JGR V 12.17
Περὶ μοναστηρίων οἰκοδομῆς, καὶ περὶ μοναζόντων καὶ τῆς διαγωγῆς αὐτῶν καὶ προνομίων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. γ΄ τί. α΄ κεφ. ια΄, ἐν ᾧ φησι τοῦ μήτε ἐπίτροπον μήτε κουράτορα οἱουδήποτε προσώπου γίνεσθαι μοναχὸν, ἀλλ᾽ οὐδὲ ἐκλήπτορα ἢ ἀπαιτητὴν δημοσίων συντελειῶν ἢ μισθωτὴν τελῶν ἢ ἀλλοτρίων κτήσεων ἢ κουράτορα οἴκου ἢ ἐντολέα δίκης ἢ ἐγγυητήν. ἀνάγν. καὶ κεφ. ιβ΄ καὶ ιθ΄ καὶ κθ ' καὶ λη ' καὶ λθ΄ καὶ μ΄.
2
pr.Ἀνάγν. καὶ βι. δ΄ τί. α΄· διαλαμβάνει γὰρ ἐν μὲν τῷ α΄ κεφ., ὥστε τὸν οἰκοδομεῖν βουλόμενον μοναστήριον προσκαλεῖσθαι τὸν ἐπίσκοπον καὶ ποιεῖν σταυροπήγιον. ἐν δὲ τῷ β΄ κεφ. περὶ τοῦ γίνεσθαι τὸν ἡγούμενον οὐ κατὰ βαθμὸν, ἀλλ᾽ ὃν πάντες οἱ καλλίονος ὑπολήψεως μοναχοὶ ἐκλέξονται. ἐν δὲ τῶ γ΄ κεφ. περὶ τοῦ ἐντὸς τριῶν ἐνιαυτῶν μὴ λαμβάνειν τὸ ἅγιον σχῆμα τὸν μονάσαι βουλόμενον, εἰ μὴ τῶν γνωρίμων ἐστίν. - ἐν δὲ τῷ δ΄ κεφ. τοῦ ἑνὶ οἴκῳ οἰκεῖν πάντας τοὺς μοναχοὺς καὶ καθεύδειν καὶ [κοινῶς] διατρέφεσθαι. ἐν δὲ τῷ ς΄ κεφ. ὅτι ἐὰν ἐπὶ αἱρέσει γάμου ἢ παιδοποιΐας καταλειφθῇ τινι λεγάτον ἢ κληρονομία, καὶ τὸ τοιοῦτο πρόσωπον μοναχὸς ἢ κληρικὸς γένηται, ἀνίσχυρός ἐστιν ἡ τοιαύτη αἵρεσις, εἰ μήτιγε πρὸς ἀνάῤῥυσιν αἰχμαλώτων ἢ τροφὴν πενήτων ἀφωρίσθησαν. - ἐν δὲ τῷ ἡ κεφ. καὶ μέχρι τοῦ ια΄ κεφ. περὶ τῶν ἐπὶ τῷ μονάσαι διαλυσάντων τὸν γάμον ἢ τὴν μνηστείαν. - ἐν δὲ τῷ ιβ΄ κεφ. περὶ γονέων καὶ παίδων μονασάντων φησίν, τοῦ μὴ ὡς ἀχαρίστους αὐτοὺς ἀποκλείεσθαι τῆς ἰδίας κληρονομίας.
3
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐὰν μοναχὸς καταλείψῃ τὸ ἴδιον μοναστήριον καὶ εἰς ἄλλο ἔλθῃ, εἴ τινα πράγματα ἐν τῷ καιρῷ, καθ᾽ ὃν τὸ μοναστήριον καταλέλειπεν ἔχειν φανείη, τῷ πρώτῳ μοναστηρίῳ, ἐν ᾧ ἐξ ἀρχῆς εἰσῆλθε, ταῦτα διαφέρειν κελεύομεν.
4
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἐὰν μοναχὸς καταλείψῃ τὸ μοναστήριον καὶ εἰς κοσμικὸν βίον μετέλθῃ, τοῦτον τῆς στρατείας καὶ τῆς τιμῆς, εἴ τι [να] ἔχει, πρῶτον γυμνωθέντα ἐκ τοῦ ἐπισκόπου τῶν τόπων καὶ τοῦ τῆς ἐπαρχίας ἄρχοντος εἰς μοναστήριον βάλλεσθαι, καὶ τὰ πράγματα, ὅσα ἔχειν μετὰ ταῦτα δειχθείη, τῷ μοναστηρίῳ, ἐν ᾧ ἐμβάλλεται, διαφέρειν. εἰ δὲ καὶ πάλιν καταλείψει τὸ μοναστήριον, τότε αὐτὸν ὁ ἄρχων τῆς ἐπαρχίας, ἐν ᾗ ἂν εὑρεθῇ, κρατείτω καὶ τῇ ὑποκειμένῃ αὐτῷ τάξει συναριθμείτω.
