IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.11

Περὶ πατρώνων καὶ ἀπελευθέρων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ ' τί. η΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι οὐ χρὴ καλεῖν εἰς δίκην ἀπελεύθερον τὸν πάτρωνα ἢ παῖδας αὐτοῦ ἄνευ τοῦ αἰτῆσαι συγγνώμην παρὰ τοῦ πραίτωρος.

2

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὅτι ἐὰν ὁρκώσω τὸν ἀπελεύθερον μὴ γαμῆσαι, καλεῖ με ἀζημίως, οὐ μὴν τὸν υἱόν μου, ὡς ἀναίτιον.

3

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Οὐχ ὑποπίπτει τῇ ποινῇ ὁ λίβελλον ἐπιδοὺς κατὰ τοῦ πάτρωνος καὶ μὴ ἀποκρύψας τὸ εἶναι ἀπελεύθερος αὐτοῦ.

4

pr.Ἀνάγν. καὶ βι. ιζ ' τί. β΄ κεφ. με΄ καὶ βι. μη΄ τί. κ΄ κεφ. ιθ΄ καὶ τί. κς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί τοῦ πᾶσαν αἰδῶ καὶ τιμὴν ἔχειν τοὺς ἀπελευθέρους πρὸς τοὺς πάτρωνας καὶ τοῦ ὀψικεύειν αὐτοὺς, καὶ μήτε ὕβριν ἢ πληγὰς ἢ μεγάλην ζημίαν ἐπιφέρειν αὐτούς. εἰ γὰρ τοιοῦτόν τι ποιήσαντες ἀπελεγχθεῖεν, ἀναδουλοῦνται.

5

pr.Ἀνάγν. βι. μθ ', οὗτινος ἐν τῷ α΄ τί. κεφ. α΄ φησίν· Ἐὰν μόνον ἀκαθήκοντες φανῶσιν οἱ ἀπελεύθεροι πρὸς τοὺς πάτρωνας ἢ παῖδας αὐτῶν, ὀφείλει μαστιγοῦν αὐτοὺς ὁ ἄρχων καὶ ἀπολύειν ἀπειλῶν σφοδροτέραν ἐπεξέλευσιν, ἐὰν πάλιν αἰτιαθῶσιν· εἰ δὲ ὕβρισαν, ἐξορίζειν προσκαίρως· εἰ δὲ χεῖρας ἐπέβαλον, μεταλλίζειν. τὸ αὐτό ἐστι κἂν συκοφαντίαν τινὰ κατεσκεύασαν αὐτῷ ἢ καταμήνυσιν, ἢ ἄλλως πράγμασιν αὐτὸν περιβαλεῖν ἐπεχείρησαν.

6

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ ἀπελεύθερος ὑποβαλών τινα περὶ τύχης ἐναγαγεῖν τῷ πάτρωνι ἀναδουλοῦται. καὶ ὁ πάτρων μὴ τρέφων τὸν ἀπελεύθερον πενόμενον ἐκπίπτει τῶν πατρωνικῶν δικαίων.

7

pr.Ἐν δὲ τῷ ι κεφ. Ὁ πάτρων κεφαλικῶς τοῦ ἀπελευθέρου κατηγορῶν ἐκπίπτει τῆς κατὰ τῆς αὐτοῦ διαθήκης ἐναντιώσεως. Οὐδὲ γὰρ ἐξ ἀδιαθέτου κληρονομεῖ.

