JGR V 21.6
Περὶ φόνων τῶν ἐξ οἱασοῦν προφάσεως γενομένων ἑκουσίων τε καὶ ἀκουσίων, καὶ περὶ τῶν βασανιζομένων ἐν τῇ περὶ τούτων ἐξετάσει, καὶ τίνες τῶν φονέων τιμωροῦνται καὶ τίνες συγγινώσκονται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λε τί. ις΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι παιδὸς τοῦ αἰχμαλώτου ἀναιρεθέντος οἱ δοῦλοι [βασανίζονται]. Καὶ ὅτι τοῦ πατρὸς ἀναιρουμένου οἱ ἐν τῷ ἰδιοκτήτῳ πεκουλίῳ τοῦ υἱοῦ δοῦλοι βασανίζονται, εἰ καὶ αὐτεξούσιός ἐστιν ὁ υἱός. Καὶ ὅτι ἀνδρὸς ἢ γυναικὸς ἀναιρουμένου οἱ ἑκατέρων δοῦλοι καὶ οἱ τοῦ πενθεροῦ τιμωροῦνται. Καὶ ὅτι ἐσφαγμένος ἐστὶν ὁ κατὰ βίαν ἢ σφαγὴν ἀναιρούμενος ἢ πνιγόμενος ἢ κατακρημνιζόμενος ἢ ῥοπάλοις τυπτηθεὶς ἢ λίθοις ἢ ἄλλῳ τινὶ ἀκοντίῳ. εἰ δὲ φαρμάκῳ ἢ ἄλλῳ τινὶ δυναμένῳ λάθρα φονεῦσαι ἀνῃρέθη, οὐ βασανίζονται οἱ δοῦλοι, εἰ μὴ βεβαίως· ἔλαβε τὸ φάρμακον. οἱ δεδωκότες γὰρ ἢ συνειδότες τῷ γινομένῳ κολάζονται. Ἐπὶ τοῦ ἀναιρεθέντος φαρμάκῳ καὶ ἡ διαθήκη πρὸ ἐξετάσεως ἀνοίγεται, καὶ ἡ κληρονομία κληρονομεῖται. Καὶ ὅτι οἱ ὑπὸ τὴν αὐτὴν στέγηνα πάντως κολάζονται. ὑπὸ δὲ τὴν αὐτὴν στέγην νοοῦμεν τοὺς δυναμένους ἀκοῦσαι τῆς φωνῆς τοῦ φονευθέντος. καὶ ἡ δούλη δὲ κἂν μὴ δύνηται σώματι βοηθεῖν, ἀλλ᾽ οὖν ὀφείλει κράζειν, ἵνα οἱ λοιποὶ ἀκούσωσιν ἢ οἱ γείτονες. τοῦτο δὲ μὴ ποιήσασα ἐσχάτως τιμωρεῖται, κἂν φόβῳ τοῦ ἀποθανεῖν οὐκ ἔκραξε. δεῖ γὰρ τοὺς οἰκέτας προκρίνειν τῆς οἰκείας σωτηρίας τὴν τῶν δεσποτῶν.
2
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ διὰ βαρεῖαν νόσον μὴ βοηθήσας συγγινώσκεται. Ἐὰν τελευτῶν ὁ δεσπότης εἴπῃ παρὰ τοῦ δούλου ὑπαρχθῆναι αὐτῷ τὴν αἰτίαν τοῦ φόνου, οὐ πιστεύεται, εἰ μὴ ἑτέρωθεν ' δείκνυται. Ἐὰν ἑκὼν ὁ δοῦλος κατηγορήσῃ καὶ διελέγξῃ τὴν ἀναίρεσιν τοῦ δεσπότου, ἀναρπάζεται εἰς ἐλευθερίαν, κἂν ἐκεκώλυτο ἐλευθερωθῆναι. Οὐ μὴν ἐὰν βασανιζόμενος ἐλέγξῃ τοὺς αἰτίους. Καὶ οἱ ἐλευθερωθέντες ἐν τῇ διαθήκῃ τοῦ ἀναιρεθέντος ὁμοίως τοῖς ἄλλοις οἰκέταις κολάζονται.
3
pr.Ἐν δὲ τῷ ς ' κεφ. Εἰ δὲ καὶ δῆλός ἐστιν ὁ πλήξας, γίνεται ἡ ἐξέτασις, ἵνα εὑρεθῇ ὁ ἐντειλάμενος. καὶ τιμωροῦνται μὲν πάντες, ὁ δὲ πλήξας πικρότερον.