5
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Πᾶσι δὲ καθάπαξ τοῖς ἐν κοσμικῷ ἀναστρεφομένοις καὶ μάλιστα τοῖς τὰ σκηνικὰ μετερχομένοις ἀνδρᾶσί τε καὶ γυναιξὶ καὶ μὴν καὶ ταῖς προϊσταμέναις ἀπαγορεύομεν κεχρῆσθαι σχήματι μοναχοῦ ἢ ἀσκητρίας ἢ οἱῳδήποτε τρόπῳ τοῦτο μιμεῖσθαι· ἐπισταμένων πάντων τῶν τολμώντων ἢ χρήσασθαι τῷ τοιούτῳ σχήματι ἢ μιμήσασθαι, ἢ ἐμπαίζειν οἱανδήποτε ἐκκλησιαστικὴν κατάστασιν, ὅτι καὶ σωματικὰς τιμωρίας ὑποστήσονται καὶ ἐξορίᾳ παραδοθήσονται. 6. [Ἐν δὲ τῷ ιη ' κεφ.] Θεσπίζομεν μηδένα παντελῶς ἰδίαν ἔχειν οἴκησιν, μηδὲ τὸ καλούμενον κελλίον εἴη κατὰ τὸ μοναστήριον ἑνὶ τυχὸν ἢ δύο χρώμενον ὑπουργοῖς κατὰ τὸν τῶν ἐν θεωρίᾳ τε καὶ ἡσυχίᾳ διαζῇν βίον, ἀλλ᾽ ὅλως ὄντων πλειόνων ἀνδρῶν μίαν εἶναι τὴν αὐτῶν συνέλευσιν καὶ εὐχομένων καὶ τὰ τῆς φύσεως ἔργα πραττόντων, ὁπόσα ἄμεμπτά τε καὶ ἀδιάβλητα καθέστηκε, καὶ κοινῇ μὲν (ὡς εἴρηται) σιτεῖσθαι, κοινῇ δὲ καθεύδειν· καὶ εἰ μὲν τοσοῦτον εἴη τὸ πλῆθος, ὅσον εἰς ἕνα οἶκον χωρεῖσθαι· ἐπείτοιγε τυχὸν δύο ἢ τρεῖς οἴκους εἶναι τοὺς δεχομένους αὐτούς. μηδενὶ μέντοι παντελῶς ἴδιον ἔχειν μηδὲν, ἀλλ᾽ ἐν κοινῷ ζῇν νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν, ἵνα αἱ νύκτες αὐτοῖς τὴν αὐτὴν ταῖς ἡμέραις ἔχοιεν παρατήρησιν· οὐ γὰρ καθεύδουσιν ἅπαντες ἀεὶ, ἀλλὰ πρόδηλον, ὡς οἱ μὲν ἐν τῷ καθεύδειν εἰσὶν, οἱ δὲ ἐγρηγόρησαν ', καὶ πάντως ἔσονταί τινες οἱ τοὺς καθεύδοντας ἐποπτεύοντες. μὴ πολλὰς δὲ ἔχειν τὰς εἰς τὸ μοναστήριον εἰσόδους, ἀλλὰ μίαν ἢ δύο τυχόν. ἐφεστάναι τε τῇ πυλίδι ἄνδρας γεγηρακότας καὶ σώφρονας καὶ μεμαρτυρημένους ἐξ ἁπάντων, οἵπερ οὔτε τοῖς εὐλαβεστά-. τοις μοναχοῖς συγχωρήσουσι χωρὶς τῆς τοῦ ἡγουμένου γνώμης ἐκφοιτᾷν ἐκ τοῦ μοναστηρίου, ἀλλ᾽ εἴσω τούτους καθέξουσι τὰ πρὸς θεὸν ζητοῦντας καὶ μὴ διασπῶντας ἑαυτούς· οὔτε ἑτέρους τινὰς γενέσθαι κατὰ τὸ μοναστήριον νύκτωρ τε καὶ καθ᾽ ἡμέραν ἐάσουσιν. οὐκ εἰσελεύσεται δὲ οὔτε γυνὴ παντελῶς εἰς ἀνδρικὸν μοναστήριον, οὔτε ἀνὴρ εἰς γυναικεῖον, ἢ προφάσει τελευτήσαντος