JGR V 12.16
Περὶ μοιχείας καὶ πάσης τῆς κατ᾿ αὐτὴν ἐνοχῆς καὶ ἀγωγῆς.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. λζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ γήμας τὴν ἐπὶ μοιχείᾳ καταδικασθεῖσαν ὑπόκειται τῷ περὶ μοιχείας ἐγκλήματι, οὐ μὴν ὁ παλλακευόμενος αὐτήν.
2
pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ λαβὼν ὑπὲρ μοιχείας τῆς αὐτοῦ γυναικὸς ἐνέχεται τῷ νόμῳ. καὶ ὁ τὴν ἐπὶ μοιχείᾳ φωραθεῖσαν μὴ ἀποπεμψάμενος, οὐ μὴν ὁ ἀνασχόμενος ἁμαρτάνειν αὐτὴν, ἢ μὴ ἀγανακτήσας· ἐπὶ τῷ μύσει. Οὐ καλῶς ὁ μοιχὸς ἀντιτίθησι τῷ ἀνδρὶ, ὡς αὐτοῦ προαγωγοῦ γενομένου τὴν μοιχείαν ἥμαρτεν· οὔτε μὴν μετὰ τὸ κατηγορηθῆναι δύναται τοῦ ἀνδρὸς ὡς προαγωγοῦ ἀντικατηγορεῖν. ἡ δὲ γυνὴ κατηγορουμένη καὶ ἀντιτιθεῖσα τῷ ἀνδρὶ τὴν τῆς προαγωγίας παραγραφὴν ἑαυτὴν μὲν οὐκ ἐλευθεροῖ, δύναται δὲ ὁ δικαστὴς ὁρίζειν κατ᾿ αὐτοῦ ὡς προαγωγοῦ καὶ χωρὶς κατηγόρου. ἐξωτικὸς δὲ περὶ μοιχείας κατηγορούμενος, καὶ ἀντιτιθεὶς τῷ ἀνδρὶ τὸ προαγωγὸν αὐτὸν γενέσθαι, ἑαυτὸν οὐκ ἐλαφρύνει, οὔτε τὸν ἄνδρα ποινῇ ὑποβάλλει.
3
pr.Ἐν δὲ τῷ η ' κεφ. Λέγεται μὲν μοιχεία καὶ ἡ πρὸς παρθένον ἢ χήραν φθορά. καὶ κυρίως μὲν μοιχεία ἐστὶ ἡ τῆς ὑπάνδρου, φθορὰ δὲ τῆς παρθένου καὶ χήρας.
4
pr.Ἐν δὲ τῷ ί κεφ. Ὁ διδοὺς ἐν εἰδήσει τὸν οἶκον αὐτοῦ ἢ τὴν οἴκησιν ἐπὶ τὸ γενέσθαι ἐκεῖ μοιχείαν ἢ φθορὰν πρὸς ἄνδρα ἢ γυναῖκα, καὶ ὁ λαμβάνων τὶ ὑπὲρ μοιχείας τῆς αὐτοῦ γυναικὸς, οἱασδήποτε αἱρέσεώς ἐστιν, ὡς μοιχός τιμωρεῖται.
