JGR V 12.15
Περὶ μνηστείας καὶ συστάσεως καὶ λύσεως αὐτῆς, καὶ περὶ τῶν ὀνόματι αὐτῆς γινομένων ἀῤῥαβώνων καὶ δωρεῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κη΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Μνηστεία ἐστὶ μνήμη καὶ ἐπαγγελία τῶν μελλόντων γάμων.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Καὶ ψιλῇ συναινέσει γίνεται μνηστεία, καὶ μεταξὺ ἀπόντων, ἐὰν μέντοι γινώσκωσιν οἱ ἀπόντες ἢ δεκτὸν ἡγήσωνται.
3
pr.Ἐν δὲ τὰ δ΄ κεφ. Οἱ συναινοῦντες τῷ γάμῳ καὶ τῇ μνηστείᾳ συναινοῦσιν. ἀεὶ δὲ συναινεῖν ὁ πατὴρ δοκεῖ τῇ θυγατρὶ, εἰ μὴ ῥητῶς ἐναντιοῦται.
4
pr.Ἐν δὲ τῷ ἑ κεφ. Ἡ μανία ἐμποδίζει τὴν μνηστείαν. ἐπιγενομένη δὲ οὐ λύει τὴν συστᾶσαν.
5
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ πατὴρ τῆς ὑπεξουσίας δύναται πέμπειν καὶ μὴ συναινούσης ' διαζύγιον καὶ λύειν τὴν μνηστείαν. εἰ δὲ μετὰ τὴν μνηστείαν αὐτεξουσία γέγονεν ἡ θυγάτηρ, οὐ δύναται λοιπὸν ὁ πατὴρ τὴν ἤδη γενομένην καταλύειν μνηστείαν. ὅθεν κἄν τινα λόγῳ προικὸς ἐπιδέδωκεν ἐν τῇ τοιαύτῃ μνηστείᾳ, οὐδὲ ταῦτα ἀναλαμβάνεσθαι δύναται αὐτεξουσίας ὡς εἴρηται γενομένης τῆς κόρης. μετὰ γὰρ τὴν αὐτεξουσιότητα καὶ τελειότητα ἡ κόρη κατ᾿ οἰκείαν πράττουσα γνώμην καὶ τῷ μνηστευσαμένῳ συναπτομένη πρὸς γάμον προῖκα τὰ ἐπιδοθέντα ποιεῖ, καὶ ἀποπαύει τὸν πατέρα ταῦτα ἀναλαμβάνεσθαι.
6
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ὡς ἐπὶ τῶν γάμων, οὕτω καὶ ἐπὶ τῆς μνηστείας οἱ συναπτόμενοι συναινοῦσι. δεῖ οὖν καὶ τὴν ὑπεξουσίαν συναινεῖν.
7
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ τὸ γινόμενον νοῶν καλῶς μνηστεύεται, τουτέστιν ὁ μὴ ὢν ἥττων τῶν ἑπτὰ ἐτῶν.
8
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Μνηστεύεταί τις παρὼν δι᾽ ἑαυτοῦ καὶ διὰ μέσου καὶ δι᾽ ἐπιστολῆς.
9
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἡ ἄλλῳ μνηστευθεῖσα ἀπαγορεῦσαι τὴν μνηστείαν καὶ ἄλλῳ γαμηθῆναι οὐ κεκώλυται,
10
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁ μνηστευσάμενος κόρην καὶ μὴ συμφωνήσας χρόνον ἐν τῇ μνηστείᾳ ὀφείλει ταύτην, εἰ μὲν ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγει, εἴσω διετίας γαμεῖν· εἰ δὲ ἐν ἀπουσίᾳ, εἴσω τριετίας. εἰ δὲ ὑπερθήσεται, δύναται ἡ κόρη ἑτέρῳ συνάπτεσθαι.
