JGR V 19.2
Περὶ ταβλιζόντων ἐκκλησιαστικῶν προσώπων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. γ΄ τί. α κεφ. ιθ΄, ἐν ᾧ φησιν· Απαγορεύομεν δὲ τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις καὶ ὑποδιακόνοις καὶ ἀναγνώσταις καὶ παντὶ ἄλλῳ οἱῳδήποτε εὐαγοῦς τάγματος ἢ σχήματος καθεστῶτι ταβλίζειν ἢ τῶν ταῦτα παιζόντων κοινωνοὺς ἢ θεωρητὰς γίνεσθαι, ἢ εἰς οἱανδήποτε θέαν τοῦ θεωρῆσαι χάριν παραγίνεσθαι.