IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Μ

JGR V 12.13

Περὶ μισθώσεως καὶ ἐκμισθώσεως καὶ μισθούντων καὶ μισθουμένων, καὶ ὅτι ἐπὶ τῶν πολιτικῶν οἰκήσεων σιωπηρῶς ὑπόκεινται τᾷ μισθωτῇ τὰ εἰσαχθέντα.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ια τί. α κεφ. δ΄ καὶ βι. ιγ΄ τί. β΄ κεφ. α΄ θέμ. β΄ καὶ βι. ιε΄ τί. γ΄.

2

pr.Καὶ βι. κ΄ τί. α΄, οὗτινος ἐν τῷ ἡ κεφ. θέμ. ε΄ φησίν· Ἐὰν συμφωνηθῇ τοὺς μισθωσαμένους οἶκον ἀβλαβὲς ἔχειν πῦρ, καὶ τυχηρὰ γένηται καῦσις, οὐκ ἐνέχεται ὁ μισθωτός. εἰ δὲ κατὰ ἀμέλειαν αὐτοῦ συνέβη, ἐνέχεται.

3

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ὁ μισθωσάμενος ἀγέλην, οὐκ ἐνέχεται, ἐὰν δειχθῇ, ὅτι χωρὶς ἀπάτης αὐτοῦ λῃσταὶ αὐτὴν ἀφείλοντο. ἀναλαμβάνει δὲ τοὺς μισθοὺς, οὓς ὑπὲρ τοῦ λειπομένου χρόνου δέδωκεν. Ὁ ποιμὴν καὶ ὁ ῥάπτης καὶ ὁ κναφεὺς ἀπὸ ἀμελείας καὶ ἀπειρίας ἐνέχονται.

4

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐὰν συμφωνηθῇ μὴ ἔχειν πῦρ καὶ σχῇ, ἐνέχεται εἰ καὶ κατὰ τύχην ἐμπρησμὸς γένηται. ἕτερόν ἐστιν ὅτε συμφωνηθῇ πῦρ ἔχειν ἀβλαβές.

5

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐὰν συνεφώνησεν ὁ μισθωσάμενος μὴ σχεῖν ἐν τῷ οἴκῳ χόρτον καὶ σχῇ, εἶτα δοῦλος αὐτοῦ ἢ ξένος εἰσαγάγῃ πῦρ καὶ καύσῃ, χώρα τῇ περὶ τοῦ συμφώνου ἀγωγῇ.

6

pr.Εἰ δὲ καὶ ἁμαξάριος φιλονεικῶν προλαβεῖν στρέψῃ τὴν ἅμαξαν καὶ κλάσῃ τὸν δοῦλον ', ἐνέχεται τῇ περὶ τῆς μισθώσεως ἀγωγῇ.

7

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐὰν λάβῃ τὶς ἐπὶ τῷ ἐγκλεῖσαι ἢ γλύψαι λιθέαν καὶ κλασθῇ, εἰ μὲν ἐξ ἀπειρίας τοῦ τεχνίτου, χώρα τῇ [περὶ] τῆς μισθώσεως ἀγωγῇ· εἰ δὲ ἀπὸ αἰτίας τῆς ὕλης, οὐκ ἐνέχεται, εἰ μὴ τὸν κίνδυνον ἀνεδέξατο. Ἐὰν μυόβρωτον γένηται τὸ δοθὲν τῷ κναφεῖ, χώρα τῇ περὶ τῆς μισθώσεως ἀγωγῇ. καὶ ἐὰν ἑτέρῳ τὸ ἑτέρου παράσχῃ ἢ ἄλλο παλαιὸν, κἂν ἐν ἀγνοίᾳ.

8

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν ἀνεχομένου τοῦ δεσπότου μετὰ περαίωσιν τοῦ χρόνου [δ] μισθωτὸς ἐπιμείνῃ, καὶ χωρὶς ῥημάτων ἢ γραμμάτων ἀνανεοῦται τὸ συνάλλαγμα, ὡς ἀπὸ νέας συναινέσεως. ὅθεν ἐὰν ἐν τῷ μεταξὺ τελευτήσῃ ἢ μανῇ ὁ δεσπότης, οὐκ ἀνανεοῦται.