11
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐξ εὐλόγου δὲ αἰτίας καὶ περαιτέρω τετραετίας ὑπερτίθεται ἡ μνηστεία· τυχὸν διὰ νόσον τοῦ μνηστῆρος ἢ τῆς μνηστῆς ἢ θάνατον τῶν γονέων ἢ [διὰ] κεφαλικὰ ἐγκλήματα ἢ μακρὰς ἀποδημίας ἐξ ἀνάγκης γινομένας.
12
pr.Ἐν δὲ τῷ κ ' κεφ. Οὐ χρὴ τοὺς ἄρχοντας ἐξ ἐκείνης τῆς ἐπαρχίας, ἧς ἄρχουσι, μνηστεύσασθαι. εἰ δὲ τοῦτο ποιήσουσιν, ἔξεστι τῇ κόρῃ καὶ τοῖς γονεῦσιν αὐτῆς ἢ ἐπιτρόπαις ἢ κουράτορσι παραιτεῖσθαι τὸν γάμον καὶ κερδαίνειν τοὺς ἀῤῥαβῶνας· τοῦ αὐτοῦ κρατοῦντος καὶ ἐπὶ υἱῶν καὶ ἐκγόνων καὶ συγγενῶν καὶ δομεστίκων καὶ συγκαθέδρων καὶ ἐπὶ πάντων τῶν οἰκείων αὐτοῦ, ἐὰν κατὰ σπουδὴν τοῦ ἄρχοντος ἐμνηστεύσαντο. εἰ μέντοι καὶ μετὰ τὴν ἀρχὴν βούλεται ἡ κόρη συναφθῆναι αὐτῷ, ἔῤῥωται ὁ γάμος.
13
pr.Ἀνάγν, καὶ τί. β΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἀῤῥαβώνων μνηστείας. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Αῤῥαβώνων δὲ ὀνόματι μνηστείας δοθέντων ἐὰν ἐν τῷ μεταξὺ ὁ μνηστὴρ ἢ ἡ μνηστὴ τελευτήσῃ, τὰ δοθέντα κελεύομεν ἀποκαταστῆναι, εἰ μὴ ἄρα αἰτίαν εἰς τὸ μὴ ἐπιτελεσθῆναι τοὺς γάμους τὸ τελευτῆσαν πρόσωπον ἤδη παρέσχεν.
14
pr.Ἐὰν γυνὴ αὐτεξουσία, τελείαν ἄγουσα τὴν ἡλικίαν, ἀῤῥαβῶνας δεξαμένη παραιτήσηται τὸν γάμον, διπλοῦς ἀναδιδότω τοὺς ἀῤῥαβῶνας. εἰ δὲ καὶ ἐλάττων οὖσα συγγνώμην ἡλικίας ᾔτησε καὶ ἀῤῥαβῶνας ἔλαβε, πάλιν τὸ διπλάσιον ἀναδιδότω, ἐὰν δὲ καὶ ἀφῆλίξ ἐστι, καὶ αὕτη συγγνώμην ἡλικίας οὐκ ἤτησεν, αὐτὸ τὸ ἁπλοῦν, ὅπερ ἔλαβεν, ἀποκαταστήσει. εἰ δὲ καὶ πατὴρ κόρης ἢ μήτηρ ἀῤῥαβῶνας ἔλαβεν ὑπὲρ θυγατρὸς τελείας ὄντες ἡλικίας, ἢ πάππος ὑπὲρ ἐκγόνης, καὶ αὐτοὶ εἰς τὸ διπλάσιον κατεχέσθωσαν, εἴπερ δυνάμενον προβῆναι τὸν γάμον παραιτοῦνται ποιῆσαι. εἰ δὲ καὶ ἀνυπόστατος μέλλει ὁ γάμος εἶναι, αὐτοὶ οἱ ἀῤῥαβῶνες ἀναδιδόσθωσαν ἁπλοῖ. εἰ δὲ καὶ μὴ ἦν ἀνυπόστατος ὁ γάμος, δι᾽ εὔλογον δὲ αἰτίαν παραιτοῦνται, εἰ μὲν ᾔδεισαν καὶ πρὸ τῆς μνηστείας τὴν αἰτίαν, ἑαυτοὺς ἐγκαλείτωσαν διὰ τί τὸν τοιοῦτον ἐμνηστεύσαντο· εἰ δὲ ἠγνόουν ἢ πολλάκις ἡ αἰτία μετὰ τὴν μνηστείαν συνέβη, τὸ ἁπλοῦν ἀποδιδόσθω. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τοῦ μνηστῆρος λέγομεν τοῦ τὴν μνηστείαν παραιτησαμένου.