κἀκεῖσε κειμένου μνήμης ἢ κατὰ ἄλ λην τινὰ αἰτίαν, καὶ μάλιστα εἴ τις ἀδελφὸν τυχὸν ἢ ἀδελφὴν ἢ τινα τῶν ἐκ τοῦ γένους ἔχειν ἐν τῷ μοναστηρίῳ φήσειε. συγγένεια γὰρ τοῖς μοναχοῖς ἐπὶ γῆς οὐκ ἐστὶ τοῖς γε τὸν ἐν οὐρανῷ ζηλώσασι βίον. καὶ μήτε ἄνδρες ἐν γυναικείων μοναστηρίων τάφοις ἀποτιθέσθωσαν, μήτε γυναῖκες ἐν ἀνδρικοῖς ἀσκητηρίοις κατορυττέσθωσαν, ἵνα μὴ πάροδος ἐντεῦθεν γένοιτο τῇ φύσει πρὸς ἑαυτὴν, ἃ [μὴ] θέμις, τρυφᾷν τε καὶ παίζειν καὶ τὰ θεῖα καταισχύνειν πράγματα. ἀλλ᾽ εἰ καὶ γυνή τις ἐν γυναικείῳ θάπτεσθαι μέλλει μοναστηρίῳ, μόνους τοὺς τὴν κλίνην φέροντας καὶ τοὺς ὀρύττοντας εἰσφοιτᾷν εἰς τὸ μοναστήριον, καὶ τὰς μὲν μοναχὰς ἐν τῷ ἰδίῳ μένειν καταγωγίῳ, μόνην δὲ τὴν θυρωρὸν καὶ τὴν ἡγουμένην, εἴγε βουληθείη, παρεῖναι τοῖς γινομένοις· καὶ θᾶττον ἐκείνους πράξαντας τὰ περὶ τὴν ὁσίαν νενομισμένα καὶ τὸν τάφον ὀρύξαντας καὶ τὸ σῶμα καλύψαντας εὐθὺς ἀποχωρεῖν, μήτε θεασαμένους τινὰς τῶν εὐλαβεστάτων γυναικῶν μήτε παρά τινος αὐτῶν θεαθέντας. ἀλλὰ μηδὲ προφάσει τῶν περὶ τὴν ὁσίαν πραττομένων, ἃς δὴ μνήμας καλοῦσιν, εἰς τρίτην καὶ ἐννάτην συν-- ιόντες ἡμέραν ἢ ἡνίκα μ ' ἐξήκοιεν ἢ καὶ ἐνιαυτὸς, τὴν εἰς τὰ γυναικεῖα πάροδον ἄνδρες ἐπινοείτωσαν μοναστήρια· ἐξὸν, εἰ μὲν γυναικεῖον εἴη τὸ μοναστήριον, γυναῖκας ἅπαντα πράττειν, εἰ δὲ ἀνδρεῖον, ἄνδρας. κἀκεῖνο μέν γε πᾶσι φυλάττεσθαι βουλόμεθα τρόποις, ὥστε εἰ φανείη τὶς τῶν εὐλαβεστάτων μοναχῶν εἰς τι καπηλεῖον ἀναστρεφόμενος, τοῦτον εὐθὺς παραδίδοσθαι τοῖς τῶν πόλεων ἐκδίκοις ἢ ἐνταῦθα τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, σωφρονίζεσθαί τε διελεγχόμενον καὶ μηνύεσθαι τοῦτο τῷ ἡγουμένῳ, ὥστε αὐτὸν ἐξελαύνειν τοῦ μοναστηρίου τὸν ταῦτα πλημμελήσαντα καὶ τὸν ἐν αἰσχύνῃ βίον τῆς ἀγγελικῆς ταύτης καταστάσεως ἀλλαξάμενον. δεῖ γὰρ διπλοῦν τοῦτο ἔργον τοῖς μοναχοῖς καθεστάναι, ἢ ταῖς θείαις ἐνασχολεῖσθαι γραφαῖς ἢ τὰ μοναχοῖς πρέποντα ἐργόχειρα με- λετᾷν τε καὶ ἐργάζεσθαι. διάνοια γὰρ μάτην σχολάζουσα οὐδὲν ἂν τῶν ἀγαθῶν ἀποτέκοι.