9

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Πᾶσαν βίαν, ἧτινι οὐ δυνατὸν ἀντιστῆναι, ὁ δεσπότης ἐπιγινώσκει, οἷον τὴν ἀπὸ τῶν ποταμῶν ἢ γεράνων ἢ ψάρων ἢ κολοιῶν ἢ τῶν ὁμοίων, ἢ ἐπιδρομῆς πολεμίων, ἢ ἐὰν ἀπὸ ὀλίσθου πάντες ἀρθῶσιν οἱ καρποί. οὔτε γὰρ πρὸς τῇ ζημίᾳ τοῦ σπόρου καὶ τὸν μισθὸν δίδωσιν ὁ μισθωτός. ὁμοίως ὁ μισθώσας ἐπιγινώσκει τὴν ἀπὸ τῆς ἐρυσίβης εἰς τὴν ἐλαίαν ζημίαν, καὶ τὴν ἀπὸ τοῦ ἀήθους καύσωνος, καὶ τὸ παρὰ τῶν παριόντων στρατιωτῶν καὶ κατὰ βλακείαν ἀφαιρεθὲν, καὶ ἐὰν σεισμῷ ὁ ἀγρὸς ἀπόληται, ὥστε μηκέτι ὑπεῖναι. Εἰ δὲ καὶ ὁ γεωργηθεὶς ἀγρὸς ἄφνω καυθῇ, οὐ δίδοται τὸ μίσθωμα. τὰ δὲ ἀπὸ αἰτίας τοῦ πράγματος συμβαίνοντα πρὸς ζημίαν εἰσὶ τοῦ μισθωτοῦ· τυχὸν ἐὰν οἶνος ὀξίσῃ, ἢ ἄγρωστις ἢ ἄλλη βοτάνη βλάψῃ, ἢ ὀλίγοι γένωνται καρποί. ἐπιγινώσκει δὲ καὶ τὰ κατὰ συνήθειαν συμβαίνοντα· καὶ διὰ τὴν παλαιότητα τῶν ἀμπέλων οὐ συγχωρεῖται. Ἐάν τις ἑνὶ ἐνιαυτῷ συγχωρήσῃ τῷ μισθωτῷ διὰ τὴν ἀφορίαν, καὶ εὐφορία ἐν τοῖς ἑξῆς ἐνιαυτοῖς γένηται, λαμβάνει τὸ συγχωρηθέν. τοῦτο γὰρ καὶ ἐπὶ ἐμφυτευτικοῦ ἐστι, κἂν ὁ δεσπότης χρήσηται ῥήμασι δωρεᾶς. οὐ γάρ ἐστι δωρεὰ, ἀλλὰ διάλυσις. εἰ δὲ ἐν τῷ ὑστέρῳ ἐνιαυτῷ γέγονεν ή ἀφορία καὶ ἡ συγχώρησις τῶν πρώτων εὐφορησάντων, ἐὰν οἶδεν ὁ μισθώσας, οὐ συλλογίζεται.

10

pr.Εἰ καὶ ἐν ἀγνοίᾳ μισθώσω πίθους κεκλασμένους καὶ ἐκχυθῇ ὁ οἶνος, εἰς τὸ διαφέρον ἐνέχομαι. εἰ δὲ τόπον εἰς βοσκὴν μισθώσω καὶ ἐκ τῶν ἐν αὐτῷ κακῶν βοτανῶν βλαβῶσιν ἢ φθαρῶσι τὰ θρέμματα, εἰς τὸ διαφέρον ἐνέχομαι. εἰ δὲ ἠγνόουν, οὐκ ἀπαιτῶ τὸν μισθόν. Ἐὰν δίαιταν εἰς ἐνιαυτὸν μισθωσάμενος ὅλον παράσχω τὸν μισθὸν, καὶ πέσῃ ἢ καυθῇ τῷ ἕκτῳ μηνὶ, ἀναλαμβάνω τὸ λοιπὸν, οὐ διὰ τοῦ ἐπὶ τοῖς μὴ χρεωστουμένοις λόγου, ἀλλὰ διὰ τῆς κατὰ τοῦ μισθώσαντος ἀγωγῆς. οὐ γὰρ κατὰ πλάνην, ἀλλ᾽ ἐν προχρείᾳ δέδωκα. ὡς εἴγε τὶς χρεωστῶν ι νομίσματα κατὰ πλάνην παράσχῃ ιε΄, οὐκ ἔχει τὴν κατὰ τῆς μισθώσεως ἀγωγὴν, ἀλλὰ μόνον τὸν ἐπὶ τοῖς μὴ χρεωστουμένοις λόγον. Ἐὰν νοτάριος ἐπὶ μισθῷ παραμείνῃ μοι καὶ πρὸ τοῦ χρόνου ἀποθάνω, χρεωστεῖται τὸν μισθὸν τοῦ ἐνιαυτοῦ, εἰ μὴ ἐν αὐτῷ τῷ ἐνιαυτῷ μισθὸν ἔλαβε παρ᾽ ἑτέρου.

