JGR V 16.14
Περὶ [τῶν] περιοριζομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. να κεφ. β΄ θέμ. γ ' καὶ κεφ. μέ, ἐν ᾧ φησι· Τῶν· μὲν περιοριζομένων τὰ πράγματα, ἐὰν οἱ δυνάμενοι περιορίζειν ἐπαγάγωσι τὴν τιμωρίαν, τῷ δημοσίῳ διαφέρουσιν· ἐπειδη καὶ σιωπηρὰ δήμευσις ἐπακολουθεῖ τῇ τιμωρίᾳ. τὰ δὲ πρά· γματα τῶν ἐξορίστων ὑπὸ τὴν δεσποτείαν αὐτῶν μένουσιν.
2
pr.Ἀνάγν. καὶ τί. νγ΄ κεφ. β΄ καὶ τί. νδ΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ὁ ἔπαρχος τῆς πόλεως δύναται περιορίζειν, οὐ μὴν οἱ τῶν ἐπαρχιῶν ἄρχοντες. ἀλλ᾽ ὁσάκις νομίσουσιν ὀφείλειν περιορισθῆναί τινα, τελείως τὰ περὶ αὐτοῦ καὶ τὴν οἰκείαν γνώμην ἀναφέρουσι βασιλεῖ, καὶ αὐτὸς δοκιμάζει εἰ δεῖ τῇ ψήφῳ τοῦ ἄρχοντος ἀκολουθῆσαι. ἐν ὅσῳ δὲ ὁ βασιλεὺς ἀντιγράφει, ἐν φυλακῇ βάλλεται.
3
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ὁ χωρὶς βασιλέως ὑπὸ ἄρχοντος περιορισθεὶς καὶ κληρονομεῖ καὶ δωρεὰς κατὰ διαθήκας λαμβάνει.
4
pr.Οἱ δὲ περιοριζόμενοι οὐδὲ κληρονομίαν οὐδὲ λεγάτον λαμβάνουσι. καταλιμπάνεται δὲ αὐτοῖς ἐν διαθήκῃ τὰ πρὸς ἀποτροφὴν καὶ τὰς ἄλλας ἀναγκαίας χρείας ἀρκοῦντα.
5
pr.Ἀνάγν. καὶ βι. κή΄ τί. ζ΄ κεφ. κβ΄α.