ἀκολουθεῖ, καὶ ὁ νῦν δεσπόζων, οὐ μὴν ὁ ἐν τῷ καιρῷ τῆς βλάβης ἐνέχεται. Εἰ δὲ πρὸ τῆς προκατάρξεως ἀποθάνῃ τὸ ζῶον, σβέννυται ἡ ἀγωγή. Ἐκδοῦναι ἐστὶ τὸ παραδοῦναι τὸ ζῶον περιόν.
4
pr.Ἐν δὲ τῷ γ΄ κεφ. (ὁμοίως φησὶ καὶ ἐν τῷ ιε κεφ. τοῦ δ΄ τί. τοῦ αὐτοῦ βι.)· Ἐὰν βλαβῇ σῶμα ἐλεύθερον, ἡ καταδίκη γίνεται εἰς τὴν δαπάνην τῆς ἰατρείας καὶ τὴν ἀπώλειαν τῆς ἐργασίας, οὐ μὴν τῆς ἀμορφίας· σῶμα γὰρ ἐλεύθερον οὐ διατιμᾶται.
5
pr.Ἐν δὲ τῷ δ ' κεφ. Ἐὰν ἵππος ὀσφρανθῇ μοῦλαν, ἡ δὲ λακτίσῃ καὶ κλάσῃ τινὰ, ὁ δεσπότης αὐτῆς ἐνάγεται.
6
pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ ἡ κεφ. φησίν· Ὁ ἰατρὸς ἀπείρως τεμὼν δοῦλον ἢ τῇ μισθώσει ἢ τῷ ἀκουϊλίῳ ἐνέχεται. καὶ ὁ προπετῶς δοὺς φάρμακον· καὶ ὁ καλῶς μὲν τεμὼν, καταλιπὼν δὲ τὴν ἰατρείαν· καὶ ὁ μουλίων ἐὰν δι᾽ ἀπειρίαν ἢ ἀσθένειαν οὐκ ἐκράτησε τῶν μουλῶν. οὐ γὰρ ὀφείλει τὶς ἀποπροσποιεῖσθαι, γινώσκων ἢ ὀφείλων εἰδέναι τὴν ἰδίαν ἀσθένειαν ἐπιζήμιον ἄλλῳ γινομένην. τὸ αὐτὸ καὶ περὶ ἱππότου.
7
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Εάν τις θέλων καῦσαιτὸν οἶκόν μου πῦρ ὑποβάλῃ, καὶ καυθῇ ὁ τοῦ γείτονος, ἐνέχεται αὐτῷ τῷ ἀκουϊλίῳ, καὶ τοῖς ἐνοίκοις διὰ τὰ πράγματα αὐτῶν τὰ καυθέντα. Ἐὰν ὁ φουρνάριος δοῦλος τοῦ ἐνοίκου ἀποκοιμηθῇ, καὶ καυθῇ ὁ οἶκος, χώρα τῇ μισθώσει, ἐὰν ἀμελῶς τοὺς ὑπηρετοῦντας ἐπελέξατο. εἰ δὲ ἄλλος ὑπέβαλε τὸ πῦρ, ἑκάτερος ἐνέχεται. Ἐὰν πλησίον τοῦ κοινοῦ τοίχου φοῦρνον ἔχῃς, οὐ χώρα τῷ ἀκουϊλίῳ, ὥσπερ οὔτε ἐπὶ ἑστίας. εἰ δὲ καυθῇ ὁ τοῖχος, ἰμφακτοὺμ ἁρμόζει. πρὸ δὲ τῆς ζημίας ὁ εὐλαβούμενος αὐτὴν ἐπερωτᾷ τὴν ἀγωγὴν τὴν περὶ μελλούσης ζημίας. Ἐὰν ὁ δοῦλος τοῦ μισθωτοῦ καύσῃ τὸ ἐποίκιον, χώρα τῇ μισθώσει καὶ τῷ ἀκουϊλίῳ· καὶ τῆς μιᾶς κινουμένης ἀργεῖ ἡ ἄλλη. ἔξεστι δὲ τῷ μισθωτῷ δοῦναι ὑπὲρ θεραπείας τῆς ζημίας τὸν καύσαντα, ἐὰν αὐτὸς ἐστέρηται ῥᾳθυμίας· ἐπείτοιγε ἐγκαλεῖται κακοῖς χρώμενος. τὰ αὐτὰ καὶ περὶ ἐνοίκων.