4
pr.Ἐν δὲ τῷ ιβ ' κεφ. Καὶ ὁ λεγατευθεὶς ὑπὸ ἀναιρεθέντος ἐλευθεροῦται διελέγχων τὸν φόνον αὐτοῦ.
5
pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Ἐὰν πλησιάζων τῇ ἥβῃ ὁ ἄνηβος παρακαθεύδων τῷ ἀναιρεθέντι δεσπότῃ μὴ δημοσιεύσῃ τὸ γεγονὸς, τιμωρεῖται. τοῖς γὰρ ὑπὸ τὴν αὐτὴν στέγην ἀνήβοις συγχωρεῖ, οὐ μὴν τοῖς ὑπηρέταις ἢ μετόχοις, οἳ δύνανται νοεῖν τὸ πραττόμενον. οἱ γὰρ τοιοῦτοι οὐδὲ ἐφ᾽ ἑτέρᾳ αἰτίᾳ βοηθοῦνται.
6
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁ ἐπίκοινος δοῦλος μηνύων τὴν ὑπὸ τῆς φαμιλίας τοῦ ἑνὸς τῶν δεσποτῶν ἀναίρεσιν ἐλευθεροῦται, τοῦ μέρους τοῦ τιμήματος τῷ ἑτέρῳ διδομένου.
7
pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Δεῖ τῷ δεσπότη βοηθεῖν χειρὶ καὶ ὅπλοις καὶ κραυγῇ, καὶ ὑποβάλλειν τὸ ἴδιον σῶμα. ταῦτα δὲ δυνάμενοι ποιῆσαι καὶ μὴ ποιήσαντες κολάζονται.
8
pr.Ἐν δὲ τῷ κέ΄ κεφ. Ὁ ἀναζητῶν τοὺς πρὸ τῆς ἐξετάσεως ἀποφεύγοντας δούλους καὶ μηνύων αὐτοὺς εἰς ἕνα ἕκαστον δοῦλον ἀνελόντα ε΄ νομίσματα λαμβάνει ἐκ τῆς οὐσίας τοῦ τελευτήσαντος, ἢ ἐὰν ἄπορός ἐστιν ἐκ τοῦ δημοσίου.
9
pr.Ἀνάγν. βι. ξ΄ τί. γ΄ κεφ. ιζ΄, ἐν ᾧ φησι· Κατέχεται ὁ οἱῳδήποτε ὀργάνῳ φονεύων. Ὁ δὲ βάρος πολὺ βαστάζων ἐὰν ῥίψας ἢ ὀλισθήσας ἀνέλῃ δοῦλον, ὑπόκειται τῷ ἀκουϊλίῳ· ὥσπερ καὶ ὁ ἀμελῶς διὰ πηλοῦ παριὼν καὶ ζημιῶν. Εἰ δὲ ὠθήσαντος αὐτὸν ἄλλου ἡ ζημία γέγονεν, ὁ ὠθήσας μόνος ὑπόκειται τῇ περὶ τοῦ διπλοῦ ἀπαιτήσει. Ὁ ἐν τῷ παλαίειν ἢ παγκρατιάζειν ἢ ἑτέρως ἐν δημοσίῳ ἀγῶνι τὸν ἀντίπαλον ἀνελὼν ἢ τραυματίσας οὐχ ὑπόκειται τῷ ἀκουϊλίῳ, εἰ μὴ ἄρα μετὰ τὸ εἶξαι ὡς ἡττηθέντα τραυματίσει. τὸ δὲ τοῦ δημοσίου ἀγῶνος χώραν ἐπὶ δούλων οὐκ ἔχει. μόνοι γὰρ εὐγενεῖς ἀγωνίζονται δημοσίᾳ. εἰ δὲ ἰδίᾳ καὶ μὴ ἐν ἀγῶνι δημοσίῳ τὶς ἀνέλῃ τὸν δοῦλον, ὑπόκειται τῷ ἀκουϊλίῳ, εἰ μὴ τοῦ δεσπότου ἐπιτρέποντος πρὸς ἑαυτοὺς ἠγωνίζοντο. Καὶ ὁ τὸν ἀσθενῆ δοῦλον ἐλαφρῶς πλήξας, ἐὰν ἀποθάνῃ, κατέχεται. Ὁ μὴ φονεύσας, ἀλλ᾽ αἰτίαν θανάτου δεδωκὼς, τῇ τοῦ διπλοῦ͵ ἀπαιτήσει ὑπόκειται· ὡς ὁ δεδωκὼς φάρμακον ἀντὶ ἰατρείας ἢ ξίφος τῷ μαινομένῳ. Ὁ μέντοι ῥίψας εἰς ποταμόν τινα ἢ λίθῳ φονεύσας ὑπόκειται τῷ ἀκουϊλίῳ.
