JGR V 12.14
Περὶ μισθοῦ παιδευτῶν ἤτοι διδασκάλων, φιλοσόφων τε καὶ ἰατρῶν καὶ λοιπῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νδ τί. ιδ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τοῖς παιδευταῖς μόνον τῶν ἐλευθερίων σπουδασμάτων, οἷον ῥήτορσι καὶ γραμματικοῖς καὶ γεωμέτραις καὶ ἰατροῖς καὶ ἰατρίναις, κἂν ἑνὸς μέλους ἰατρείαν ἐπίστανται, οὐ μὴν τοῖς ἐπικαλοῦσιν ἢ ἐξορκίζουσιν (οὗτοι γὰρ οὐκ εἰσιν ἰατροὶ, κἂν ὠφεληθῆναί τινες ἐξ αὐτῶν διαβεβαιῶνται), περὶ μισθῶν ἐξτραορδιναρίως ὁ ἄρχων δικαιοδοτεῖ. οἱ δὲ φιλόσοφοι τοῖς παιδευταῖς οὐ συναριθμοῦνται. τὸ μὲν γὰρ πρᾶγμά ἐστιν ἱερὸν, καταφρονεῖν δὲ χρημάτων ὀφείλουσιν. οὔτε δὲ τοῖς ἐξηγηταῖς τῶν νόμων δικάζει περὶ μισθῶν, διὰ τὸ μὴ ὀφείλειν τὴν τοιαύτην σπουδὴν ἀποτιμᾶσθαι χρήμασιν.