IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.13

Περὶ πενθίμου, καὶ τίνες οὐ πενθοῦνται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κα΄ τί. β΄ κεφ. ε΄, ἐν ᾧ φησιν· Ὁ ἀνὴρ οὐ πενθεῖ τὴν γαμετὴν, οὐδὲ ἡ μνηστὴ τὸν μνηστῆρα.

2

pr.Κατὰ κέλευσιν βασιλέως δύναται ἡ γυνὴ ἐν τῷ πενθίμῳ χρόνῳ γαμεῖν. Ἡ πενθοῦσα καλῶς μνηστεύεται.

3

pr.Εἰ καὶ τοιοῦτός ἐστιν ὁ ἀνὴρ ὥστε μὴ πενθεῖσθαι, ὡς ὁ αὐτόμολος καὶ ὁ κατακριθεὶς ἐπὶ τυραννίδι καὶ ὁ προδότης καὶ ὁ ἀπαγχόμενος, καὶ ὁ χεῖρας ἐπιβαλὼν ἑαυτῷ μὴ μίσει τῆς ζωῆς, ἀλλὰ κακῇ συνηθείᾳ, ὅμως διὰ τὴν σύγχυσιν τῆς γονῆς ἡ πρὸ πενθίμου γαμοῦσα ἀτιμοῦται, καὶ ὁ ἐν εἰδήσει ἀγαγόμενος αὐτήν. ἡ δὲ τοῦ φάκτου ἄγνοια, οὐ μὴν ἡ τοῦ νόμου συγγινώσκεται. ἡ δὲ τεκοῦσα ἐν τῷ πενθίμῳ παραχρῆμα δύναται γαμεῖνα. Ὁ ὑπεξούσιος κελεύσει τοῦ πατρὸς ἀγαγόμενος τὴν πενθοῦσαν συγγινώσκεται· ὁ δὲ πατὴρ ἀτιμοῦται.

4

pr.Κἂν μετὰ τὸ γενέσθαι αὐτὸν αὐτεξούσιον μείνῃ ἔχων αὐτὴν, οὐκ ἀτιμοῦται.

5

pr.Εἰ μὴ κατ᾿ ἀρχὰς γνῷ ὁ πατὴρ, ἀλλ᾽ ὕστερον ἀποδέξηται τὸν γάμον, οὐκ ἀτιμοῦται.

6

pr.Ἀνάγν. καὶ τί. γ΄ κεφ. ιγ΄. ἀνάγν. καὶ βι. κη΄ τί. ε΄ κεφ. ιζ΄, ἐν ᾧ φησιν· Αἱ τῶν πενθουμένων καὶ αἱ τῶν μὴ πενθουμένων ἀνδρῶν γαμεταὶ κωλύονται ἐν τῷ πενθίμῳ καιρῷ γαμεῖσθαι. ἡ δὲ τεκοῦσα ἐν τῷ πενθίμῳ παραχρῆμα δύναται λαβεῖν.

7

pr.Ἀνάγν. καὶ τί, ιε΄ κεφ. β΄, ἐν ᾧ διαλαμβάνεται περὶ τῆς τεκούσης τῷ ια μηνί. καί φησι ἐν τῷ ἐ΄ αὐτοῦ θέμ. Ὅτι θεσπίζομεν, εἴ τι τοιοῦτον συμβαίη καὶ πρὸ τοῦ πενθίμου χρόνου τέκοι γυνὴ πρὸς τῷ πέρατι τοῦ ἔτους, ὥστε ἀναμφισβήτητον εἶναι τὸ μὴ τὴν γονὴν ἐκ τοῦ προτέρου καθεστάναι συνοικεσίου, παντοίως αὐτὴν στερεῖσθαι τῆς προγαμιαίας δωρεᾶς καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν, ὑποκειμένην καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιτιμίοις, ὡσανεὶ δευτέροις ἔτυχε πρὸ τοῦ πενθίμου χρόνου νομίμοις ὁμιλήσασα γάμοις. μὴ γάρ ποτε πλεῖον ἐχέτω σωφροσύνης ἀσέλγεια· ἀλλ᾽ ὑποκείσθω μὲν καὶ αὐτὴ ταῖς αὐταῖς ποιναῖς, κινδυνευέτω δὲ καὶ περὶ τὴν ἐλπίδα τῆς ἀπὸ τῆς μοιχείας γραφῆς, ὅπως ἂν μηδὲ γάμων ἀώρων ἐπιθυμοίη μηδὲ τοὺς νομίμους γάμους μείζονι κακῷ σοφίζοιτο.

8

pr.Ἀνάγν. καὶ βι. νθ ' τί. α κεφ. κθ΄, ἐν ᾧ φησιν· Ὁ προδότης τῆς ἰδίας πατρίδος οὐ πενθεῖται, ἀλλὰ καὶ ἀψόγως παῖς πατέρα τοιοῦτον ἀναιρεῖ, καὶ τούμπαλιν, καὶ ἄθλων ἀξιοῦται. προείρηται δὲ περὶ τῶν πρὸ τοῦ πενθίμου ἐρχομένων εἰς δεύτερον γάμον καὶ ἐν τῷ περὶ δευτερογαμούντων πλατύτερον.