IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Φ

JGR V 21.1

Περὶ φαλκιδίου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. μα τί. α΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Τὰ εἰς ταφὴν δαπανώμενα ὡς χρέος ὑπεξαιροῦνται, οὐ μὴν τὰ εἰς ποίησιν μνημείου. ταῦτα γὰρ ὑπόκειται τῷ φαλκιδίῳ· Καὶ ᾧτινι λεγατευθῶσιν οὐ συγχωρεῖται δαπανᾷν πλέον τοῦ συμμέτρου μνημείου.

2

pr.Ἐν δὲ τῷ θ ' κεφ. Οἱ ἐν τῇ τελευτῇ τοῦ διαθεμένου πέπειροι ὄντες καρποὶ μετὰ τὴν τελευτὴν λαμβανόμενοι αὔξουσι τὴν κληρονομίαν. ποιοῦσι γὰρ τὸν ἀγρὸν τιμιώτερον. ἐπὶ δὲ τῆς ἐγκύου δούλης οὐδεμιᾷ διαστίξει χρώμεθα· ὁ γὰρ μήπω τεχθεὶς οὐ λέγεται ἄνθρωπος.

3

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἐὰν θανάτου αἰτίᾳ συγχωρητικὸν σύμφωνον ποιήσω τῷ χρεώστῃ μου, χώρα τῷ φαλκιδίῳα.

4

pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Ὁ κληρονόμος ὧν ὑπέκλεψε πραγμάτων οὐ παρακρατεῖ φαλκίδιον. Ὁ τοκετὸς τῆς λεγατευθείσης δούλης πρὸ τῆς προχωρήσεως· τῷ κληρονόμῳ ἁρμόζει, καὶ λογίζεται αὐτῷ εἰς τὸν φαλκίδιον καὶ τοὺς καρποὺς αὐτοῦ.

5

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Οἱαδήποτε ζημία τῇ κληρονομίᾳ εἰ συμβῇ ἄνευ δόλου τῶν λεγαταρίων, τὸν κληρονόμον βλάπτει, καὶ ἡ ἐπαύξησις αὐτὸν ὠφελεῖ, καὶ οὐ λογίζεται εἰς τὸν φαλκίδιον.

6

pr.Οὐκ ἔρχεται εἰς συμψηφισμὸν τοῦ φαλκιδίου τὰ τῷ κληρονόμῳ παρ᾽ ἑαυτοῦ λεγατευθέντα, ἢ τοῖς δούλοις αὐτοῦ χωρὶς αἱρέσεως, ἢ τοῖς δούλοις τοῦ διαθεμένου χωρὶς ἐλευθε ρίας, ἢ τὰ πράγματα ἅτινα λεγατεύεσθαι οὐκ ἠδύνατο. τὰ μέντοι ὑπὸ ἡμέραν λεγατευθέντα τοῖς δούλοις τοῦ κληρονόμου, τῆς ἐλευθερίας ἐν τῷ μεταξὺ πρὸ τῆς προχωρήσεως ἁρμοζούσης, κεχρεώστηνται καὶ συμψηφίζονται.

7

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Ἐὰν λεγατευθῇ σοι δοῦλος ἐπὶ τῷ ἐλευθερωθῆναι καὶ μηδὲν ἕτερον, ἀργεῖ ὁ φαλκίδιος.

8

pr.Ταῦτα ἐν ᾧ τοῦ διαθεμένου ἦν. εἰ μέντοι χρήματα ἢ ἄλλο τὶ λεγατεύσω σοι, ἐπὶ τῷ σὸν δοῦλον ἢ ἀλλότριον ἐλευθερῶσαι, χώραν ἔχει ὁ φαλκίδιος.

9

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ὁ ὑπὸ ὅρον ἐλευθερούμενος οὐ συμψηφίζεται ἐν τῇ οὐσίᾳ τοῦ κληρονόμου. Οἱ δὲ κοινοὶ δοῦλοι ἐν τῇ ἑκατέρου δεσποτείᾳ᾽ εἰσιν.

10

pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Οὐ μόνον τῶν ἐλευθερωθέντων ὑπεξαιροῦνται αἱ τιμαὶ, ἀλλὰ καὶ τῶν ἀναιρουμένων διὰ τοῦ νόμου, καὶ τῶν ἐλευθερουμένων διὰ τὸ καταμηνύσαι τὴν τοῦ δεσπότου ἀναίρεσιν ἢ τὴν κατ᾿ αὐτοῦ συνωμοσίαν.