8
pr.Ἐν δὲ τῷ κέ κεφ. Ὁ πλήξας δούλην ἢ φοράδα καὶ παρασκευάσας ἀμβλῶναι, ὑπόκειται τῷ ἀκουϊλίῳ. καὶ ὁ ὑπερφορτώσας μοῦλαν καὶ ἐκ τούτου φθείρας μέλος αὐτῆς, καὶ ὁ πλοῖον τρυπήσας, καὶ ὁ ἄωρον τεμὼν ἐλαίαν, ἢ λήϊον ἢ ἄμπελον· εἰ μέντοι πέπειροι εἴησαν οἱ καρποὶ, ἀργεῖ. οὐδὲν γὰρ ἐζημίωσε τὸν δεσπότην, εἰ μὴ ἄρα τὰς σταφυλὰς ἔῤῥιψε χαμαὶ καὶ διεῤῥάγησαν. ὁ δὲ τοιοῦτος καὶ τὰς γινομένας δαπάνας δωρεῖται τῷ δεσπότῃ. εἰ δὲ τρυγηθέντας τοὺς καρποὺς ὑφέληται, ἐνέχεται τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ. τὸ αὐτὸ καὶ ἐπὶ ὕλης, καὶ ἁρμόζει πρὸς τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ καὶ ἡ κατὰ τῶν δένδρα κλοπιμαίως τεμνόντων.
9
pr.Ἐν δὲ τῷ λ΄ κεφ. Ἐὰν φαμιλία βλάψῃ ἢ κλέψῃ, τοσοῦτον δίδωσιν ὁ δεσπότης, ὅσον εἷς ἐλεύθερος ζημιώσας ἐδίδου· ἵνα μὴ ἐξ ἑνὸς ἁμαρτήματος ὅλης τῆς φαμιλίας ὁ δεσπότης στερηθῇ.
10
pr.Ἐν δὲ τῷ λδ· κεφ. Εἰ μὲν κελεύσει τινὸς ἐξουσίαν ἔχοντος ἐπιτάσσειν ζημιώσει μέ τις ἐλεύθερος, ὁ κελεύσας ἐνάγεται. εἰ δὲ μὴ τοιαύτης ἦν ἐξουσίας, αὐτὸς ὁ ποιήσας ἐνάγεται. Ἐὰν ζῶόν μου, περὶ οὗ ἐνηγόμην τῇ παρ᾽ αὐτοῦ γενομένῃ ζημίᾳ, φονεύσῃς, οὐ γίνεται ἡ καταδίκη πρὸς τιμὴν τοῦ ζώου, ἀλλὰ πρὸς ὃ μέλλω τῇ ζημίᾳ καταδικάζεσθαι, μὴ δυνάμενος εἰς νόξαν ἐκδοῦναι τὸ ζῶον.
11
pr.[Ἐν δὲ τῷ ιε΄ κεφ.] Τὴν φοράδα μου βοσκομένην εὑρὼν ἐν τῷ σῷ τόπῳ ἀπήλασας καὶ ἤμβλωσεν. ἐὰν ἔπληξας ἢ ἐπίτηδες σφοδρῶς ἤλασας, ἐνέχῃ τῷ ἀκουϊλίῳ. ὁ γὰρ ἀλλότριον ἄλογον βοσκόμενον ἐν τοῖς ἰδίοις εὑρὼν οὔτε ἀποκλείειν αὐτὸ οὔτε σφοδρῶς ἐλαύνειν ὀφείλει, ἀλλ᾽ ὡς ἴδιον. ἔχει γὰρ ἀγωγὴν κατὰ τοῦ δεσπότου, περὶ ὧν ὡς εἰκὸς ἐζημίωται.
12
pr.Ἐν δὲ τῷ μς ' κεφ. Ὁ διὰ καπνοῦ φονεύσας ἢ φυγαδεύ σας ἀλλοτρίας μελίσσας, ὑπόκειται τῇ τὸ διπλοῦν ἀπαιτούσῃ ἀγωγῇ. Ὁ ἀκουΐλιος ἄδικον ἐπιζητεῖ ζημίαν. εἰ δέ τις ἐμπρησμοῦ γενομένου διὰ τὸ σῶσαι τὸν ἴδιον οἶκον καταστρέψῃ τὸν τοῦ γείτονος, ἀργεῖ ὁ ἀκουΐλιος, εἴτε τὸ πῦρ ἔφθασεν εἴτε προεσβέσθη.
