IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Υ

JGR V 20.14

Περὶ ὑποφθορᾶς καὶ ὑπονοθεύσεως δούλων τε καὶ σεμνῶν γυναικῶν, καὶ περὶ τῶν ὑποδεχομένων φυγάδα δοῦλον.

Abrir no leitor do IusCommune →

1

pr.Ανάγν. βι. ξ΄ τί. ς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ δοῦλον ἀλλότριον ὑποδεξάμενος ἢ κατὰ δόλον αὐτῷ συμβουλεύσας, ἐφ᾽ ᾧ χείρονα αὐτὸν ποιῆσαι, εἰς τὸ διπλοῦν ἐνάγεται. Ὁ ὑποδεξάμενος ἐπὶ τῷ ἀποκρύψαι ἐν ἰδίῳ ἢ ἀλλοτρίῳ τόπῳ ἐνάγεται. Συμβουλεύει δὲ ὁ συνωθῶν καὶ ἀναγκάζων ἑαυτῷ πεισθῆναι. Εἴτε δὲ τὸν καλὸν ὑποφθείρει εἴτε τὸν κακὸν χείρονα ποιήσει, ἐνέχεται. τυχὸν γὰρ τῷ ' πάντως μέλλοντι κλέπτειν ἢ φεύγειν τρόπον ὑπέθετο, ἢ τὸν σκοπὸν ἐπῄνει. Ὑποφθείρει ὁ συμβουλεύων δούλῳ ζημιῶσαι ἢ κλέψαι ἢ φυγεῖν ἢ ὑπονοθεῦσαι δοῦλον ἀλλότριον, ἵνα τὸ πεκούλιον δαπανήσῃ, ἢ ἐρωτικὸς γένηται ἢ ῥεμβὸς ἢ κακότεχνος ἢ θεωρητὴς ἄγαν ἢ στασιαστὴς, ἢ ἵνα τοὺς δεσποτικοὺς ἀπαλείψῃ λογισμοὺς ἢ πλαστεύσῃ ἢ φυράσῃ·

2

pr.Ἢ γενέσθαι ἄσωτον ἢ καταφρονητὴν ἢ αἰσχρουργηθῆναι.

3

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ δολερῶς ὑποδεξάμενος ἐνέχεται, οὐ μὴν ὁ διὰ τὸ ἀποδοῦναι τῷ δεσπότῃ, ἢ δι᾽ ἕτερον δίκαιον λογισμόν.

4

pr.Ἐν δὲ τῷ δ ' κεφ. Εἰ καὶ νομίζει τὶς ἐλεύθερον εἶναι ὃν ὑποφθείρει, ἐνέχεται. Ἡ περὶ δούλου ὑποφθορᾶς ἀγωγὴ κατὰ τοῦ συνομολο- αγωγη γοῦντος εἰς τὸ διπλοῦν ἁρμόζει, ὁ δὲ ἀκουΐλιος κατὰ μόνου τοῦ ἀρνουμένου. Ὀνόματι δούλου καὶ δούλης ὑπονοθευσάντων νοξαλία κινεῖται.

5

pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Διπλασιάζεται τὸ μειωθὲν τίμημα τοῦ ὑποφθαρέντος, καὶ κατάγεται εἰς τὴν περὶ ὑποφθορᾶς δούλου ἀγωγὴν ὅσα ὑφείλετο, καὶ πᾶσα ζημία διπλασιάζεται, εἰ καὶ μὴ ἦλθεν εἰς τὸν ὑποφθείραντα τὰ πράγματα.

6

pr.Τὰ δὲ μετὰ ταῦτα κλαπέντα οὐκ ἀποτιμῶνται.

7

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἡ περὶ ὑποφθορᾶς δούλου ἀγωγὴ κληρονόμοις ἁρμόζει, οὐ μὴν κατὰ κληρονόμων, καὶ διηνεκής ἐστι.

8

pr.Παίδων ὑπεξουσίων ὑποφθαρέντων οὐχ ἁρμόζει ἡ περὶ ὑποφθορᾶς δούλου ἀγωγή· χρηματικὴν γὰρ εἶναι δεῖ τὴν ζημίαν· ὅμως μέντοι καὶ περὶ αὐτῶν οὐτιλίως ἁρμόζει, καὶ ἀποτιμᾶται ὀφφικίῳ τοῦ δικαστοῦ. Οὐ δίδοται ἔξωθεν τοῦ πράγματος τὸ διπλοῦν· ἡ γὰρ ζημία διπλ [ασι] άζεται. Ἐὰν συμβουλεύσῃς δούλῳ μου κλέψαι παρὰ πέτρου, οὐ μόνον εἰς ὃ γέγονε χείρων καταδικάζῃ, ἀλλὰ καὶ εἰς ὃ παρασχεῖν ἀναγκάζομαι πέτρῳ. Τὸ αὐτὸ κἂν συμβουλεύσῃς αὐτῷ ζημιῶσαί τινα.