11

pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὡς ἡ πρᾶσις καὶ ἡ μίσθωσις συνίσταται ὑπὸ αἵρεσιν, οὐ μὴν καὶ δωρεᾶς χάριν.

12

pr.Φυσικῶς καὶ ἐν τῇ πράσει καὶ ἀγορασίᾳ καὶ τῇ μισθώσει περιγράφομεν ἀλλήλους ἐν τῷ ποσῷ· καὶ οὐκ ἐκ τούτου ἀνατρέπεται ἡ μίσθωσις, εἰ μὴ γέγονε δόλος.

13

pr.Ἐν δὲ τῷ κα κεφ. θέμ. β΄. Ὁ μισθωτὸς πρὸ τῆς πενταετίας ἐκβαλλόμενος παραχρῆμα περὶ πάσης τῆς πενταετίας ἐνάγει, εἰ καὶ ἀνέχεται αὐτὸν ὁ δεσπότης εἰς τοὺς ἑξῆς ἐνιαυτοὺς νεμηθῆναι. εἰ γὰρ ὑπῆλθεν ἑτέραν μίσθωσιν, καὶ πρὸς τὰς δύο ἱκανὸς οὐκ ἐστὶν, αὐτὸς μὲν οὐ δίδωσι τὸ μίσθωμα, λαμβάνει δὲ τὸ διαφέρον. εἰ δὲ πρὸς ὀλίγας ἡμέρας ἐκωλύθη καὶ οὐδὲν ἐβλάβη, οὐδὲν κουφίζεται. Κινεῖται ἡ κατὰ τοῦ μισθώσαντος ἀγωγὴ καὶ ἔνθα μὴ φυλάττει τὰ συμφωνηθέντα ὁ μισθώσας, ἢ κωλύει νεμηθῆναι τὸν μισθωτὸν, ἢ ἕτερος δυνάμενος ὑπὸ τοῦ μισθώσαντος κωλύεσθαι.

14

pr.Ἐν δὲ τῷ κδ ' κεφ. Ὁ μισθώσας ἀγρὸν ἢ οἶκον ἐὰν ἐκποιήσῃ αὐτὸν, ὀφείλει συμφωνεῖν μετὰ τοῦ ἀγοραστοῦ φυλάττειν τὴν μίσθωσιν· ἐπείτοιγε κωλυόμενοι κινοῦσι κατ᾿ αὐτοῦ τὴν διὰ τὴν μίσθωσιν ἀγωγήν.

15

pr.Ἐν δὲ τῷ κέ κεφ. Αμέλεια τοῦ μισθωτοῦ ἐστιν, ἐὰν δι ἔχθραν αὐτοῦ ὁ γείτων ἐκκόψῃ τὰ δένδρα. αὐτὸς μέντοι ἐκκόπτων ὑπόκειται πρὸς τῇ ἐπὶ τῇ μισθώσει ἀγωγῇ καὶ [τῇ] περὶ τῶν δένδρων τῶν κλοπιμαίως ἐκτεμνομένων ἀγωγῇ, καὶ τῇ περὶ βίας ἢ λάθρα.

16

pr.Ἐν δὲ τῷ κς ' κεφ. Ὁ ἐπὶ χρήμασι μισθωσάμενος τὴν συμβαίνουσαν τοῖς καρποῖς ἄμετρον βλάβην ἐκ τῆς λεγομένης θεομηνίας οὐκ ἐπιγινώσκει, ἀλλὰ τὴν μετρίαν. ὁ δὲ τοὺς καρποὺς μεριζόμενος μισθωτὸς, ὡσανεὶ δικαίῳ κοινωνίας καὶ τὸ κέρδος καὶ τὴν ζημίαν συμμερίζεται τῷ δεσπότῃ.