5
pr.Ἐν δὲ τῷ κγ ' κεφ. Ἐφεῖται τῷ πατρὶ, οὐ μὴν τῷ ἀνδρὶ, πάντα μοιχὸν φονεύειν, πολλῷ δὲ μᾶλλον καὶ ἐνυβρίζειν. φονεύει δὲ ἐν τῷ οἴκ ἐν ᾧ μένει, κἂν μὴ συνοικῇ αὐτῷ ἡ θυγάτηρ· καὶ ἐν τῷ οἴκῳ τοῦ γαμβροῦ, ἐὰν ἐν αὐτῷ τῷ ἔργῳ τῆς μοιχείας αὐτὴν καταλάβῃ. ἀρκεῖ δὲ αὐτὴν ὑπεξουσίαν εἶναι, ὅτε ἐφονεύετο, κἂν ἐν τῷ καιρῷ τοῦ γαμεῖν μὴ ἦν αὐτοῦ ὑπεξουσία. ἀλλαχοῦ δὲ φονεύειν, εἰ μὴ ἔνθα μένει καὶ ἐν τῷ τοῦ γαμβροῦ, οὐ δύναται, οὔτε ἐν ἰδίῳ οἴκῳ ἐν ᾧ μὴ μένει. ἅμα δὲ τοὺς δύο φονεύειν ὀφείλει, οὐ μὴν τὸν μὲν νῦν, τὴν δὲ μεθ᾽ ἡμέρας. εἰ δὲ ἐν ὅσῳ φονεύσει᾿ τὸν μοιχὸν, ἔφυγεν ἡ θυγάτηρ αὐτοῦ μὴ προσποιησαμένου, καὶ ἐπιδιώξας ἐκράτησε μετά τινας ὥρας, παραχρῆμα δοκεῖ φονεύειν.
6
pr.Τῷ δὲ ἀνδρὶ ἔξεστιν ἐν μόνῳ τῷ ἰδίῳ οἴκῳ φονεύειν τὸν μοιχὸν, ἀλλ᾽ οὐ πάντα· ἀλλὰ τὸν προαγωγὸν, καὶ τὸν προεπιδειξάμενον πρώην παιγνικὴν τέχνην, ἢ τὸν ἐν σκηνῇ προελθόντα ἐπὶ τῷ ᾄσαι ἢ ὀρχήσασθαι, καὶ τὸν ἐν δημοσίῳ δικαστηρίῳ καταδικασθέντα καὶ μὴ ἀποκαταστάντα, καὶ τὸν ἀπελεύθερον αὐτοῦ ἢ τῆς γυναικὸς ἢ γονέων ἢ παίδων αὐτῶν, εἰ καὶ μέρος ἐπ᾿ αὐτοῖς ἔχουσιν ἕτεροι, καὶ δοῦλον. Κελεύει δὲ ὁ νόμος τὸν φονεύοντά τινα τῶν εἰρημένων λύειν τὸν πρὸς τὴν γαμετὴν γάμον. Αδιάφορον δέ ἐστιν, εἴτε αὐτεξούσιος εἴτε ὑπεξούσιός ἐστιν ὁ ἀνήρ. Εἴτε προαγωγός ἐστιν ὁ πατὴρ καὶ ὁ ἀνὴρ εἴτε ἄλλως ἄτιμοι, εἴτε καὶ ἡ γυνὴ ἄτιμος, ἔχουσι τὸ δίκαιον τοῦ φονεύειν, κἂν ἄρχων ἐστὶν ὁ μοιχὸς, ἐπὶ μέντοι τῶν γάμων ἐκείνων, ἐφ᾽ ὧν δικαίῳ ἀνδρὸς δύναται κινεῖν.
7
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ἐὰν ὁ ἀνὴρ συσχῇ μοιχὸν, ὃν οὐκ ἐφεῖται φονεύειν ἢ οὐ θέλει, δύναται παρακρατεῖν αὐτὸν ἐπὶ κ ' ὥρας συναπτὰς, καὶ μάρτυρας εἰσάγειν τοὺς ὀφείλοντας ἐν τῇ κατηγορίᾳ μαρτυρῆσαι, ὡς ἐν τῇ μοιχείᾳ συνεσχέθη. εἰ δὲ ἀπολύσει αὐτὸν, οὐκέτι δύναται κρατεῖν αὐτόν. εἰ δὲ ἀποφύγῃ, δύναται ἐπανάγεσθαι καὶ φυλάττεσθαι τὰς κ΄ ὥρας. τὰ αὐτὰ καὶ ὁ πατὴρ τῆς γυναικὸς δύναται ποιεῖν.