15
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Μνηστείας μεταξύ τινων κατὰ νόμον γινομένης, εἴτε ὁ μνηστὴρ εἰς μοναστήριον εἰσέλθοι, ἀναλαμβανέτω τὰ ὑπὲρ τῆς μνηστείας ἀῤῥαβώνων ὀνόματι δεδομένα· εἴτε ἡ μνηστὴ τὸν μοναχικὸν βίον ἐπιλέξεται, ἐκεῖνα μόνον ἀποδιδότω, ἅτινα ὁμοίως ἀῤῥαβώνων ὀνόματι ἔλαβε· τῆς ποινῆς ἑκατέρῳ μέρει συγχωρουμένης.
16
pr.Ἀνάγν. καὶ τί. γ΄, ἐν ᾧ διαλαμβάνεται περὶ μνηστείας δωρεῶν, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν ὁ ἀνὴρ μὴ ὑποδεξάμενος προῖκα βούληται τὸ ἐν τῇ συνηθείᾳ γινόμενον προῖκα ποιῆσαι τῇ ἰδίᾳ μνηστῇ μελλούσῃ γαμεῖσθαι αὐτῷ, εἰ μὲν δωρήσηται αὐτῇ πράγματα ἰδικῶς καὶ μετὰ ταῦτα δέξηται αὐτὰ παρ᾿ αὐτῆς εἰς προῖκα, καὶ ἡ δωρεὰ τελεία ἐστὶν ὡς πρὸ τοῦ γάμου γενομένη, καὶ ἡ προῖξ συνίσταται ὡς ἐπιδόσεως προελθούσης '. ἐὰν δὲ γράψῃ μόνον ὅτι ὑπεδέξατο προῖκα μηδὲν ὑποδεξάμενος, οὐδεμία ἐστὶν ἀπαίτησις τῶν μὴ ἐπιδοθέντων αὐτῷ πραγμάτων. εἰ γὰρ γαμετῇ τις ἐχαρίσατο, κἂν παρέδωκεν αὐτῇ τὰ δοθέντα, εἰ μὴ ἐπιμείνῃ τῇ αὐτῇ βουλῇ μέχρι τέλους ζωῆς αὐτοῦ, ἐκ μεταμελείας ἀνατρέπεται ἡ δωρεάς.
17
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὅσα ὁ ἀνὴρ δωρεῖται τοῖς γονεῦσι τῆς μνηστῆς ἐπὶ τῷ γενέσθαι τοὺς γάμους, ταῦτα μὴ γενομένων τῶν γάμων ἀναδίδοται αὐτῷ.
18
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἐάν τις γαμετὴν ἔχων ἀπατήσῃ γυναῖκα ἑτέραν ὡς δῆθεν οὐκ ἔχων γαμετὴν, καὶ μνηστεύσηται αὐτὴν καί τινα λόγῳ μνήστρων ἐπαγγείληται αὐτῇ διδόναι καὶ δῷ, μὴ παρακολουθούντων τῶν γάμων οὐ δύναται ταῦτα ἐπαναλαβεῖν. εἰ μὲν γὰρ μνηστεία συνέστη, ὁ δὲ γάμος οὐκ ἐγένετο, χώραν ἐλάμβανεν ἡ τῆς ἀπαιτήσεως ἀγωγή· νῦν δὲ ἡ τοῦ πράγματος αἰσχρότης οὐ συνεχώρησε τὴν μνηστείαν συστῆναι, καὶ ὡς αἰσχρᾶς οὔσης τῆς τοῦ δεδωκότος αἰτίας· δέδωκε γὰρ ἐπὶ παρανόμῳ γάμῳ· ἐπὶ παρανόμων δὲ γάμων οὐ τρακταΐζεται ἀπαίτησις.
