IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.43

Περὶ εὐνούχων καὶ περὶ τοῦ μὴ εὐνουχίζεσθαι ῥωμαῖον.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ΄ τί. α΄ κεφ. οδ΄ θέμ. β΄, ἐν ᾧ φησιν· Ἡ διάταξις κελεύει, ὥστε μηδένα ῥωμαῖον εὐνουχίζεσθαι, μηδὲ ἔξω τοῦ ῥωμαϊκοῦ ἐδάφους· μηδὲ ἀγοράζειν μηδένα τῶν εὐνουχισθέν των ῥωμαίων· ἀλλὰ καὶ τὸν εὐνουχίσαντα καὶ αὐτὸν τὸν ἀγοράσαντα, καὶ τὸν συμβολαιογράφον τὸν συγγράψαντα τὸ τοιοῦτον συμβόλαιον, καὶ τὸν τελώνην τὸν κομισάμενον τέλος τὶ ὑπὲρ τούτου τιμωρεῖσθαι. τὰ δὲ βάρβαρα ἀνδράποδα τὰ εὐνουχιζόμενα ἔξω τοῦ ῥωμαϊκοῦ ἐδάφους ἐξέστω πᾶσι τοῖς ἐμπόροις καὶ ἀγοράζειν καὶ πιπράσκειν.

2

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. γ΄ κεφ. κς ', ἐν ᾧ φησιν· Ὁ εὐνουχίσας παῖδα καὶ ποιήσας τιμιώτερον τῇ περὶ ὕβρεως ἀγωγῇ ὑπόκει ται, καὶ τῷ παραγγέλματι τῶν ἀγορανόμων εἰς τὸ τετραπλοῦν.

3

pr.Ἀνάγν. καὶ βι. λγ ' τί. α΄ κεφ. νβ΄, ἐν ᾧ φησιν· Ὁ εὐνοῦχος ὅνομά ἐστι γενικόν· τέμνεται δὲ εἰς τρία. οἱ μὲν γὰρ αὐτῶν εἰσι σπάδονες, οἱ δὲ καστράτοι, οἱ δὲ θλιβίαι. καὶ σπάδονες μέν εἰσιν, οἵτινες διά τι πάθος ἢ ψύξιν ἐνοχλήσασαν τοῖς γονίμοις μορίοις παιδοποιεῖν κωλύονται, τούτου δὲ ἀπαλλαγέν τες παιδοποιοῦσι. θλιβίαι δὲ, οἵτινες ὑπὸ τῆς τροφοῦ [ἢ τῆς μητρὸς] τυχὸν ἔκθλιψιν τῶν διδύμων ὑπέστησαν. καστράτοι δέ εἰσιν, ἐφ᾽ ὧν γέγονεν ἐκτομὴ τῶν γεννητικῶν μορίων. καὶ ὅτι ὁ μὲν καστράτος καὶ ὁ θλιβίας εἰς θέσιν τινὰ οὐ λαμβάνουσιν, ἐπειδὴ οὐδὲ παιδοποιεῖν δύνανται. ὁ δὲ σπάδων λαμβάνει, ἐπειδὴ τοῦτον ἐλπὶς εἰκὸς τοῦ πάθους ἀπαλλαγέντα δύνασθαι παιδοποιεῖν.