8
pr.Συνεστῶτος τοῦ γάμου κατηγορεῖν ἕτερος οὐ δύναται τῆς γυναικὸς, εἰ μὴ πρότερον τοῦ ἀνδρὸς ὡς προαγωγοῦ κατηγορήσει. τὴν μέντοι παρὰ τοῦ ἀνδρὸς ἐγκαταλειφθεῖσαν κατηγορίαν ἀνανεοῦν ἕτερος δύναται.
9
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Ὁ τὴν γυναῖκα καταλαβὼν ἐπ᾿ αὐτοφόρῳ μοιχευομένην, καὶ τὴν μὲν παρακρατῶν, τὸν δὲ μοιχὸν ἀπολύων, ὡς προαγωγός τιμωρεῖται. καὶ ὁ τὴν ἐπὶ μοιχείᾳ ἢ ἐπὶ φθορᾷ παρθένον ἢ χήραν καταδικασθεῖσαν λαμβάνων γαμετὴν, τούτῳ τῷ νόμῳ ὑποπίπτει· οὐ μὴν ὁ τὴν ἐξ ἑτέρου κεφαλαίου τῷ περὶ μοιχείας κατακαδιζομένην. Καὶ ὁ κέρδος διὰ μοιχείαν λαβὼν, εἴτε ἀνήρ ἐστιν εἴτε ἄλλος. ὁ δὲ κατὰ χάριν ἀπολύων οὐχ ὑπόκειται τῷ νόμῳ. Πόρον δὲ λαμβάνει ἀπὸ μοιχείας τῆς αὐτοῦ γυναικὸς ὁ λαμβάνων ἐπὶ τὸ πορνεῦσαι αὐτήν. εἰ δὲ πλημμελεῖν αὐτὴν ἀνέχεται οὐ διὰ πόρον, ἀλλὰ διὰ ῥᾳθυμίαν ἢ ἀμέλειαν ἢ ἀνεξικακίαν ἢ ὠμότητα, οὐχ ὑποπίπτει τῷ νόμῳ, ἀλλὰ τυπτόμενος ἐξορίζεται.
10
pr.Ἐν δὲ τῷ λ ' κεφ. Ἐὰν ὡς κατηγορουμένης τῆς γυναικὸς μὴ δυνηθῇ καὶ τοῦ μοιχοῦ κατὰ τὸν αὐτὸν χρόνον κατηγορῆσαι, καὶ παρέλθῃ ἡ πενταετία, ἢ ἐὰν εἴσω τῆς πενταετίας αἰτιάσηταί τις καὶ μὴ ἐπεξέλθῃ ἢ συμπαίξῃ καὶ παρέλθῃ ἡ πενταετία, καὶ βούληται κατηγορῆσαι ἕτερος, ὑπεξαιρεῖται τῆς πενταετίας ὁ εἰς τὴν πρώτην κατηγορίαν δαπανηθεὶς χρόνος.
11
pr.Αδιάφορον, εἴτε πρῶτον τὸν μοιχὸν φονεῦσαι ', εἴτε τὴν θυγατέρα. εἰ δὲ μόνον τὸν ἕνα φονεύσει, ὑπόκειται τῷ περὶ ἀνδροφόνων νόμῳ, εἰ μὴ τυχηρῶς συνέβη βαρέως τὸν ἕνα τραυματισθέντα διαφυγεῖν.
12
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ἐάν τις καταλάβῃ ἐν νυκτὶ μοιχὸν, ὃν ἔξεστι φονεύειν ἀκινδύνως, καὶ τοῦτον φονεύσῃ, οὐ τιμωρεῖται. εἰ δὲ καὶ παῖδες αὐτοῦ πεισθέντες φονεύσουσιν, ἀνεύθυνοί εἰσιν. εἰ δὲ μὴ κελεύοντος τοῦ νόμου τοῦτο ἐποίησε, συγγινώσκομεν αὐτῷ, ὅτι καὶ ἐν νυκτὶ ἥμαρτε, καὶ ὡς ἀπὸ πεπραγμένου ὀδυνηθεὶς μόνον ἐξορίζεται.