10
pr.Καὶ κεφ. ια΄, ἐν ᾧ φησιν· Ἐάν τις σφαιρίζων ῥίψῃ τὴν σφαῖραν εἰς τὴν χεῖρα τοῦ κουρέως καὶ λαρυγγοτομηθῇ ὁ κουρευόμενος δοῦλος, ὁ κουρεὺς ἐνέχεται, ἐὰν ἐκούρευεν ἔνθα κατὰ συνήθειαν ἐγίνετο τὸ παίγνιον, ἢ ἔνθα συνεχὴς ἦν ἡ πάροδος· εἰ καὶ τὰ μάλιστα καλῶς λέγει τὶς ἑαυτῷ ὀφείλειν μέμφεσθαι τὸν ἑαυτὸν κουρεῖ καταπιστεύσαντα ἐν ἐπικινδύνῳ τόπῳ κουρεύοντι. Ἐὰν ἄλλος κρατήσῃ καὶ ἄλλος ἀνέλῃ, ὁ κρατήσας τῇ ἀγωγῇ τῇ τὸ διπλοῦν᾿ ἀπαιτούσῃ ἐνέχεται. Ἐὰν πολλοὶ πλήξωσι καὶ μή ἐστι δῆλον τῇ πληγῇ τίνος ἀπέθανε πάντες, ὑπόκεινται ὡς φονεῖς, καὶ τοῦ ἑνὸς καταβάλλοντος, οἱ λοιποὶ οὐκ ἐλευθεροῦνται· ποινὴ γάρ ἐστιν. Ἐάν τις θανατηφόρως τραυματίσῃ, καὶ ἄλλος ἀνέλῃ, ὁ πρῶτος ὡς τραυματίσας καὶ ὁ δεύτερος ὡς ἀνελὼν ὑπόκειται. Ἐὰν πολλοὶ δοκὸν ῥίψαντες ἀνέλωσι, πάντες τῷ ἀκουϊλίῳ ἐνάγονται. Εἰ μέν τις κρατῶν κύνα παρασκευάσει αὐτὸν δακεῖν, ὑπόκειται τῷ ἀκουϊλίῳ. εἰ δὲ μὴ κρατῶν ἠρέθισε, τῇ ἀγωγῇ τῇ τὸ διπλοῦν ἀπαιτούσῃ.
11
pr.Καὶ κεφ. ις΄, ἐν ᾧ φησιν· Ἐὰν θανατηφόρως τραυματίσω δοῦλον, καὶ ἀποθάνῃ ἐν συμπτώματι ἢ ναυαγίῳ, ἢ ἑτέρου πλήξαντος, οὐκ ἐνάγομαι ὡς φονεύσας, ἀλλ᾽ ὡς τραυματίσας. εἰ δὲ ἐκποιηθεὶς ἢ ἐλευθερωθεὶς ἀπέθανεν ἐκ τοῦ τραύματος, ἐνάγομαι ὡς φονεύσας.
12
pr.Καὶ κεφ. ιζ ' καὶ κθ΄, ἐν ᾧ φησιν· Ἐὰν κλαδευτὴς ἢ ξυλοκόπος κλάδον δένδρου ῥίψας ἀνέλῃ τινὰ, εἰ μὲν παρὰ δημοσίαν ἢ ἰδιωτικὴν ὁδὸν γέγονε, καὶ ἀπὸ ἀμελείας ἐνέχεται, τουτέστιν εἰ μὴ προέκραξεν. ἀμέλεια δέ ἐστι καὶ τὸ μὴ προγνῶναι, ἢ τότε ἔκραξεν, ὅτε τὸν κίνδυνον οὐκ ἐνῆν διαφυγεῖν. εἰ δὲ μηδεμία πάροδος ἦν ἐκεῖθεν, ἀπὸ μόνου δόλου ἐνέχεται ῥίπτων εἰς ὃν προεῖδε.