17

pr.Ἐν δὲ τῷ λγ΄ κεφ. Ἐὰν μισθώσωμαι βαλανεῖον ἐπὶ τῷ λοῦσαι ἐνιαυτὸν, καὶ καυθῇ ἢ πέσῃ τῷ τρίτῳ μηνὶ, τοῦ λειπομένου χρόνου τὸν μισθὸν ἀναλαμβάνω. Ὁ μισθωσάμενος ἄλογον ἐπὶ τῷ βαστάσαι τὶ δῆλον καὶ βαρύτερον ἐπιθεὶς, βλαπτομένου αὐτοῦ ἐνάγεται τῇ περὶ τῆς μισθώσεως ἀγωγῇ, ὅστις δήποτε εἰ ἔβλαψε. καὶ τῷ ἀκουϊλίῳ δὲ χώρα κατὰ μόνου τοῦ ἀκολουθοῦντος τὸ ἄλογον.

18

pr.Ἐν δὲ τῷ λη ' κεφ. Ὁ μισθώσας τὰς ἰδίας ὑπηρεσίας καὶ μὴ ἐμποδίσας ἐργάσασθαι τοῦ χρόνου παντὸς λαμβάνει τὸν μισθόν. Καὶ ὁ συνήγορος μὴ ἐμποδίσας τῇ διαγνώσει οὐκ ἀναδίδωσι τὸ μίσθωμα.

19

pr.Ἐν δὲ τῷ μ΄ κεφ. Ὁ λαβὼν μισθὸν ἐπὶ φυλακῇ πράγματος ἐγκινδυνεύει περὶ τὴν αὐτοῦ φυλακὴν χωρὶς τῆς ἐξ ἑτέρου γινομένης εἰς αὐτὸ βλάβης· εἰ μὴ ἄρα ἠδύνατο φυλαχθῆναι. εἰ δὲ καὶ αὐτὸς ὁ φύλαξ βλάψει αὐτὸ, ἐνέχεται.

20

pr.Ἐν δὲ τῷ με κεφ. Ὁ μισθωσάμενος κινητὸν ἢ αὐτοκίνητον καὶ μὴ ἀποδιδοὺς αὐτὸ, τῷ ἐνδίκῳ ὅρκῳ ὑπόκειται.

21

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Ἐὰν χωρὶς αἰτίας καταλίπῃ τὸν ἀγρὸν ὁ μισθωτὸς πρὸ συμπληρώσεως τοῦ χρόνου, δίδωσιν ὅλου τοῦ χρόνου τὸν μισθὸν, ἐφ᾽ ὅσον διαφέρει τῷ μισθώσαντι.

22

pr.Ἐν δὲ τῷ νθ΄ κεφ. Ἐὰν χωρὶς συμφώνου φυτεύσας ὁ μισθωτὸς πλείονα περιποιήσῃ πρόσοδον, λαμβάνει τὰς δαπάνας ἢ συλλογίζεται εἰς τὸ μίσθωμα.

23

pr.Ἐν δὲ τῷ ξς΄ κεφ. Οὐδεὶς κεκώλυται τὸν ἀγρὸν, ὃν ἐπὶ τῷ καρπώσασθαι ἐμισθώσατο, πάλιν καὶ αὐτὸς ἄλλῳ μεταμισθῶσαι.

24

pr.Ἐν δὲ τῷ ξζ΄ κεφ. Ὁ μισθωσάμενος ἐπί τινα χρόνον καὶ μετὰ τὴν τοῦ χρόνου συμπλήρωσιν ἐπιμείνας δοκεῖ καὶ ἄλλον ἐνιαυτὸν ἐπιμισθοῦσθαι. ὁ δὲ ἐγγυητὴς αὐτοῦ ἅμα τῷ συγχωρηθῆναι τὸν χρόνον τῆς μισθώσεως, οὐκέτι κατέχεται, εἰ μὴ ἄνωθεν μισθώσηται καὶ ὑποπέσῃ αὖθις ὁ ἐγγυητής.

25

pr.Ἐν δὲ τῷ ξη΄ κεφ. Ἡ διάταξις βούλεται τὴν ἀπὸ τοῦ οὐρανοῦ γενομένην ἀφορίαν μὴ τῷ μισθωτῷ κινδυνεύεσθαι, ἀλλὰ τῷ δεσπότῃ· εἰ μὴ τὸ ἐναντίον συμπεφώνηται ἢ τὸ ἔθος τοῦ κλίματος τοῦτο βούλεται. χρὴ μέντοι πρὸς τὰς γενομένας ἤδη εὐφορίας τὴν συμβᾶσαν ἀφορίαν ἀναλογισθῆναι, καὶ οὕτως ἐπικουφισθῆναι τὸν μισθωτὸν μετὰ τὰς εὐφορίας τὴν ἀπομένουσαν βλάβην.