8

pr.Ἐν δὲ τῷ λ ' κεφ. Ὅτι εἰ μὲν ἐλάττονα τῶν ρ ' νομισμάτων ἔχοιεν περιουσίαν οἱ ἀπελεύθεροι, οὐ περιεργάζονται, ἀλλὰ διατίθενται ὡς ἂν βουληθῶσιν· ἀδιαθέτων δὲ καὶ ἀπαίδων αὐτῶν τελευτώντων κληρονομοῦσιν οἱ πάτρωνες. τῶν δὲ ὑπὲρ τὰ ρ΄ νομίσματα ἐχόντων οὐσίαν, εἰ μὲν εἴησαν παῖδες ἢ ἔκ γονοι ἢ προέκγονοι ἢ ἀπέκγονοι, αὐτοὶ καλοῦνται πρὸς τὴν διαδοχήν· ἀπαίδων δὲ αὐτῶν ὄντων καὶ ἀδιαθέτων καλοῦνται οἱ πάτρωνες. εἰ δὲ διάθωνται ἄπαιδες ὄντες οἱ ἀπελεύθεροι, ἀνάγκην ἐχέτωσαν τὸ τρίτον τῆς περιουσίας αὐτῶν καταλιμπάνειν τοῖς πάτρωσιν. καλοῦνται δὲ πρὸς μὲν τὴν ἐξ ἀδιαθέτου κληρονομίαν οἵ τε κατιόντες τοῦ πάτρωνος καὶ οἱ ἐκ πλαγίου, δηλονότι κατιόντων μὴ ὄντων, μέχρι ε΄ βαθμοῦ· πρὸς μὲν᾿ τὴν μέμψιν τῆς διαθήκης τοῦ ἀπελευθέρου μόνοι οἱ πάτρωνες καὶ παῖδες αὐτῶν καὶ ἔκγονοι ἕως πεμπτοῦ βαθμοῦ μόνον. οἱ δὲ ἐκ πλαγίου οὐκ ἔχουσι τὴν ἐναντίωσιν τῆς διαθήκης ἐπὶ τῷ λαβεῖν τὸ τρίτον ἐξωτικῶν γραφομένων.

9

pr.Ἐν δὲ τῷ β΄ τί. διαλαμβάνεται περὶ τῆς ὀφειλομένης τιμῆς παρὰ τῶν ἀπελευθέρων τοῖς πάτρωσιν. οὗτινος ἐν τῷ η΄ κεφ. φησιν· Απελεύθερος κατὰ πάτρωνος ἀτιμοποιὸν ἀγωγὴν οὐ δύναται κινῆσαι.

10

pr.Καὶ ὅτι εἰ καὶ παρέσχε χρήματα τῷ δεσπότῃ ὁ δοῦλος καὶ ἠλευθερώθη, ὅμως ὀφείλει τιμᾷν αὐτόν.

11

pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ὁ ἀπελεύθερος εἰ ἀχάριστος φανῇ περὶ τὸν πάτρωνα καὶ ὑβρίσῃ αὐτὸν ἢ προπετὴς κατ᾿ αὐτοῦ γένηται ἢ ὅλως αἰτίαν ἀγανακτήσεως δικαίαν παράσχῃ τῷ πάτρωνι, πάλιν γινέσθω δοῦλος. καὶ οἱ παῖδες αὐτοῦ οἱ μετὰ ταῦτα τικτόμενοι ἔστωσαν δοῦλοι.

12

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ὁ ἀπελεύθερὸς ἢ ὁ τοῦ ἀπελευθέρου παῖς, ἐὰν στρατεύσωνται, ὡς ἐξ αὐτοῦ τούτου ἀχάριστοι γενόμενοι περὶ τὸν πάτρωνα ἀναδουλούσθωσαν.

13

pr.Ἐν δὲ τῷ ιγ ' τί. διαλαμβάνεται περὶ ὑπηρεσίας καὶ ἐργασίας τῶν ἀπελευθέρων τῶν ταύτας παρέχειν ἐπερωτηθέντων, οὗτινος ἐν τῷ να. κεφ. φησίν· Ὅτι ἐὰν ἐστὶν ὅλως ἄπορος ὁ πάτρων, ἀναγκάζεται ὁ ἀπελεύθερος τρέφειν αὐτόν.