13
pr.Καὶ κεφ. μή, ἐν ᾧ φησιν· Ἐὰν ἀπὸ τῶν πληγῶν ἀποθάνῃ δοῦλος, καὶ μὴ ἐξ ἀμαθείας τοῦ ἰατροῦ ἢ ἐξ ἀμελείας τοῦ δεσπότου, ἡ περὶ φόνου κινουμένη ἀγωγὴ ἁρμόζει. Δοῦλον ὤθησέ τις τῶν σὺν αὐτῷ σφαιριζόντων καὶ ἀπέθανεν· οὐχ ἁρμόζει ὁ ἀκουΐλιος κατὰ τοῦ ὠθήσαντος. οὐ γὰρ ἀμελείᾳ, ἀλλὰ τυχηρῶς συνέβη.
14
pr.Ἀνάγν. καὶ τί. ιβ΄ κεφ. να΄ καὶ τί. λθ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ακινδύνως τὶς φονεύει τὸν βιαζόμενον αὐτὸν ἢ τοὺς αὐτοῦ πρὸς ἀσέλγειαν. Εἰ δὲ καί τις τὴν αὐτοῦ γαμετὴν συλλαβὼν μοιχευομένην φονεύσει, εὐτελὴς μὲν ὢν διηνεκῶς εἰς ἐξορίαν πέμπεται· ἐν τινι δὲ τιμῇ ὢν προσκαίρως ἐξορίζεται.
15
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἡ ποινὴ κατὰ ἀνδροφόνων ἐπὶ μὲν τῶν ἐντίμων περιορισμός ἐστι καὶ τελεία δήμευσις, ἐπὶ δὲ τῶν εὐτελῶν ξίφει καὶ θηρίοις ὑποβληθῆναι.
16
pr.Ἐν δὲ τῷ ί κεφ. Οὔτε ὁ μὴ ὢν ἑπταέτης οὔτε μαινόμενος φονεύων ὑπόκειται τῷ περὶ ἀνδροφόνων νόμῳ.
17
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐν τοῖς ἐγκλήμασιν οὐ τὸ γεγονὸς, ἀλλ᾽ ἡ διάθεσις σκοπεῖται.
18
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Οὐδὲν διαφέρει τὸ φονεῦσαι καὶ τὸ παρασχεῖν αἰτίαν φόνου.
19
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ὁ ἐντειλάμενός τινι φονεῖσαι ὡς φονεὺς κατακρίνεται.
20
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἐὰν ἐν μάχῃ φονευθῇ τις, ἑκάστου τῶν συνελθόντων ἡ πληγὴ σκοπεῖται. Καὶ εἰ μὲν μετὰ ξίφους πλήξας ἐφόνευσε, ξίφει τιμωρεῖται· εἰ δὲ ὁ πληγεὶς οὐ τελευτήσει, ὁ τὴν πληγὴν δεδωκὼς χειροκοπείσθω, διότι ὅλως μετὰ ξίφους δοῦναι ἐτόλμησεν. Εἰ δὲ διὰ ξύλων τελείων ἢ λίθων μεγάλων ἢ λακτισμάτων ὁ φόνος ἐτελέσθη, καὶ οὕτως οἱ τοῦτον πεποιηκότες χειροκοπείσθωσαν· εἰ δὲ δι᾽ ἐλαφροτέρων ποινῶν συμβῇ γενέσθαι τὸν θάνατον, τυπτέσθωσαν καὶ ἐξοριζέσθωσαν.
21
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ἐὰν ἐν μάχῃ μετὰ χειρὸς τύψῃ τὶς καὶ φονεύσῃ, τυπτόμενος ἐξοριζέσθω.
22
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ὁ φονεύσας τινὰ οὐ ψυχῇ φονεύοντος μὴ κρινέσθω ὡς ἀνδροφόνος, εἰ μὴ ἄρα εἴη στρατιώτης ', συμμέτρως δὲ σωφρονιζέσθω. ἀπαιτεῖ δὲ ἡ διάταξις αὐτὸν τὸν φονεύσαντα ἀποδεικνῦναι, ὅτι οὐ ψυχῇ φονεύοντος τὴν πληγὴν ἐπήγαγεν.