9

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ὑποφθείρει δοῦλον ὁ συμβουλεύων αὐτῷ τοῦ δεσπότου καταφρονεῖν.

10

pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Ἐὰν τοῦ εἰωθότος δούλου διοικεῖν ἢ δανείζειν τὰ δεσποτικὰ χρήματα λόγον ποιοῦντος μετὰ τὸ ἐλευθερωθῆναι εὑρεθῇ χρήματα δαπανήσας μετὰ γυναικὸς, ἁρμόζει κατ᾿ αὐτῆς ἡ περὶ ὑποφθορᾶς δούλου ἀγωγὴ καὶ ἡ περὶ κλοπῆς, περὶ ὧν πρὸς αὐτὴν ὁ δοῦλος ἀπηγάγετο.

11

pr.Ἐν δὲ τῷ ιη ' κεφ. Ὁ τὸν ἀλλότριον δοῦλον ὑπονοθεύσας μόνον ἐπὶ τῷ φυγεῖν κατέχεται εἰς εἴ τι χείρων γέγονε τοῖς τρόποις. ὁ δὲ μετὰ τὴν φυγὴν ὑποδεξάμενος καὶ κρύψας αὐτὸν τῇ περὶ κλοπῆς ἀγωγῇ εἰς τὸ διπλοῦν κατέχεται.

12

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ἐάν τις συνεβούλευσε τῷ δούλῳ τῷ ἀλλοτρίῳ κλέψαι τινὰ παρὰ τοῦ δεσπότου καὶ χρήσασθαι φυγῇ, ἐπαγγειλάμενος ὑποδέχεσθαι αὐτόν· ὁ δὲ δοῦλος ἀνήγαγε τῷ δεσπότῃ, καὶ κατὰ κέλευσιν αὐτοῦ πράγματα λαβὼν ἀπῆλθε πρὸς τὸν ὑπονοθεύσαντα· ἁρμόζει κατ᾿ αὐτοῦ καὶ ἡ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγὴ, καὶ ἡ κατὰ τῶν ὑποφθειρόντων τὸν δοῦλον ἤτοι τοὺς ἀγαθοὺς τρόπους αὐτοῦ. οὐ δεῖ γὰρ ἀτιμωρήτους εἶναι τὰς τοιαύτας τῶν ἀνθρώπων ἐγχειρήσεις.

13

pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ τὸν φυγάδα δοῦλον κρύπτων κλέπτης ἐστί. Καὶ προστιμῶνται οἱ οἰκονόμοι καὶ προκουράτορες τῶν κτητόρων καὶ ὑποδεχόμενοι ἢ κρύπτοντες αὐτόν. Ὁ τὸν φυγάδα εἴσω κ ' ἡμερῶν τοῦ εὑρεῖν αὐτὸν ἐν τῷ ἰδίῳ ἀγρῷ τῷ δεσπότῃ διδοὺς ἢ τῇ τάξει συγγινώσκεται. Ὁ κρατῶν φυγάδα δοῦλον δημοσίᾳ παραγέτω, καὶ ὁ στρατηγὸς ἀσφαλῶς αὐτὸν φυλαττέτω διὰ τὸ μὴ φυγεῖν.

14

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ὁ τὸν φυγάδα ὑποδεξάμενος ἀποδίδωσιν αὐτὸν μετὰ ἑτέρου ὁμοίου αὐτοῦ, ἢ κ΄ νομίσματα· εἰ δὲ ὑπεδέξατο αὐτὸν μετὰ ἄλλων δύο ἢ τριῶν οἰκετῶν, ἀναδιδότω αὐτὸν καὶ ἄλλους δύο ἢ τρεῖς δούλους, ἤτοι μ ' ἢ ξ΄ νομίσματα. εἰ δὲ ἀτελὴς τὴν ἡλικίαν ἐστὶν, οἱ ἐπίτροποι ἢ οἱ κουράτορες τὴν ποινὴν παρεχέτωσαν. εἰ δὲ ἄπορός ἐστιν ὁ ὑποδεξάμενος, σωφρονιζέσθω. εἰ δὲ ἐψεύσατο ὁ δοῦλος, εἰπὼν ἑαυτὸν εὐγενῆ, καὶ ἐπὶ μισθῷ εἰργάσατο παρά τινι, ἀνεύθυνός ἐστιν ὁ ἐν ἀγνοίᾳ δεξάμενος αὐτόν. χρὴ δὲ βασανίζεσθαι τὸ ἀνδράποδον, ἵνα γνῶμεν, μή τι ἐξ ὑποθήκης τοῦ δεσπότου ἔφυγεν. καὶ ἐὰν τοῦτο ἐλεγχθῇ, ἀποστερεῖται ὁ δεσπότης τοῦ δούλου, καὶ λαμβάνει αὐτὸν ὁ δημόσιος.

