JGR V 21.2
Περὶ φαρμακῶν καὶ τῶν διδόντων ἢ πωλούντων φάρμακον.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. λθ ' κεφ. δ΄, ἐν ᾧ φησι· Τῷ περὶ ἀνδροφόνων νόμῳ κατέχεται καὶ ὁ διὰ τὸ φονεῦσαι ἄνθρωπον φάρμακον ποιῶν ἢ πιπράσκων ἢ ἔχων. Εἰσὶ δὲ φάρμακα ὑγείαν ἐμποιοῦντα καὶ τὰ λεγόμενα φίλτρα. οἱ δὲ τὰ φίλτρα ποιοῦντες δημευόμενοι ἐξοριζέσθωσαν. εἰ δὲ καί τις μὴ κακῷ λογισμῷ δώσει γυναικὶ συλληπτικὸν, καὶ ἀποθάνῃ ἡ λαβοῦσα, ἐξορίζεται. Εἴ τις ἐλεύθερος ἢ δοῦλος ἐπὶ οἱᾳδήποτε προφάσει δώσει ποτὸν, εἴτε ἀνὴρ γυναικὶ εἴτε γυνὴ ἀνδρὶ εἴτε δούλη δεσποίνῃ εἴτε δοῦλος δεσπότῃ, καὶ διὰ τῆς τοιαύτης προφάσεως ἀσθενείᾳ περιπέσοι ὁ τὸν ποτὸν ἐκπιὼν, καὶ συμβῇ αὐτὸν ἐκ τούτου καταῤῥεῦσαι καὶ ἀποθανεῖν, ξίφει τιμωρείσθω. Κατέχεται τῷ περὶ ἀνδροφόνων νόμῳ καὶ ὁ πριμεντάριος προπετῶς διδούς τινι κώνειον ἢ σαλαμάνδραν ἢ ἀκόνιτον ἢ πιτυοκάμπτην ἢ βούβωστριν ἢ μανδραγόραν ἢ κανθαρίδας.
2
pr.Καὶ τί. να ' κεφ. λδ΄ θέμ. 5΄, ἐν ᾧ φησιν· Ὁ δεδωκὼς πόμα πρὸς φίλτρον ἢ ἀμβλωθρίδιον, κἂν χωρὶς δόλου, εὐτελὴς μὲν ὢν μεταλλίζεται, τίμιος δὲ ἐξορίζεται μετὰ μερικῆς δημεύσεως. εἰ δὲ ἀποθάνῃ ὁ πιῶν, ἐσχάτως τιμωρεῖται.