JGR V 20.13
Περὶ ὑπονομιαίων ἤτοι καναλῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νη΄ τί. κβ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Λέγει ὁ πραίτωρ μὴ κωλύεσθαι τὸν θέλοντα καθαρίσαι ἢ ἀνανεῶσαι κανάλην αὐτοῦ διήκοντα ἐκ τοῦ οἴκου αὐτοῦ εἰς τὸν οἶκόν σου· ἀσφαλίζεσθαι μέντοι αὐτὸν τὴν προσδοκωμένην ζημίαν. Καὶ ὅτι ἔξεστι καὶ εἰς τὸν δημόσιον κανάλην βαλεῖν τὸν ἰδιωτικόν. Τὸ δὲ διήκειν δεῖ νοεῖν τὸ ἀπευθύνεσθαι, τὸ ἐκτείνεσθαι, τὸ ἔρχεσθαι. Καὶ πρὸς τοὺς πόῤῥωθεν γείτονας ἁρμόζει τὸ νόμιμον παράγγελμα, δι᾽ ὧν ὁ κανάλης ἐκτρέχει. Δύναμαι εἰς τὸν τοῦ γείτονος οἶκον εἰσελθεῖν καὶ ἀνασχίσαι τὰς ψηφώσεις διὰ τὴν κάθαρσιν. καὶ ἐὰν ἕτοιμός εἰμι ἀποκαταστῆσαι τὸ γενόμενον ὄρυγμα, οὐχ ὑποπίπτω τῇ διὰ τὴν ζημίαν ἀγωγῇ. Καταφρονεῖ τῆς παραγγελίας ὁ καθαίρων κανάλην· ἐπερωτᾶται δὲ τὴν προσδοκωμένην ζημίαν. Λέγει ὁ πραίτωρ· τὸ ἐν δημοσίῳ κανάλῃ γενόμενον, δι᾽ οὗ χείρων ἡ χρῆσις αὐτοῦ γίνεται, ἀποκατάστησον. κωλύει δὲ καὶ τὸ γενέσθαι τὶ πάλιν ἐν αὐτῷ. Τοῦτο οὖν τὸ νόμιμον παράγγελμα πρὸς τοὺς δημοσίους κανάλας ὁρᾷ, ἵνα μὴ χείρονες γίνωνται.