JGR V 21.4
Περὶ φλυαριῶν χαρτῶν, τουτέστι τῶν ῥιπτομένων πιττακίων καὶ ἐχόντων κατηγορίας κατά τινων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. ξγ΄ κεφ. α΄, ἐν ᾧ φησι· Πᾶς ὁ εὑρίσκων φλυαρίαν ἐσφραγισμένην ἢ ἀσφράγιστον, καὶ μὴ παραχρῆμα καίων ἀλλ᾽ ἀναγινώσκων, ὑποκείσθω τῇ τιμωρίᾳ ἦτινι ὑπέκειτο καὶ ὁ συντεθεικὼς τὴν φλυαρίαν. Ὁ εὑρὼν φλυαρίαν μηδενὶ ἑτέρῳ λεγέτω τὴν δύναμιν αὐτῆς, ἀλλὰ διαῤῥήξει αὐτὴν ἢ καύσει. ὁ δὲ μὴ ταῦτα ποιήσας κεφαλικῇ τιμωρίᾳ ὑποβληθήσεται. πᾶς γὰρ θαῤῥῶν ἅπερ ἐντάττει ἐν τῇ φλυαρίᾳ κατηγορείτω, γινώσκων ὅτι ἐὰν ἀποδείξῃ τιμῆς ἀξιοῦται, μὴ ἀποδείξας δὲ τιμωρεῖται. ὁ δὲ τοιοῦτος χάρτης τὴν καθ᾽ οὗ ἐτέθη ὑπόληψιν μὴ βλάψῃ.