14

pr.Ἐν δὲ τῷ δ΄ τί. [διαλαμβάνει] περὶ διακατοχῆς, ἣν ἔχουσιν οἱ πάτρωνες τῶν ἀπελευθέρων τελευτώντων εἰς τὴν οὐσίαν αὐτῶν τὴν ἐναντίωσιν κινοῦντες κατὰ τῆς διαθήκης αὐτῶν. οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Ὁ διὰ τὸ καταμηνύσαι τὴν ἀναίρεσιν τοῦ ἰδίου δεσπότου ἐλευθερωθεὶς οὐδενός ἐστιν ἀπελεύθερος.

15

pr.Ἐν δὲ τῷ ς ' κεφ. Ὁ τὸν πατρῷον ἀπελεύθερον δουλαγωγήσας οὔτε ὀνόματι τῶν ἰδίων παίδων ἔχει τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν.

16

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ἐὰν ὁ πάτρων κεφαλικῶς κατηγορήσῃ τοῦ ἀπελευθέρου ἢ δουλαγωγήσῃ αὐτὸν, ἐκπίπτει τῆς κατὰ τῆς διαθήκης αὐτοῦ ἐναντιώσεως. Ὁ δὲ ἀφήλιξ κατηγορήσας ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ τοῦ ἐπιτρόπου ἢ τοῦ κουράτορος συγγινώσκεται, κἂν εἰ τέλειος γενόμενος κατεδικάσθη. οὔτε γὰρ ἠδύνατο τῆς κατηγορίας ἀποστῆναι διὰ τὸ μὴ ἐμπεσεῖν εἰς τὸ κατὰ τῶν συκοφαντῶν δόγμα, οὔτε ἄφεσις εὐχερῶς τῷ βουλομένῳ δίδοται. εἰ δὲ δημοσίας δοθείσης ἀφέσεως μείζων γενόμενος ἀνενεώσατο αὐτὴν, ἀπωθεῖται τῆς κατὰ τῆς διαθήκης τοῦ ἀπελευθέρου ἐναντιώσεως. ἠδύνατο γὰρ αὐτὴν ἀκινδύνως μὴ ἀνανεώσασθαι. Κεφαλικῶς δὲ κατηγορεῖ ὁ κινῶν ἔγκλημα, ἐξ οὗ θάνατος ἢ πολιτείας ἔκπτωσις ἐπιφέρεται.

17

pr.Ἐν δὲ τῷ ις ' κεφ. Οἱ τῆς πατρωνίσσης παῖδες καὶ πορνογενεῖς ὄντες ἔχουσι κατὰ τοῦ ἀπελευθέρου αὐτῆς τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν, οἱ δὲ τοῦ πάτρωνος νόμιμοι ὄντες.

18

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐὰν εἰς ἧττον τοῦ νομίμου γραφεὶς ὁ πάτρων πλαστὴν εἴπῃ τὴν διαθήκην καὶ ἡττηθῇ, ἐκπίπτει τῆς κατὰ τῆς διαθήκης ἐναντιώσεως. ἰδίᾳ γὰρ βουλήσει τὴν κληρονομίαν ἀπώλεσεν.

19

pr.Ἐν δὲ τῷ λέ κεφ. Ὁ πάτρων καὶ ἡ πατρώνισσα μὴ ἐκδικοῦντες τὴν ἀναίρεσιν τοῦ ἀπελευθέρου τῆς κατὰ τῆς διαθήκης ἐναντιώσεως τοῦ ἀπελευθέρου ἐκπίπτουσιν.

20

pr.Ἐν δὲ τῷ ἑ τί. φησὶ περὶ προσκυρώσεως ἀπελευθέρου. οἷον, ἔχων τὶς δύο υἱοὺς ἢ πλείους ἀπὸ νομίμων γάμων δύναται τῷ ἑνὶ αὐτῶν ἐν ζωῇ ἢ κατὰ διαθήκας προσκυροῦν τὸν ἴδιον ἀπελεύθερον· κἀκεῖνος εὑρίσκεται μετὰ θάνατον τοῦ πατρὸς μόνος πάτρων.