19
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐὰν γένηται δωρεὰ ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν γάμων, εἰ μὲν ἐν τῷ οἴκῳ τῷ ἰδίῳ ἦν ἡ γυνὴ, δοκεῖ πρὸς μνηστὴν ἡ δωρεὰ γεγονέναι· εἰ δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς, πρὸς γαμετὴν, καὶ διὰ τοῦτο οὐκ ἔῤῥωται.
20
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἡ γενομένη παρὰ τοῦ πενθεροῦ πρὸς τὴν μνηστὴν τοῦ παιδὸς δωρεὰ οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς ἀναιρεῖται.
21
pr.Ἐν δὲ τῷ ί κεφ. Ἐὰν ὁ μνηστὴρ δωρήσηταί τινα τῇ οἰκείᾳ· μνηστῇ, καὶ ὁ πενθερὸς ἀντιδωρήσηται αὐτῷ τινα, μὴ γενομένων δὲ τῶν γάμων ὁ μνηστὴρ ἀφέληται ἅπερ ἐδωρήσατο, οὐ καλῶς ὁ πενθερὸς τὴν ἰδίαν δωρεὰν ἀνατρέπει, ἀλλὰ μᾶλλον ὀφείλει τὰ ἁρπαγέντα παρὰ τοῦ μνηστῆρος ἀναζητεῖν.
22
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἡ πενθερὰ δύναται δωρεῖσθαι τῷ ἰδίῳ γαμβρῷ ἢ τῷ μνηστῆρι τῆς ἰδίας θυγατρός· κἂν διαλυθῇ ὁ γάμος, οὐκ ἀνατρέπεται ἡ δωρεάς.
23
pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Οἱ προγενέστεροι δανεισταὶ τοῦ ἀνδρὸς, εἰ μὴ ὑποθήκας ἔχουσιν, οὐ δύνανται τὰ τῇ μνηστῇ δωρηθέντα παρ᾽ αὐτοῦ πράγματα ἀποσπᾷν.
24
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Εἴτε αὐτεξούσιοι ὄντες ἀφ᾽ ἑαυτῶν δωρήσονται, εἴτε ὑπεξούσιοι ὄντες συναινέσει τῶν ἐχόντων αὐτοὺς ὑπεξουσίους ὁ ἀνὴρ τῇ γυναικὶ ἢ ἡ γυνὴ τῷ ἀνδρὶ, εἰ μὲν ὁ λαβὼν τὴν δωρεὰν ἐνεπόδισε γενέσθαι τὸν γάμον, πᾶσι τρόποις ἀναδίδοται τῷ μνηστῆρι· ἐὰν δὲ ὁ δωρησάμενος ἐνεπόδισε, πᾶσι τρόποις ἡ δωρεὰ μένει παρὰ τῷ ταύτην δεξαμένῳ προσώπῳ. εἰ δὲ μὴ δέδωκεν ὁ μνηστὴρ, ἐρωτηθεὶς δὲ ἐπηγγείλατο, ἀπαιτείσθω αὐτήν.