26

pr.Ἐν δὲ τῷ ξθ΄ κεφ. Εάν τις πωλήσῃ ἀγρὸν ἔχων ἐν αὐτῷ μισθωτὸν, οὐκ ἀναγκάζεται ὁ ἀγοραστὴς συγχωρῆσαι τῷ μισθωτῷ μένειν ἐν τῷ ἀγρῷ, εἰ μὴ ἄρα ἐπὶ τοιούτῳ συμφώνῳ ἠγόρασεν.

27

pr.Ἐν δὲ τῷ οε΄ κεφ. Ἐφ᾽ ὅσον ὁ τῆς μισθώσεως παρεκτείνεται χρόνος, οὐ δύναται ὁ δεσπότης αὐξῆσαι τὸν κανόνα ἢ ἐκβάλλειν τὸν μισθωσάμενον. τοῦ δὲ χρόνου παραδραμόν τος δύναται τοῦτο ποιεῖν, εἰ μὴ ἄρα ἀνενεώθη ἡ μίσθωσις ἢ ῥητῶς ἢ σιωπηρῶς.

28

pr.Ἐν δὲ τῷ πα΄ κεφ. Οὐ δύναταί τις διὰ τοῦτο μόνον ἐκβάλλειν τὸν μισθωσάμενον, ὅτι ἦλθεν ἕτερος πλείονα μισθὸν ἐπαγγελλόμενος παρασχεῖν.

29

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Στρατιώτης οὔτε μισθωτὸς οὔτε διοικητὴς μισθωτοῦ δύναται γενέσθαι, οὐδὲ ἐγγυητὴς ἢ μανδάτωρ, ἵνα μὴ καὶ αὐτὸς ἀπησχόληται περὶ ταῦτα, καὶ βαρύς ἐστι τοῖς γειτνιῶσιν ἐκ τοῦ τῆς ζώνης προνομίου.

30

pr.Ἐν δὲ τῷ φβ΄ κεφ. Οἱ μισθωσάμενοι πρᾶγμα καὶ μετὰ τὴν συμπλήρωσιν τῆς μισθώσεως μὴ ἀποκαθιστῶντες πρὸ καταδίκης, ἀλλ᾽ ἀναμένοντες ἄχρι αὐτοτελοῦς ἀποφάσεως, καὶ τὸ πρᾶγμα ἀποδιδότωσαν καὶ καταβαλλέτωσαν ἔξωθεν τὴν τοῦ πράγματος διατίμησιν.

31

pr.Ἐν δὲ τῷ φγ ' κεφ. Ἑκατέρῳ ἡ διάταξις ἐπιτρέπει, καὶ τῷ μισθώσαντι καὶ τῷ μισθωσαμένῳ, ἐξεῖναι ἐντὸς ἐνιαυτοῦ λύειν τὴν μίσθωσιν καὶ ἐν ἰταλίᾳ καὶ ἐν πάσαις ταῖς ἐπαρχίαις· καὶ μηδὲ διδόναι πρόστιμον ὡς ἐκ παραβασίας, εἰ μὴ ἐν ἀρχῇ τοῦ συναλλάγματος ἀπετάξαντο ἰδικῶς τῷ τοιούτῳ συμφώνῳ ἢ ἀγράφως ἀπεῖπον.

32

pr.Ἀνάγν. καὶ βι. κε΄ τί. β΄ κεφ. λγ ' καὶ κεφ. ξα, ἐν ᾧ φησι· Τὰ εἰσαχθέντα πράγματα ὑπὸ τοῦ μισθωσαμένου ὑπόκεινται. οὐ μόνον ἐν ἑκατέρᾳ ῥώμῃ, ἀλλὰ καὶ ἐν πάσαις ταῖς ἐπαρχίαις τὰ αὐτὰ κρατεῖν βουλόμεθα.

33

pr.Ἀνάγν. καὶ βι. λ΄ τί. α΄ κεφ. μγ΄ καὶ βι. νε΄ τί. ἡ καὶ θ΄, ἐν οἷς φησι περὶ πατριμοναλίων μισθωτῶν.

34

pr.Ἀνάγν. καὶ βι. νς΄ τί. α΄ κεφ. ή θέμ. γ ' καὶ βι. νή τί. ιη, ἐν ᾧ φησι περὶ ὑπερῴου κειμένου ἐν τῷ μισθωθέντι ἐδάφει.