23
pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ὁ τὸν ἐπελθόντα φονεύσας, ἐν ᾧ περὶ τὴν ζωὴν ἐκινδύνευεν, ἀνεύθυνός ἐστιν.
24
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Τὸν λῃστὴν ἐπιόντα ἀκινδύνως ἔξεστι φονεύειν.
25
pr.Ἐξέστω παντὶ τὸν ἐν τοῖς ἀγροῖς νυκτὸς ἐπιόντα ἢ παρακαθήμενον τὰς ὁδοὺς καὶ οὕτως ἐπιβουλεύοντα τοῖς παριοῦσιν ἀκινδύνως ἀναιρεῖν, κἂν στρατιώτης ἐστί. κρεῖττον γὰρ ἐν τοῖς τοιούτοις βοηθεῖν ἑαυτῷ, ἢ μετὰ τὸ παθεῖν ἐπιζητεῖν ἑαυτῷ τὴν ἐκδίκησιν.
26
pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἐάν τις λακτίσας τινὰ φονεύσῃ, μὴ ψυχὴν ἔχων φονεύοντος, μὴ κρινέσθω φόνου. τύχῃ γὰρ μᾶλλον ὀφείλει τὸ πρᾶγμα λογίζεσθαι.
27
pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Ὁ περιπατῶν ἐπὶ τῷ πλῆξαι ἄνθρωπον μετὰ σιδήρου ὑπόκειται τῷ περὶ ἀνδροφόνων νόμῳ.
28
pr.Ἐν δὲ τῷ κε΄ κεφ. Ἐὰν ὁ ἀνὴρ λέγηται ἐπιβουλεῦσαι τῇ γυναικὶ, ἢ ἡ γυνὴ λέγηται ἐπιβουλεῦσαι τῷ ἀνδρί, χρὴ καὶ τοὺς δούλους αὐτῶν εἰς τὴν ἐξέτασιν βασανισθῆναι τῆς ἀληθείας.
29
pr.Ἐν δὲ τῷ λα΄ κεφ. Οἱ ἀξιωματικοὶ οὐχ ὑπόκεινται βασάνοις, εἰ μὴ ἐπὶ τῆς καθοσιώσεως. εἰ δὲ καί τινες εὑρεθῶσι γόητες ἢ οἱανδήποτε μαντείαν ἐπαγγελλόμενοι, μηδὲ προνομίῳ ἀξιώματος κεχρήσθωσαν. πρέπει γὰρ τῷ γενομένῳ παρ᾿ αὐτῶν ἁμαρτήματι τὸ τιμωρεῖσθαι αὐτοὺς, ἐὰν ἐν τῷ κομιτάτῳε τί ποτε τοιοῦτον ἁμάρτωσιν.
30
pr.Ἀνάγν. καὶ τί. μ΄, ἐν ᾧ διαλαμβάνεται περὶ πατροκτόνων καὶ συγγενῶν παντοίων φονευτῶν. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ φονεύων πατέρα ἢ μητέρα, πάππον ἢ μάμμην, ἀδελφὸν ἢ ἀδελφὴν, θεῖον ἢ θεῖαν, ἀνεψιὸν ἢ ἀνεψιὰν, ἢ τοὺς ἄλλους συγγενεῖς, ἄνδρα ἢ μνηστῆρα ἢ γυναῖκα ἢ μνηστὴν ἢ γαμβρὸν ἢ νύμφην ἢ πενθερὸν ἢ πενθερὰν, πατρῳὸν ἢ μητρυιὰν, ἢ προγονὸν ἢ προγονὴν, πάτρωνα ἢ πατρώνισσαν, ἢ κατὰ δόλον τοῦτο ποιήσας γενέσθαι, πυρὶ παραδίδοται. Καὶ ἡ μήτηρ φονεύουσα τὸν υἱὸν η τὴν θυγατέρα, καὶ πάππος τὸν ἔκγονον· καὶ ὁ ἀγοράσας φάρμακον ἐπὶ τῷ δοῦναι τῷ ἰδίῳ πατρί, κἂν μὴ δυνηθῇ δοῦναι.
31
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Οὐ μόνον οἱ φονεύοντες, ἀλλὰ καὶ οἱ συνίστορες, κἂν ὦσι ἐξωτικοὶ, τῇ τιμωρίᾳ τῶν πατροκτόνων ὑπόκεινται.