25
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ἐὰν ἐφίλησεν ὁ μνηστὴρ τὴν μνηστὴν ἐν τῷ τῆς μνηστείας καιρῷ, καὶ μετὰ τοῦτο ἕνα τῶν ἀμφοτέρων τελευτῆσαι συνέβη, τὸ ἥμισυ τῆς δωρεᾶς ἀνατρέπεται καὶ τὸ ἥμισυ ἔχει ὁ ζῶν. εἴτε γὰρ ὁ μνηστὴρ ἀπέθανε, κατέχει τὸ ἥμισυ τῆς δωρεᾶς ἡ μνηστευθεῖσα, καὶ τὸ ἥμισυ δίδωσι τοῖς ἐκείνου κληρονόμοις· εἴτε αὐτὴ ἡ μνηστὴ ἀποθάνῃ, τὸ ἥμισυ ἀναδίδοται τῷ μνηστῆρι, τὸ δὲ ἕτερον ἥμισυ μένει παρὰ τοῖς κληρονόμοις τῆς γυναικός. φιλήματος δὲ μὴ γενομένου εἴτε ὁ μνηστὴρ τελευτήσει εἴτε ἡ μνηστὴ, πᾶσι τρόποις ἀναδίδοται ἡ δωρεὰ, ἢ τῆς μνηστῆς τελευτησάσης τῷ μνηστῆρι, ἢ τοῦ μνηστῆρος τελευτήσαντος τοῖς κληρονόμοις αὐτοῦ. ταῦτα μὲν περὶ τῶν ἐκ τοῦ μνηστῆρος τῇ μνηστῇ δωρηθέντων. ἐὰν δὲ ἡ μνηστὴ ἐδωρήσατο τῷ μνηστῆρι, καὶ συνέβη ἕνα τούτων τελευτῆσαι, ἀναδίδοται πάντως ἡ δωρεά τουτέστι μὴ ζητούντων ἡμῶν, εἴτε γέγονεν εἴτε μὴ γέγονε φίλημα.
26
pr.Ἀνάγν. καὶ τί. ζ ' κεφ. ιε, ἐν ᾧ φησι· Καὶ ἐπὶ τῇ διαλύσει τῆς μνηστείας δεῖ στέλλεσθαι διαζύγιον, καὶ οὕτω συντίθεται.
27
pr.Ἀνάγν. καὶ βι. δ΄ τί. α΄ κεφ. θ ', ἐν ᾧ φησι· Μνηστείας δὲ μεταξύ τινων γινομένης κατὰ νόμον εἴτε ὁ μνηστὴρ εἰς μοναστήριον εἰσέλθοι, ἀναλαμβανέτω τὰ ὑπὲρ τῆς μνηστείας ἀῤῥαβώνων ὀνόματι δεδομένα, εἴτε ἡ μνηστὴ τὸν μοναχικὸν βίον ἐπιλέξεται, ἐκεῖνα μόνον ἀποδιδότω, ἅτινα ὁμοίως ἀῤῥαβώνων ὀνόματι ἔλαβε, τῆς ποινῆς ἑκατέρῳ μέρει συγχωρουμένης.
28
pr.Ἀνάγν. καὶ βι. ιε τί. β΄ κεφ. ιβ΄, ἐν ᾧ φησιν· Ἐὰν μνηστὴρ μνηστῇ δωρήσηται δοῦλον καὶ πρὸ τοῦ κυριευθῆναι διὰ χρήσεως ὑποδέξηται αὐτὸν ἐν προικὶ, καὶ λυθῇ ὁ γάμος, ἀποκαθίστησιν αὐτόν.
29
pr.Ἀνάγν. καὶ βι. λή τί. θ΄ κεφ. μβ΄, ἐν ᾧ φησιν· Ἐὰν ὁ μνηστὴρ χωρὶς ἀποφάσεως ἐδωρήσατο ἀγροὺς τῇ μνηστῇ, δεσπότης μένει καὶ δύναται αὐτοὺς διεκδικῆσαι.
30
pr.Ἀνάγν. καὶ βι. με τί. δ΄ κεφ. ή΄, ἐν ᾧ φησι περὶ τῶν ἀπὸ μγηστῆρος κερδῶν, ὅτι οὐ προσπορίζονται, ὥσπερ οὐδὲ τὰ ἀπὸ γαμικῆς αἰτίας. εἴρηται δὲ ἐν τῷ περὶ κληρονομίας.]