JGR V 21.3
Περὶ φθορέων παρθένων καὶ περὶ συντέκνων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. λζ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὁ γυναῖκα σεμνὴν καὶ εὐγενῆ παλλακευόμενος, καὶ μὴ ποιῶν ἐν ἐκμαρτυρίῳ τοῦτο κατάδηλον, ἢ γαμετὴν αὐτὴν ἔχει, ἢ τοῦτο παραιτούμενος ἀσέλγειαν πρὸς αὐτὴν πλημμελεῖ. Οὐ μὴν καὶ μοιχείαν, δηλονότι ἐν ᾧ πόρον ἐκ τοῦ ἰδίου σώματος οὐκ ἐποίησεν.
2
pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ὅτι οὐ περικλείεται τῇ πενταετίᾳ ἡ κατὰ βίαν γενομένη φθορὰ ἀνδρὶ ἢ γυναικί. ἀπροσδιορίστως γὰρ κινεῖται, ἐπειδὴ καὶ δημοσία βία πλημμελεῖται.
3
pr.Ἐν δὲ τῷ ξη΄ κεφ. Γυνὴ μὴ ἔχουσα ἄνδρα τῷ ἰδίῳ δούλῳ μιγεῖσα, εἰ μὲν [μὴ] ἔχουσα παῖδας τοῦτο διαπράξεται, τυπτέσθω καὶ κουρευέσθω, καὶ ὁ τοιοῦτος δοῦλος τυπτόμενος καὶ κουρευόμενος πιπρασκέσθω καὶ ἡ τιμὴ αὐτοῦ εἰσκομιζέσθω. εἰ δὲ ἐπὶ παισὶ τοῦτο διαπραχθείη, καὶ ἡ ὑπόστασις αὐτῆς πᾶσα κατὰ δεσποτείας τρόπον παραυτίκα τοῖς παισὶν ἀνεκποιήτως παραφυλαττέσθω, τῆς χρήσεως μόνης παρ᾽ αὐτῇ μενούσης· ἡ τιμὴ δὲ τοῦ διαπραθέντος δούλου τοῖς παισὶν ἀνήκει.
4
pr.Ἐν δὲ τῷ οα κεφ. Οἱ ταῖς μοναζούσαις ἢ ταῖς διακονίσσαις ἢ ταῖς ἀσκητρίαις ἐνασελγαίνοντες, ὡς εἰς τὴν νύμφην χριστοῦ ἐκκλησίαν ἐνυβρίζοντες ῥινοκοπείσθωσαν αὐτοί τε καὶ αἷς οὗτοι συνεφθάρησαν.
5
pr.Ἐν δὲ τῷ οβ΄ κεφ. Ὁ τῇ ἰδίᾳ συντέκνῳ ἢ ὀνόματι γάμου μιγνύμενος ἢ καὶ ἄλλως λαθραίως συμπλεκόμενος ἅμα αὐτῇ ῥινοκοπείσθω· δηλονότι πρότερον αὐτῶν ἀπ᾽ ἀλλήλων διϊσταμένων. εἰ μέντοι εἰς ὑπανδρον σύντεκνον τοῦτο διαπράττοιτο, ἡ μὲν ποινὴ ὡσαύτως προβαινέτω, πρὸς τούτοις δὲ καὶ τυπτέσθωσαν.
6
pr.Ἐν δὲ τῷ ογ ' κεφ. Ὁ παρθένῳ κόρῃ μιγνύμενος, ἐκείνης μὲν προαιρέσει, ἀγνοούντων δὲ τῶν γονέων, τῆς πράξεως διαγινωσκομένης, εἰ μὲν θέλει αὐτὴν λαβεῖν εἰς γυναῖκα καὶ συναινοῦσι καὶ οἱ γονεῖς, γινέσθω τὸ συνάλλαγμα. εἰ δὲ ἓν μέρος τῶν γονέων, τουτέστιν ἑκατέρου προσώπου, οὐ θελήσει, εἰ μὲν εὔπορός ἐστιν ὁ φθορεὺς, τῇ φθαρείσῃ κόρῃ διδότω χρυσίου λίτραν μίαν· εἰ δὲ ἐνδεέστερος εἴη, τὸ ἥμισυ τῆς αὐτοῦ ὑποστάσεως. εἰ δὲ παντελῶς εἴη ἀνεύπορος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.
7
pr.Ἐν δὲ τῷ οδ΄ κεφ. Ὁ βιαζόμενος κόρην καὶ φθείρων αὐτὴν ῥινοκοπείσθω, διδοὺς αὐτῇ καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ.
8
pr.Ἐν δὲ τῷ οἱ κεφ. Ὁ φθείρων κόρην πρὸ τῆς ἥβης ἤγουν πρὸ τοῦ τρὶς καὶ δεκαετοῦς χρόνου ῥινοκοπείσθω, καὶ τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ παρεχέτω τῇ φθαρείσῃ κόρῃ.
9
pr.Ὁ τὴν ἀλλοτρίαν μνηστὴν φθείρων, εἰ μὲν προαιρέσει τῆς κόρης, ῥινοκοπείσθω· εἰ δὲ ἀπροαιρέτως, μετὰ ταύτην τὴν ποινὴν καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ παρεχέτω αὐτῇ.
10
pr.Ἐν δὲ τῷ ος΄ κεφ. Ὁ ἔχων γυναῖκα καὶ πορνεύων διὰ ιβ΄ ἀλλακτῶν σωφρονιζέσθω. καὶ ὁ μὴ ἔχων δὲ καὶ τῇ αὐτῇ περιπίπτων ἁμαρτίᾳ, διὰ ἓξ ἀλλακτῶν σωφρονιζέσθω. ὁ μέντοι γυναῖκα ἔχων καὶ τῇ ἰδίᾳ δούλῃ μιγνύμενος αὐτὸς μὲν τυπτόμενος σωφρονιζέσθω, ἡ δὲ δούλη ὑπὲρ ἐπαρχίαν πιπρα σκέσθω, τῆς τιμῆς αὐτῆς τῷ μέρει τοῦ δημοσίου εἰσκομιζομένης.
11
pr.Ἀνάγν. καὶ τί. να κεφ. λδ΄ θέμ. δ΄, ἐν ᾧ φησιν· Ὁ τὴν ἄνηβον φθείρων εὐτελὴς μὲν ὢν μεταλλίζεται, τίμιος δὲ εἰς νῆσον πέμπεται ἢ ἐξορίζεται.
12
pr.Ἀνάγν. καὶ τί. νζ΄ κεφ. α΄, ὃ εἴρηται εἰς τὸ περὶ ἐπιτρόπων. ἀνάγνωθι καὶ βι. δ΄ τί. α΄ κεφ. ις '.