32
pr.Ἀνάγν. καὶ τί. νθ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν ὁ δεσπότης λώροις ἢ ῥάβδοις τυπτήσῃ τὸν ἴδιον οἰκέτην, ἢ ἕνεκεν τοῦ φυλάξαι αὐτὸν δεσμὰ περιβάλῃ αὐτῷ, κἀκεῖνος ὁτεδήποτε ἀποθάνῃ, οὐδὲν ἐντεῦθεν ὁ δεσπότης κινδυνεύει. εἰ μέντοιγε τὴν δεσποτικὴν ἐξελθὼν συμμετρίαν βασάνους αὐτῷ ἐπαγάγει, ἢ πῦρ αὐτῷ προσάψει, ἢ ξίφει ἢ λίθοις ἢ ξύλοις αὐτὸν φονεύσει θανατηφόρον αὐτῷ πληγὴν ἐπαγαγὼν, ἢ προσέταξεν αὐτὸν ἀγχόνῃ χρήσασθαι ἢ κρημνίσαι ἑαυτὸν ἢ θανάσιμον φάρμακον ἑαυτῷ μετὰ βίας ἐπενεγκεῖν, ἢ οὕτω πικρῶς αὐτὸν ἐβασάνισεν, ὥστε καὶ ἐν ταῖς βασάνοις ἀποθανεῖν, τὸ τηνικαῦτα φόνου δίκας ὑφέξει.
33
pr.Ἀνάγν. καὶ τί. νγ΄ κεφ. γ΄ [ἐν ᾧ φησιν]· Οὐ παντὸς ἑαυτὸν ἀνελόντος ἡ οὐσία δημεύεται, ἀλλὰ τοῦ κατηγορηθέντος, ἢ τοῦ καταληφθέντος ἐπὶ μυσαρᾷ τινι πράξει. καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ᾽ ὅτε ἡ καταδίκη τοῦ ἐγκλήματος, ᾧτινι κατηγορεῖτο, θάνατον ἢ περιορισμὸν ἐπέφερεν ἢ δήμευσιν. Ὁ μέντοι περὶ συμμέτρου κλοπῆς ἐναγόμενος ἐὰν ἑαυτὸν ἀνέλῃ, οὐ δημεύεται ἡ οὐσία αὐτοῦ. Οὐδὲ τοῦ ἀνελόντος ἑαυτὸν διὰ τὸ μῖσος τῆς ζωῆς ἢ διὰ πόνον νόσου ἢ δι᾽ ἑτέραν αἰτίαν. Καὶ ὁ ἑαυτὸν γὰρ ἀνελὼν, ἐπειδὴ τὸν ἴδιον υἱὸν ἐλέγετο πεφονευκέναι, δοκεῖ διὰ τὴν λύπην τοῦ υἱοῦ τοῦτο ποιεῖν, καὶ οὐ δημεύεται ἡ οὐσία αὐτοῦ. Ὁ δὲ χεῖρας ἐπιβαλὼν χωρὶς αἰτίας, καὶ μὴ ἐπιτυχὼν, τιμωρεῖται ὡς ἑαυτὸν καταψηφισάμενος. ὁ γὰρ ἑαυτοῦ μὴ φεισάμενος οὐκ ἂν ἑτέρου φείσαιτο.
34
pr.Ἀνάγν. καὶ βι. ζ΄ τί. ε΄ κεφ. φβ΄ καὶ βι. λέ τί. ις ' κεφ. α΄ θέμ. 5΄, ἐν ᾧ φησιν· Ἐάν τις ἑαυτὸν ἀνέλῃ, οὐ χώρα τῇ ἐξετάσει, εἰ μὴ ἄρα δυνάμενοι κωλύσαι οὐκ ἐκώλυσαν. [εἰ γὰρ ἐπ᾽ ὄψεσι τῶν οἰκετῶν τοῦτο ἐποίησε, καὶ ἠδύναντο χαλεπαίνοντα αὐτὸν καθ ' ἑαυτοῦ κωλύσαι καὶ οὐκ ἐκώλυσαν, τιμωροῦνται. εἰ δὲ οὐκ ἠδύναντο, ἐλευθεροῦνται τῆς τιμωρίας.] Ἡ δὲ διαθήκη τοῦ μὴ διὰ φόβον ἐγκλήματος ἑαυτὸν ἀνελόντος ἀνοίγεται.