JGR V 8.2
Περὶ θησαυρῶν εὑρισκομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιε τί. α΄ κεφ. ξζ΄, ἐν ᾧ φησιν· Ἐὰν εὕρω χρήματα ἐν τῷ ἀγορασθέντι παρ᾽ ἐμοῦ οἴκῳ, εἰ μὴ θησαυρὸς ἦν, ἀλλ᾽ ἀπολλύμενα χρήματα ἢ κατὰ πλάνην μὴ ληφθέντα ἀπὸ τοῦ κυρίου αὐτῶν, ἐκείνου μένουσι. ἀνάγν. καὶ τί. δ΄ κεφ. ιε΄.
2
pr.Ἀνάγν. καὶ βι. νς τί. β΄ κεφ. γ ' θέμ. ιε, ἐν ᾧ φησιν· Ἐὰν ἐν δημοσίῳ τόπῳ ἢ βασιλικῷ ἢ ἀφωρισμένῳ εἰς ταφὴν ἢ μνημεῖον θησαυρὸς εὑρεθῇ, τὸ ἥμισυ τῷ δημοσίῳ διαφέρει. Ὁ δὲ ἀποκρύπτων τὸ διαφέρον τῷ δημοσίῳ μέρος τὸν ὅλον θησαυρὸν ἀποδίδωσιν. Οὐδεὶς δὲ μηνύειν ἑαυτὸν εὑρηκέναι θησαυρὸν ἀναγκάζεται, εἰ μὴ μέρος αὐτοῦ τῷ δημοσίῳ διαφέρει.