13
pr.Ἐν δὲ τῷ με κεφ. Ὁ μοιχὸς μετὰ πενταετίαν, εἴπερ ἁμαρτηθεῖσα ἡ μοιχεία λέγεται (ἥτις συναπτῶς ἀριθμεῖται) κατηγορεῖσθαι οὐ δύναται.
14
pr.Ἐν δὲ τῷ μθ΄ κεφ. Περὶ τοῦ ἐγκλήματος τῆς μοιχείας συμφωνεῖν οὐκ ἔξεστιν· καὶ ἴσον ἔγκλημα τοῦ κατηγόρου τοῦ τε προδεδωκότος καὶ τοῦ φεύγοντος τὴν τῆς ἀληθείας ζήτησιν οὐκ ἐστίν. ὅστις δὲ ὑπὲρ τῆς εὑρεθείσης ἔλαβε τίμημα, τῇ τιμωρίᾳ τοῦ νόμου τοῦ περὶ μοιχείας κατέχεται.
15
pr.Ἐν δὲ τῷ νη ' κεφ. Εάν τις μοιχείαν ἁμαρτήσῃ πρὸς ἐκείνην, πρὸς ἣν ἐπόρνευσαν ἤδη πολλοὶ, οὐκ ἐγκαλεῖται περὶ μοιχείας.
16
pr.Ἐν δὲ τῷ ἐξγ ' κεφ. Τὴν ἐν ἐργαστηρίῳ προενεχθεῖσαν ποτὲ μὲν ἀκινδύνως, ποτὲ δὲ ἐπικινδύνως μοιχεύει τίς. εἰ γὰρ μόνον δέσποινα ᾖ τοῦ ἐργαστηρίου, ἄλλους ἔχουσα τοὺς ὑπηρετοῦντας τοῖς εἰσιοῦσιν, ἐπικινδύνως ἡ πρὸς αὐτὴν μοιχεία. εἰ δὲ αὐτὴ δ᾽ ἑαυτῆς ὑπηρέτει καὶ τὸν οἶνον παρεῖχε τοῖς πίνουσι, τὸ τηνικαῦτα διὰ τὴν εὐτέλειαν καὶ τὴν δουλικὴν ὑπηρεσίαν οὔτε αὐτὴ οὔτε ὁ μετ᾿ αὐτῆς ἁμαρτήσας μοιχοὶ κρίνονται. οἱ γὰρ νόμοι περὶ τῆς τῶν εὐϋπολήπτων γυναικῶν σωφροσύνης διενοήσαντο, οὐδένα λόγον θέμενοι τῶν οἰκτρῶν καὶ εὐτελῶν γυναικῶν.
17
pr.Ἐν δὲ τῷ ξζ΄ κεφ. Οἱ μοιχοὶ τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν. οἱ δὲ μέσοι καὶ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβήματι γεγονότες τυπτόμενοι διηνεκῶς ἐξοριζέσθωσαν.
18
pr.Γυνὴ ὑπανδρος τῷ ἰδίῳ δούλῳ μοιχευθεῖσα αὐτὴ μὲν τυπτομένη καὶ κουρευομένη ῥινοκοπείσθω, ἀπελαυνομένη δὲ καὶ τῆς πολιτείας, ἐν ᾗ κατοικεῖ, καὶ ἐκ πάσης τῆς οἰκείας ἐκπιπτέτω περιουσίας, καὶ κληρονομείτωσαν αὐτὴν οἱ νόμιμοι παῖδες αὐτῆς ἢ ἐγγίζοντες αὐτῇ ἤ τις ἕτερος, ὃν ὁ νόμος και λεῖ· δυναμένων αὐτῶν διεκδικεῖν καὶ εἴτι ὁ δοῦλος εὑρεθείη λαβὼν ἀπὸ τῆς ὑποστάσεως αὐτῆς. ἔστω δὲ πᾶσιν εὐχέρεια τοῦ κινεῖν κατ᾿ αὐτῆς τοῦτο τὸ ἔγκλημα, καὶ τῇ τάξει τοῦ προσαγγέλλειν. εἰ δὲ καὶ δοῦλος τοιουτόν τι ἀπελέγξει, ὑπὲρ ἐπάθλου γινέσθω ἐλεύθερος, καὶ οἱ παῖδες δὲ αὐτῶν ἐλεύθεροι γινέσθωσαν.
