IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.12

Περὶ πεκουλίου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νζ΄ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν τὸ στρατιωτικὸν πεκούλιον τοῦ παιδὸς μείνῃ παρὰ τῷ πατρὶ, μὴ διατιθεμένου αὐτοῦ μὲν οὐ γίνεται κληρονόμος, τῶν δὲ παρὰ τοῦ παιδὸς κληρονομηθέντων κληρονόμος γίνεται.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐὰν ἀδιάθετος στρατιώτης ἀποθάνῃ, τὰ πράγματα αὐτοῦ παρὰ τῷ πατρὶ αὐτοῦ μένει ὡς πεκούλιον. εἰ δὲ διάθηται, ὡς κληρονομία ἐστὶ τὸ στρατιωτικὸν πεκούλιον.

3

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Στρατιωτικά εἰσιν, ὅσα συγχωροῦντος τοῦ πατρὸς ἀπαγάγῃ εἰς τὰ κάστρα ἤτοι φοσσάτα. καὶ ἄκοντος τοῦ πατρὸς ἔχει τὰς περὶ τοῦ στρατιωτικοῦ ἀγωγάς· κἂν αὐτεξούσιος ἐκτήσατο, καὶ δέδωκεν ἑαυτὸν εἰς θέσιν.

4

pr.Ἐν δὲ τῷ ί κεφ. Οὐδὲν τοῖς πατρᾶσιν ἐκ τοῦ στρατιωτικοῦ πεκουλίου τῶν ὑπεξουσίων κεχρεώστηται.

5

pr.Στρατιωτικὸν πεκούλιόν ἐστι τὸ δωρούμενον ἀπὸ γονέων ἢ συγγενῶν τοῖς οὖσιν ἐν στρατείᾳ, καὶ ὅπερ αὐτὸς ὁ ὑπεξούσιος ἐν τῇ στρατείᾳ κτήσεται.

6

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Οὔτε μένοντος ὑπεξουσίου τοῦ στρατιώτου, οὔτε αὐτεξουσίου γινομένου, οὔτε εἰς θέσιν παρὰ τοῦ πατρὸς διδομένου, δύναται ὁ πατὴρ ἀφαιρεῖσθαι τὸ στρατιωτικὸν πεκούλιον.

7

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἡ διάταξις δίδωσι πᾶσι τοῖς ἐν τῷ παλατίῳ στρατευομένοις δίκαιον στρατιωτικοῦ πεκουλίου εἰς τὰ κτηθέντα αὐτοῖς ἐν καιρῷ τῆς στρατείας, ἢ ἀπὸ βασιλικῶν δωρημάτων ἢ ἐξ ὧν μὴ δαπανῶσι, καὶ ἐφ᾽ ὅσον στρατεύονται καὶ μεθ᾽ ὃ πληρώσουσιν.

8

pr.Ἐν δὲ τῷ κς ' κεφ. Δίκαιον στρατιωτικοῦ πεκουλίου ἔχουσι καὶ οἱ σκρινιάριοι καὶ οἱ ἐξσκέπτορες τοῦ ἐπάρχου τῶν πραιτωρίων. δοκοῦσι γὰρ τῆς πρώτης λεγεῶνος εἶναι τῆς τῷ βασιλεῖ βοηθούσης.