15

pr.Ἐν δὲ τῷ ι ' κεφ. Ἐάν τις τὰ πολιτικὰ ἀνδράποδα τέχνας ἐπιστάμενα ὑπονοθεύσῃ, καὶ μετὰ ἄλλου δούλου ἀποδώσει καὶ μετὰ ιβ΄ νομίσματων. ὁμοίως [δὲ] εἰ καὶ ἀπελεύθερον πολιτικὸν τεχνίτην ὑφείλετό τις, καὶ μετὰ ἄλλου δούλου καὶ μετὰ ιβ΄ νομισμάτων αὐτὸν ἀποδώσει.

16

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Πολλάκις τὶς ὑποδεξάμενος φυγάδα καὶ βουλόμενος φυγεῖν τὴν ἀπὸ τῶν διατάξεων τιμωρίαν ἢ δοῦλον ἴδιον [εἶναι] λέγει τὸν φυγάδα, ἢ ὑποτίθεται αὐτὸν εἰς ἐλευθερίαν ἀναφωνῆσαι, ἵνα δόξῃ μὴ φυγάδα ἔχειν, ἀλλὰ νέμεσθαι ὡς καλῇ πίστει ἢ ἐλεύθερον διεκδικεῖν. κελεύει τοίνυν ἡ διάταξις, ἵνα τούτου γενομένου αὐτὸς [ὁ δοῦλος] βασανίζηται. τοῦτο γὰρ καὶ τὴν ἀλήθειαν εὐκατάληπτον ποιεῖ καὶ τοὺς δούλους σωφρονεστέρους.

17

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐάν τις δημόσιον δοῦλον ἀποκρύψῃ, μὴ μόνον αὐτὸν, ἀλλὰ καὶ δώδεκα λίτρας ἀργύρου τιμωρίας ἕνεκα τῷ δημοσίῳ καταβαλεῖν ἀναγκαζέσθω. κατὰ δὲ τῶν κληρονόμων τῶν ὑποδεξαμένων τὸ ἐπιτίμιον οὐχ ἁρμόζει.

18

pr.Ἀνάγν. καὶ τί. ιβ΄ κεφ. ιδ ' καὶ λὲ καὶ οζ΄, ἐν ᾧ φησιν· Ὁ διὰ ἡδονὴν δούλην μὴ πόρνην οὖσαν κλέψας ἐνέχεται τῇ [περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ· εἰ δὲ κρύψει, καὶ τῇ] τῶν ἀνδραποδιστῶν ἀγωγῇ. Ανάγνωθι περὶ δούλης καὶ τοῦ ια΄ τί. κεφ. β΄ ὅπερ εἴρηται ἐν τῷ

19

pr.Ἀνάγν. καὶ τί. κα΄ κεφ. μγ ' καὶ τί. κβ΄ κεφ. α΄ καὶ β΄, ἐν ᾧ φησιν· Ὁ συμβουλεύων παιδίῳ ἢ γυναικὶ αἰσχρόν τι ἢ ὑπονοθεύων, ἢ ἀφέλκων τὸν ἀκόλουθον ἢ διδοὺς ἐπὶ αἰσχρότητι δῶρα, πραχθέντος μὲν τοῦ ἁμαρτήματος κεφαλικῶς κολάζεται, μὴ πραχθέντος δὲ διηνεκῶς ἐξορίζεται· καὶ ὁ ὑποφθαρεὶς ἀκόλουθος ἄκρως τιμωρεῖται.

20

pr.Ἀνάγν. βι. δ΄ τί. α΄ κεφ. ις΄. ἀνάγν. καὶ τὰ εἰρημένα ἐν τῷ περὶ ἀνδραποδιστῶν.