13
pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν ἐκχυθῇ τι ἢ ῥιφῇ κατὰ δημοσίας παρόδου, ἢ ὅπου τινὲς κατὰ συνήθειαν ἵστανται, καὶ γένηται ζημία, ἐνάγονται οἱ ἐνοικοῦντες εἰς τὸ διπλοῦν τῆς ζημίας. εἰ δὲ τελευτήσει ἐλεύθερος ἄνθρωπος, ἡ καταδίκη πεντήκοντα νομίσματα γίνεται. εἰ δὲ μὴ ἀπέθανεν, ἀλλ᾽ ἐβλάβη, εἰς ὅσον δόξει τῷ δικαστῇ δίκαιον εἶναι. εἰ δὲ δοῦλος ἀγνοοῦντος τοῦ δεσπότου ποιήσει, ἀγωγὴ ἁρμόζει· εἰς τὸ ἐκδοθῆναι τὸν δοῦλον ὑπὲρ τῆς ζημίας. Καὶ ἀδιάφορον εἴτε δημόσιος εἴτε ἰδιωτικός ἐστιν ὁ τόπος, μόνον εἰ τὸ πλῆθος ἐκεῖθεν παρέρχεται. εἰ δὲ σύνηθες ἦν ἐν τινι καιρῷ μὴ παριέναι τὸ πλῆθος ἐκεῖθεν, ὁ τότε ῥίπτων ἀνεύθυνός ἐστιν. Ἡ παροῦσα ἀγωγὴ οὐ κατὰ τοῦ δεσπότου τοῦ οἴκου, ἀλλὰ κατὰ τοῦ οἰκοῦντος εἰς τὸ διπλοῦν ἁρμόζει καὶ χωρὶς ἀμελείας καὶ ἀρνήσεως. ὁ δὲ ἀκουΐλιος ἑκάτερον ἐπιζητεῖ. Ἐὰν ἀπὸ οἴκου ὑπεξουσίου ἐκχυθῇ, αὐτὸς ἐνάγεται, καὶ οὐχ ὁ πατὴρ ἐκ τοῦ πεκουλίου τοῦ παιδὸς δίδωσι τὴν ζημίαν. οὐ γάρ ἐστι συνάλλαγμα, ἀλλὰ ὡσανεὶ ἁμάρτημα.
14
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ὁ ἔχων ἐν ἐξώστῃ κρεμάμενόν τι, ἔνθα πάροδός ἐστι τοῦ πλήθους ἤ τινες ἵστανται, ὅπερ πίπτον δύναται βλάψαι, ἐνέχεται ἰμφακτοὺμ εἰς ί νομίσματα. εἰ δὲ δοῦλος ἀγνοοῦντος τοῦ δεσπότου ποιήσει, νοξαλία δίδοται. Ἐὰν σκεῦος ζωγράφου ἢ σανὶς ἐξ ὑπερῴου πεσὸν βλάψῃ τὸν παριόντα, ἢ κεράμιον ἀπὸ στέγης ἠρτημένον, οὐτιλία ἰμφακτοὺμ ἁρμόζει, τουτέστιν ἐνάγεται τῇ περὶ τῆς γενομένης ζημίας, ἐπειδὴ μὴ ἀπὸ ἐξώστου ἔπεσεν. Ἡ παροῦσα ἀγωγὴ καθολικής ἐστι, καὶ ἁρμόζει διαδόχοις, οὐ μὴν κατὰ κληρονόμων· ποιναλία γάρ ἐστιν.
15
pr.Οὐ μόνον πρὸς πόλεις καὶ κώμας, ἀλλὰ καὶ πρὸς τὰς ὁδοὺς, δι᾽ ὧν τὸ πλῆθος παρέρχεται, ἀνήκει τὸ διάταγμα. Χώρα τῷ νόμῳ, ὅτε ἐν ἡμέρᾳ πέσῃ, εἰ μὴ ἄρα καὶ ἐν νυκτὶ πάροδος γίνεται.
16
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ ἔνοικος καὶ ὑπὲρ τῆς οἰκείας ἀμελείας καὶ τῶν αὐτοῦ ἀπολογεῖται.
17
pr.Ἀνάγν. καὶ τί. κβ΄ κεφ. θ '.