JGR V 20.15
Περὶ ὑποφθορᾶς ἀντιδίκων, καὶ τίνες δύνανται αὐτοὺς ὑποφθείρειν καὶ τίνες οὐ δύνανται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ ' τί. κς κεφ. ς, ἐν ᾧ φησιν· Αντὶ ἐλεγχθέντος ἐστὶν ὁ τὸν κατήγορον ὑποφθείρας, χωρὶς τῶν δι᾽ αἵματος ἐχόντων τὴν καταδίκην.
2
pr.Ἀνάγν. καὶ τί. νγ ' κεφ. α΄΄, ἐν ᾧ φησιν· Ἐν τοῖς ἔχουσι θάνατον τὴν καταδίκην ἔξεστι τῷ ἐναγομένῳ ὑποφθείρειν τὸν ἀντίδικον. καὶ κεφ. β΄.
3
pr.Ἀνάγν. καὶ βι. νς τί. β΄ κεφ. κς΄, ἐν ᾧ φησιν· Ὁ ὑποφθείρας τὸν μηνυτὴν ἀντὶ ἡττηθέντος ἐστίν. τοῦτο γὰρ κρατεῖ ἐπὶ τῶν τοῦ δημοσίου δικῶν. ἡ δὲ τιμωρία αὕτη κατὰ κληρονόμων αὐτοῦ οὐχ ἁρμόζει. οὔτε γὰρ αὐτὸς, εἰ μὴ καταδικασθῇ, περὶ τούτου ὑπόκειται. ἐξ ὑποφθορᾶς δὲ ἡττηθέντος τοῦ μηνυτοῦ καλῶς ὁ δημόσιος ἀνανεοῖ τὴν δίκην.