19
pr.Ἀνάγν. καὶ τί. μβ΄ κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ἐὰν ἐπὶ μοιχείᾳ γυναικὸς καταδικασθεὶς ἀγάγωμαι αὐτὴν, εἰ καὶ αὐτὴ κατεδικάσθη, οὔτε ὁ γάμος ἔῤῥωται, ἀλλ᾽ εἰ καὶ κληρονόμον αὐτὴν γράψω ἢ αὐτὴ ἐμὲ, δημεύεται ἡ κληρονομία.
20
pr.Ἀνάγν. βι. ς΄ τί. ιθ ' κεφ. ί, ἐν ᾧ φησιν· Εἴ τις δὲ κατηγορηθεὶς ἐπὶ μοιχείᾳ προδοσίᾳ τῶν δικαστῶν ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ τὰς ἀπὸ τοῦ νόμου ποινὰς ἀποφύγοι, καὶ μετὰ ταῦτα εὑρεθείη τῇ γυναικὶ, περὶ ἧς κατηγορήθη, αἰσχρῶς συναναστρεφόμενος ἢ εἰς γάμον λαμβάνων αὐτὴν, καὶ τοῦτο γένηται ζῶντος τοῦ ἀνδρὸς ἢ καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν, οὐδὲ τὸν γάμον ἔῤῥῶσθαι κελεύομεν, ἀλλὰ καὶ τὸν τοιοῦτο πλημμελῆσαι τολμήσαντα, εἰ καὶ πρότερον διέφυγεν, ὅμως ἄδειαν δίδομεν παντὶ δικαστῇ καὶ συνέχειν αὐτὸν καὶ μετὰ βασάνους ταῖς νομίμοις τιμωρίαις ὑποτιθέναι, μηδεμιᾶς ἄλλης ἀποδείξεως ἢ κατηγορίας δεομένῳ. καὶ τὴν γυναῖκα σωφρονισθεῖσαν καὶ καρεῖσαν μοναστηρίῳ ἐμβληθῆναι κελεύομεν, κἀκεῖ μένειν ἐπὶ ὅλον τὸν χρόνον τῆς οἰκείας ζωῆς. τὴν ἑκατέρου δὲ περιουσίαν κατὰ τὴν προειρημένην τάξιν διαιρεῖσθαι κινδύνῳ, καθὼς προείπομεν, τοῦ τε κόμητος τῶν πριβάτων καὶ τῶν κατὰ τὸν τόπον ἀρχόντων.
