JGR V 21.5
Περὶ φόβου, ὅτι τὸ κατὰ φόβον γινόμενον οὐκ ἔῤῥωται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ί τί. β΄, οὗτινος ἐν τῷ ἐ κεφ. φησίν· Ὅτι φόβον οὐ τὸν τυχόντα δεχόμεθα, ἀλλὰ τὸν ἀπὸ μεγάλης κακοθελείας.
2
pr.Καὶ τὸν δυνάμενον ἄνδρα τίμιον, οὐ μὴν μάταιον καταπτοῆσαι.
3
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἡ διὰ φόβον αἰτίασις μετ᾿ ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν δίδοται, ὅτε μὴ ὑπεστιν ἑτέρα ἀγωγή. ὅθεν ὁ κληρονόμος τοῦ βιασθέντος εἴσω μὲν ἐνιαυτοῦ εἰς τὸ τετραπλοῦν ἔχει τὴν διὰ φόβον αἰτίασιν, μετὰ δὲ τὸν ἐνιαυτὸν οὔτε εἰς τὸ ἁπλοῦν· ἔχει γὰρ τὴν περὶ τῆς κληρονομίας νομῆς ἀγωγὴν κατὰ τοῦ βιασαμένου· βιαίαν γὰρ νομὴν οὗτος νέμεται. ὡς ἔχουσα δὲ ἡ διὰ φόβον αἰτίασις πραγματικὸν παντοῖον ἐκβιβασμὸν δίδοται διαδόχοις.
4
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ἡ διὰ φόβον αἰτίασις δίδοται διαδό χοις, ὡς ἔχουσα πραγματικὸν παντοῖον ἐκβιβασμόν. κληρονόμοι δὲ εἰς τὸ περιελθὸν ἐνέχονται. τὸ γὰρ αἰσχρῶς κτηθὲν οὐκ ὀφείλει κέρδος εἶναι τοῦ κληρονόμου.
5
pr.Εἰ δὲ καὶ δαπανήσει τὸ περιελθὸν εἰς αὐτὸν ὁ κληρονόμος, οὐδὲν ἦττον καὶ αὐτὸς καὶ οἱ κληρονόμοι αὐτοῦ, κἂν μηδὲν εἰς αὐτοὺς περιῆλθε, διηνεκῶς ἐνάγονται.
6
pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ἐὰν πράσεως ἢ ἐπερωτήσεως [ἢ] οἱουδήποτε συναλλάγματος ἢ ἐνοχῆς ᾖ τελεσθὲν τὸ συμβόλαιον ἤτοι τὸ δικαίωμα φόβῳ θανάτου ἢ βασάνων τοῦ σώματος ἐκβιασθὲν ἢ τῷ κεφαλικὰς ἀπειλὰς ἀπειληθῆναι, προσελθὼν τῷ ἄρχοντι τῆς ἐπαρχίας ἀποδεῖξαι δυνηθείης τοῦτο, βέβαιον ἔχεσθαι κατὰ τὸν τοῦ νομικοῦ διατάγματος τύπον οὐκ ἀναγκάζεται.
7
pr.Ἀνάγν. καὶ βι. ια ' τί. β΄ κεφ. φα΄, ἐν ᾧ φησι· Τὰς παρεντεθείσας φόβου ἕνεκεν διαλύσεις βεβαίας μὴ εἶναι τῷ διηνεκεῖ δόγματι περιέχεται. οὐχ ὁμοίως δὲ οἱοσδήποτε φόβος εἰς ἀνάσχισιν ἐκείνων τῶν κατὰ συναίνεσιν περαιωθέντων ἀρκεῖ, ἀλλὰ τοιοῦτον φόβον ἀποδείκνυσθαι χρὴ, ὅστις τὸν ἐπὶ σωτηρίᾳ κίνδυνον ἢ τὰς τοῦ σώματος τιμωρίας περιέχει.
8
pr.Ἀνάγν. βι. μγ ' τί. ε κεφ. θ ', ἐν ᾧ φησιν· Ἐάν τις διὰ θάνατον ἢ σώματος αἰκισμὸν δεδοικὼς ὡμολόγησέ τι, ἐναγόμενος ἔχει παραγραφήν. εἰ δὲ δι᾽ εὔλογον οὐ μὴν αἰσχρὰν αἰτίαν ὡμολόγησε, κρατεῖται. εἰ δὲ διὰ τὸ μὴ κατηγορηθῆναι ἐγκληματικῶς, οὐκ ἔῤῥωται.
9
pr.Προείρηται περὶ φόβου καὶ ἐν τῷ περὶ ἀποκαταστάσεως.