11

pr.Ἐν δὲ τῷ νζ΄ κεφ. Τῶν ἀποκλαπέντων ὁ κληρονόμος οὐ παρακρατεῖ φαλκίδιον. εἰ δὲ φιλονεικεῖ ἴδιον εἶναι τὸ πρᾶγμα, ὕστερον δὲ δειχθῇ τῆς κληρονομίας εἶναι, παρακρατεῖ.

12

pr.Ἐν δὲ τῷ οδ΄ κεφ. Τὸ τρίτον τοῦ φαλκιδίου ἐκ πάντων τῶν λεγαταρίων πρὸς ἀναλογίαν παρακατέχεται '.

13

pr.Ἐν δὲ τῷ οη΄ κεφ. Ὅτε γένηται λόγος φαλκιδίου, πάντα τὰ χρέα ὑπεξαιροῦνται, καὶ ὅσα τῷ αὐτῷ κληρονόμῳ κεχρεώστηται. κἂν σύγχυσις ἐγένετο κληρονομήσαντος αὐτοῦ, ὅμως τὰ χρέα ὑπεξαιροῦνται.

14

pr.Ἐν δὲ τῷ οθ ' κεφ. Ἐπὶ στρατιωτικῆς διαθήκης ἀργεῖ ὁ φαλκίδιος. πλὴν ἐὰν [ὁ διαθέμενος] χρεωστῇ τῷ γεγραμμένῳ κληρονόμῳο, δύναται ταῦτα παρακατασχεῖν· ἐπειδὴ μετὰ τὰ χρέα τότε παρέχονται τὰ λεγάτα.

15

pr.Ἐν δὲ τῷ πα κεφ. Ἐὰν ὁ κληρονόμος τὸ πρᾶγμα ἀγνοήσας οὐκ ἐχρήσατο τῷ φαλκιδίῳ, καὶ διὰ τοῦτο πλέον κατέβαλε, δύναται ἀναλαμβάνειν. ἐὰν δὲ τὸν νόμον ἠγνόησεν, οὐκ ἔτι συγγινώσκεται.

16

pr.Ἐν δὲ τῷ πδ΄ κεφ. Ἐὰν ὁ ἀνὴρ δωρήσηται τῇ γυναικὶ ἢ ἡ γυνὴ τῷ ἀνδρὶ, τελευτῇ τοῦ δωρησαμένου βεβαιοῦται ἡ δωρεά. ἐπειδὴ οὖν κατὰ τοῦτο μιμεῖται ἀποκατάστασιν, μειοῦται τῷ φαλκιδίῳ.

17

pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. θέμ. γ΄ φησίν· Εἰσὶ διαθῆκαι, ἐξ ὧν οὐ παρακρατεῖται φαλκίδιος· ἀλλὰ καὶ ἐπὶ αὐτῶν μετὰ ὑπεξαίρεσιν τῶν χρεῶν καὶ τῶν ἐλευθεριῶν τὰ λεγάτα παρέχονται.

18

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ ς ' κεφ. φησίν· Ὁσάκις πατὴρ ἢ μήτηρ τοὺς παῖδας ἢ τὰς θυγατέρας γράψει κληρονόμους, καὶ ἀξιώσει τὸν πρῶτον ἄπαιδα τελευτῶντα τῷ ἑτέρῳ τὸ μέρος τὸ ἴδιον ἀποκαταστῆσαι, ἰσχύει ἡ βούλησις αὐτοῦ, παρακρατοῦντος ἐκείνου τὸ τρίτον μέρος αὐτοῦ ἐν τοῖς πράγμασιν αὐτοῖς, κερδαίνοντος δὲ καὶ ἔξωθεν εἴ τι ἂν δυνηθῇ ἀπὸ προσόδου τῶν πραγμάτων ἀποκερδάναι· τούτου αὐτοῦ κρατοῦντος καὶ ἐπὶ τοῦ νόμου τοῦ φαλκιδίου. βούλεται γὰρ ἡ διάταξις καὶ τὸν κληρονόμον παρα [κατα] σχεῖν ἐν αὐτοῖς τοῖς πράγμασι τὸν φαλκίδιον, κερδαίνοντα ἔξωθεν εἴ τι ἂν ἀπὸ τῶν καρπῶν τῶν πραγμάτων δυνηθῇ λαβεῖν.