21
pr.Ἀνάγν. καὶ βι. ί τί. β΄ κεφ. ζ΄. ἀνάγν. καὶ βι. κη΄ τί. ζ ' κεφ. β΄ ι, ἐν ᾧ φησιν· Εἰ περὶ μοιχείας ὁ ἀνὴρ νομίσοι δύνασθαι τὴν ἑαυτοῦ γαμετὴν ἐλεγχθῆναι, προσήκει τὸν ἄνδρα πρότερον ἐγγράφεσθαι τὴν γυναῖκα ἢ καὶ τὸν μοιχόν· καὶ εἴπερ τὸ τῆς μοιχείας ἔγκλημα φανερῶς ἀποδειχθείη, τηνικαῦτα διαζυγίου διαπεμπομένου κελεύομεν ἐκείνας τὰς ποινὰς τοῖς ἁμαρτάνουσιν ἐπάγεσθαι, ἃς οἱ νόμοι διατυποῦσι· κἀκείνων τὰς ὁμοίας ὑπομενόντων ποινὰς, οἵτινες μέσοι ἢ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβεῖ ἐγκλήματι γεγόνασιν. ἐκ τῆς οὐσίας δὲ τοῦ μοιχοῦ, εἰ ἔχοι γαμετὴν, τὴν προῖκα καὶ τὴν πρὸ γάμου δωρεὰν αὐτῇ περισώζεσθαι, ἢ τὴν ἀπὸ τοῦ ἡμετέρου νόμου μοῖραν, τὸ τέταρτον δηλαδὴ τῆς οὐσίας τοῦ ἁμαρτήσαντος, ὅπερ ταῖς ἀπόροις γυναιξὶ δίδοται, εἰ προικῷα συμβόλαια μὴ παρηκολούθησαν· τὴν δὲ λοιπὴν αὐτοῦ περιουσίαν, εἰ μέν εἰσι κατιόντες ἢ ἀνιόντες, ἕως τρίτου βαθμοῦ λαμβάνειν αὐτοὺς κατὰ τὰς τάξεις καὶ τοὺς βαθμούς· εἰ δὲ μὴ εἰσι τοιοῦτοί τινες, τῷ δημοσίῳ προσκυροῦσθαι ταύτας κελεύομεν· τὴν δὲ μοιχευθεῖσαν γυναῖκα ταῖς προσηκούσαις ὑποβαλλομένην ποιναῖς ἐν μοναστηρίῳ ἐμβάλλεσθαι. καὶ εἰ μὲν εἴσω διετίας ἀναλαβεῖν αὐτὴν ὁ ἀνὴρ βουληθείη, ἐξουσίαν αὐτῷ δίδομεν τοῦτο ποιεῖν καὶ συνοικεῖν αὐτῇ, μηδένα κίνδυνον ἐντεῦθεν εὐλαβουμένῳ, μήτε διὰ τῶν ἐν μέσῳ γινομένων καταβλαπτομένου τοῦ γάμου. εἰ δὲ ὁ προειρημένος χρόνος παρέλθοι ἢ ὁ ἀνὴρ πρὶν ἀναλαβεῖν τὴν γυναῖκα τελευτήσει, κελεύομεν κουρεύεσθαι αὐτὴν καὶ τὸ μοναχικὸν σχῆμα λαμβάνειν, καὶ οἰκεῖν ἐν τῷ μοναστηρίῳ ἐπὶ ὅλον [τὸν] χρόνον τῆς οἰκείας ζωῆς. καὶ εἰ μὲν ἔχει κατιόντας, τὰ δύο μέρη λαμβάνειν αὐτοὺς τῆς περιουσίας αὐτῆς κατὰ τὴν τῶν νόμων διαιρούμενα τάξιν, τὸ δὲ λοιπὸν τρίτον μέρος τῷ μοναστηρίῳ ἐν ᾧ ἐμβάλλεται δίδοσθαι· εἰ δὲ κατιόντες μὴ εἴησαν, ἀλλ᾽ ἀνιόντες εὑρεθῶσι μὴ συμπράξαντες τῷ τοιούτῳ ἀσεβήματι, δ ' οὐγκίας αὐτοὺς κατὰ τὴν τοῦ νόμου διάταξιν διαιρουμένας λαμβάνειν, τὰς δὲ ἡ΄ οὐγκίας δίδοσθαι τῷ μοναστηρίῳ, ἐν ᾧ ἐγκλείεται ἡ τοιαύτη γυνή. εἰ δὲ μήτε κατιόντας μήτε ἀνιόντας ἔχοι, ἢ καὶ ἀνιόντες συνέπραξαν τῇ αὐτῇ ἀσεβείᾳ, πᾶσαν αὐτῆς τὴν οὐσίαν λαμβάνειν τὸ μοναστήριον· ἐκείνου παραφυλαττομένου, ὥστε δι᾽ ὅλων τῶν θεμάτων τῷ ἀνδρὶ τὰ σύμφωνα τὰ τοῖς γαμικοῖς συμβολαίοις ἐμφερόμενα φυλάττεσθαι.