19

pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ ἡ κεφ. φησίνς· Θεσπίζομεν, εἰ μὲν ἑνός ἐστι παιδὸς πατὴρ ἢ μήτηρ ἢ δυοῖν ἢ τριῶν ἢ τεσσάρων, μὴ τριούγκιον αὐτοῖς καταλιμπάνειν μόνον, ἀλλὰ τὴν τρίτην τῆς ἑαυτοῦ περιουσίας μερίδα τουτέστιν οὐγκίας δ΄, καὶ τοῦτο εἶναι τὸ διωρισμένον μέτρον ἄχρι τοῦ ῥηθέντος ἀριθμοῦ. εἰ δὲ ὑπὲρ τοὺς δ ' ἔχει παῖδας, τὴν ἡμίσειαν τῆς πάσης περιουσίας αὐτοῖς καταλιμπάνεσθαι μοῖραν, ὥστε ἑξαούγκιον εἶναι πάντως τὸ ὀφειλόμενον· ἑκάστῳ κατ᾽ ἴσον τὸ τετραούγκιον τυχὸν ἢ τὸ ἑξαούγκιον διαιρούμενον. καὶ τοῦτο οὐκ ἐν ἀδίκῳ περιστάσει πραγμάτων· εἰκὸς γὰρ κἀνταῦθα τοὺς ἄλλους ἀδικηθῆναι, τῶν μὲν κατὰ καλλίονα, τῶν δὲ κατὰ χείρονα λαμβανόντων· ἀλλὰ τοῦτο δὴ τὸ ἐπιβάλλον ἑκάστῳ διὰ πάντων ἴσον εἶναι ἐν ποιότητι καὶ ποσότητι, εἴτε τὶς αὐτὸ κατὰ τρόπον ἐνστάσεως εἴτε κατὰ πρεσβείου καταλιμπάνει πρόφασιν. πάρεστι γὰρ αὐτῷ τὸ λοιπὸν ὀκταούγκιον τυχὸν ἢ ἑξαούγκιον ἔχειν, καὶ φιλοτιμεῖσθαι καθ᾽ ὅσον ἂν βουληθείη, ἢ τοῖς παισὶν αὐτοῦ ἢ τοῖς ἔξωθεν, καὶ τῆς φύσεως πρότερον θεραπευθείσης τὰ εἰκότα οὕτως ἐπὶ τὰς ἔξωθεν φιλοτιμίας χωρεῖν. Τοῦ νομίμου δὲ τούτου μέρους, ὅπερ νῦν ἀφωρίσαμεν, πάντως καὶ τὴν χρῆσιν καὶ τὴν ἐπικαρπίαν πρὸς τῇ δεσποτείᾳ καταλιμπανέτως, εἰ βούλεται παίδων οὐκ εὐθὺς λιμῷ τελευτώντων ἀλλὰ καὶ ζῇν δυναμένων καλεῖσθαι πατήρ. καὶ ταῦτα πάντα φαμὲν, οὐκ ἐπὶ πατρὸς μόνου, ἀλλὰ καὶ ἐπὶ μητρὸς καὶ πάππου καὶ προπάππου, καὶ τῶν παρεζευγμένων ἑκάστῳ θηλέων προσώπων, μάμμης φαμὲν καὶ προμάμμης, εἴτε καὶ πρὸς πατρὸς εἴτε καὶ πρὸς μητρὸς εἶεν· οὐδὲ ἐκείνου φυλαττομένου τὸ λοιπὸν ἐπὶ τοῖς ἐκγόνοις καὶ προεκγόνοις τοῖς οὐχὶ γνησίοις καὶ ὑπεξουσίοις, ὥστε παρὰ τὸ τρίτον ἔχειν αὐτοὺς τῆς μοίρας, ἣν τοῖς αὐτῶν γονεῦσι περιοῦσιν ἔδει καταλιπεῖν τοὺς διατιθεμένους. οὐ γὰρ ἐξαιροῦμεν ἔτι τοὺς ἐκγόνους τοὺς ἀπὸ παιδὸς τοῖς πρὸς πατρὸς πάπποις γενομένοις, ὥστε ἐκείνους μὲν τέλειον λαμβάνειν τὸ μέρος, ὅσον ἂν ὁ αὐτῶν πατὴρ ἐλάμβανε περιὼν, τοὺς δὲ ἐκγόνους τοὺς ἀπὸ τοῦ πάππου διὰ μέσης θυγατρὸς γενομένους ἢ τοὺς ἀπὸ τῆς μάμμης πρὸς πατρὸς ἢ μητρὸς παρὰ τὸ τρίτον λαμβάνειν· ἀλλὰ μίαν τάξιν ἐφ᾽ ἅπασι τίθεμεν ἐκγόνοις καὶ προεκγόνοις, οὐκ ἀνεχόμενοι τὸ θῆλυ τοῦ ἄῤῥενος ἐν τοῖς τοιούτοις ἐλαττοῦν. οὐδὲ γὰρ τὸ ἄῤῥεν αὐτὸ καθ᾽ ἑαυτὸ, οὐδὲ τὸ θῆλυ μόνον πρὸς τεκνογονίαν αὔταρκες, ἀλλ᾽ ὥσπερ ἑκάτερον συνήρμοσεν ὁ θεὸς πρὸς τὴν τῆς γενεσιουργίας χρείαν, οὕτω καὶ ἡμεῖς τὴν αὐτὴν ἑκατέρῳ φυλάττομεν ἰσότητα. ἀλλ᾽ οὐδὲ μέχρι τούτου στήσομεν τὸν νόμον. ταῦτα γάρ φαμεν καὶ ἐπ᾿ ἐκείνων τῶν παίδων, οἵπερ ἐκ γάμων εἰσὶ γνησίων, εἰ καὶ μὴ προῖκες τοῖς γάμοις ἀκολουθήσαιεν, ἀλλὰ διάθεσις ὡμολογημένη καὶ σαφὴς μεταξὺ τῶν συνοικούντων οὖσα τοῖς παισὶ διδοίη τὸ γνήσιον. προῖκα μὲν γὰρ ἀποτελεῖ γάμος, γάμον δὲ προῖκες οὐ ποιοῦσιν, ἀλλὰ τῶν συνοικούντων ἀμοιβαία διάθεσις. ταῦτα δὲ κρατείτω καὶ ἐπὶ τῶν ἐκ μεταγενεστέρας διαθέσεως μετὰ προικῴων κατὰ τὰς ἡμετέρας διατάξεις γενομένων γνησίων.

20

pr.Ζήτει τοῦ αὐτοῦ δ΄ τί. κεφ. ιζ΄, ἐν ᾧ φησι· Δύνασθαι τὸν παῖδα τὴν κατὰ τῆς διαθήκης τοῦ πατρὸς ἢ τῆς δωρεᾶς μέμψιν κινεῖν, εἰ μὴ τὸ καταλελειμμένον αὐτῷ διὰ πάντων ἀρκεῖ αὐτῷ πρὸς τὸ γ΄, ἢ ἐπέγνω τὴν τοῦ πατρὸς βούλησιν, ἢ ε΄ ἔτη παρέδραμε, καὶ μείζων ἐστὶ τῶν κε΄ ἐνιαυτῶν.

21

pr.Καὶ ὅτι χώρα τῇ μέμψει καὶ κατὰ τῶν μητρῴων δωρεῶν, εἰ μὴ ἡ θυγάτηρ ἔλαβε τὸ ἀναλογοῦν εἰς τὸ τρίτον.

22

pr.Ἀνάγν. καὶ τί. ε΄΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Θεσπίζομεν, ὥστε εἴ τις δωρεὰν ἄμετρον εἴς τινα ἤ τινας τῶν παίδων ποιήσαιτο, ἀνάγκην ἔχειν ἐν τῇ διανομῇ τοῦ κλήρου τοσοῦτον ἑκάστῳ τῶν παίδων φυλάττειν τὸ ἐκ τοῦ νόμου μέρος, ὅσον ἦν πρὶν τὴν δωρεὰν ὁ πατὴρ εἰς τὸν παῖδα ἢ εἰς τοὺς παῖδας τοὺς ταύτῃ τετιμημένους ποιήσαιτο. οὕτω γὰρ οὐδὲ ἐπὶ ταῖς δωρεαῖς ἐγκαλέσουσιν, ἔχοντες μὲν ἐπὶ πάσῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὸ ἀπὸ τῶν νόμων, κατὰ τοσοῦτον δὲ αὐξανομένου τούτου τοῦ μέτρου, καθ᾽ ὅσον καὶ τὰ πράγματα εἶχε τοῦ πατρὸς πρὶν ταῖς δωρεαῖς ἐξαντληθῇ. οὐ δυναμένων τῶν ταῖς δωρεαῖς τετιμημένων παίδων φάσκειν, ἀρκεῖσθαι μὲν ταῖς ἀμέτροις ταύταις δωρεαῖς, δοκεῖν δὲ ἀφίστασθαι τοῦ πατρῴου κλήρου, [ἀλλ᾽] οὐκ ἀναγκαζομένων μὲν, εἰ ἀρκοῦνται ταῖς δωρεαῖς, καταδέχεσθαι τὸν κλῆρον, ἀνάγκην δὲ ἐχόντων πᾶσι τρόποις ἐπανισοῦν τοῖς ἀδελφοῖς τὸ ἐντεῦθεν διαφέρον καθ ὅσον εἰρήκαμεν μέτρον, ὥστε μὴ ἔλαττον αὐτοὺς ἔχειν τὸ ἐκ τῶν νόμων αὐτοῖς ὀφειλόμενον διὰ τὴν γενομένην ἐπὶ ταῖς δωρεαῖς ἀμετρίαν. ταῦτα μέντοι φαμὲν περὶ παίδων κεχαρισμένων ὄντων αὐτοῖς, οὐ μὴν περὶ τῶν ἀγνωμόνων καὶ οἷς ὁ πατὴρ δικαίαν τε καὶ νόμιμον ἀχαριστίαν ἐπάγει. εἰ γὰρ τοῦτο οὕτως ἔχον φανείη καὶ ἀποδειχθείησαν αἱ τῆς ἀχαριστίας αἰτίαι, ἔστω τὰ τῶν νόμων τῶν ἐπὶ τοῖς ἀχαρίστοις κειμένων κύρια μηδὲν ἐκ τῆσδε ἡμῶν τῆς νομοθεσίας ἐλαττούμενα.

23

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Εϊ ποτέ τις διάθηται καί τι πρᾶγμα ἀκίνητον τῇ ἰδίᾳ φαμιλίᾳ ἢ ἑτέρῳ τινὶ προσώπῳ ὀνόματι λεγάτου καταλείψει καὶ ἰδικῶς εἴπῃ, μηδενὶ χρόνῳ τὸ αὐτὸ πρᾶγμα ἐκποιεῖσθαι, ἀλλὰ παρὰ τοῖς κληρονόμοις ἢ διαδόχοις ἐκείνου ᾧτινι κατελείφθη διαμένειν, ἐπὶ τούτου τοῦ λεγάτου κελεύομεν τὸν φαλκίδιον νόμον χώραν παντελῶς μὴ ἔχειν, ἐπειδὴ τὴν ἐκποίησιν τούτου αὐτὸς ἐκώλυσεν ὁ διαθέμενος.

24

pr.Ἀνάγν. [καὶ] βι. λε΄ τί. ια κεφ. δ΄ καὶ κς ' ' καὶ ξβ΄ θέμ. β΄ καὶ οα΄ καὶ βι. λθ ' τί. α΄ κεφ. μς, ἐν ᾧ φησι· Τῷ εἰς τετραούγκιον γραφέντι ἀνήβῳ παιδὶ κληρονόμῳ δύναται κατὰ ἀνηβότητα ὑποκατάστατον παρέχειν ὁ πατὴρ, καὶ οὐ δοκεῖ τοῦτο μείωσις εἶναι.

25

pr.Ἀνάγν. [καὶ] βι. μζ΄ τί. γ΄ κεφ. λθ ', ἐν ᾧ φησιν· Ἐὰν τελευτῶν χωρὶς αἱρέσεως δωρήσωμαί σοι, οὐ καλῶς οἱ κληρονόμοι μου παρακρατῆσαι φαλκίδιον ἐπιζητοῦσιν. ὁ γὰρ φαλκίδιος οὐκ ἐπὶ τῶν ἁπλῶν δωρεῶν, ἀλλ᾽ ἐπὶ τῶν θανάτου αἰτίᾳ χώραν ἔχειν.