21

pr.Ἐν δὲ τῷ ς ' τί. περὶ τοῦ μὴ ἐξεῖναι αὐτοῖς τὰς ἰδίας περιουσίας μειοῦν εἰς βλάβην τῶν πατρώνων. οὗτινος ἐν τῷ δ ' κεφ. φησί· Πάντα τὰ εἰς περιγραφὴν ἐμποιούμενα· ἀνατρέπεται.

22

pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. ε΄, ἐν ᾧ φησι περὶ ἀπελευθέρων ἐνεχομένων ἀπὸ τῶν εἰς δουλείας συναλλαγμάτων ἢ χρεῶν ἢ᾽ ἁμαρτημάτων. οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Τοῖς σοῖς δανεισταῖς, οἵτινες ἐν τῇ δουλείᾳ σοι ἐδάνεισαν, οὐδεμία κατά σου ἁρμόζει ἀγωγὴ, μάλιστα ἐπειδὴ τὸ πεκούλιον μὴ λεγατευθῆναί [σοι] θεματίζεις.

23

pr.Ἐν δὲ τῷ δ ' αὐτοῦ κεφ. Ἐκ τῶν ἐν δουλείᾳ συναλλαγ μάτων μετὰ τὴν ἐλευθερίαν οὐδεὶς κατέχεται, ἐκ δὲ τῶν ἁμαρτημάτων ἐνάγεται, διὰ τὸν κανόνα τὸν λέγοντα· τὰ πταίσματα τῇ κεφαλῇ ἀκολουθεῖ.

24

pr.Ἀνάγνωθι καὶ βι. λά τί. β΄ καὶ τί. ς ' κεφ. ς ' καὶ θ΄, ἐν οἷς φησι τοῦ τρέφεσθαι τοὺς πάτρωνας παρὰ τῶν ἀπελευθέρων.

25

pr.Ἀνάγν. καὶ βι. λζ΄ τί. δ΄ κεφ. γ ', ἐν ᾧ φησι περὶ πατρώνων καὶ ἀπελευθέρων διαδόχων καὶ ἐπιτρόπων.

26

pr.Ἀνάγν. καὶ βι. μ΄ τί. ζ ' κεφ. δ΄ καὶ ε΄. ἀνάγν. καὶ βι. με τί. α΄ κεφ. ις΄, ἐν ᾧ φησιν· Ἀπελευθέρου τελευτῶντος οἱ κατιόντες πρῶτοι καλοῦνται, καὶ μετ᾿ αὐτοὺς οἱ ἀνιόντες τοῦ ἀπελευθέρου καὶ ἀδελφοὶ ἐλεύθεροι ὄντες. τούτων δὲ μὴ ὑπόντων οἱ πάτρωνες, εἴτε ἑκόντες ἠλευθέρωσαν εἴτε δι᾽ ἀποκαταστάσεως, εἴτε προικιμαῖον ὁ ἀνὴρ ἐλευθερώσει δοῦλον, εἴτε ἐπὶ ὅρῳ ἐλευθερίας ἠγόρασε καὶ ἀναρπαγῇ ἀπὸ τῆς διατάξεως. εἰ δέ τις ἐλέγξει τὴν τοῦ ἰδίου δεσπότου ἀναίρεσιν, εἰ μὲν ὡς ἀπελεύθερον αὐτὸν ὁ ἄρχων τινὶ προσκυρώσει, αὐτὸς ἔσται πάτρων καὶ νόμιμος κληρονόμος· εἰ δὲ μὴ προσκυρωθῇ τινι, ἀπελεύθερος ἔσται τοῦ πρῴην αὐτοῦ δεσπότου· κἀκεῖνος αὐτοῦ κληρονομεῖ ἐξ ἀδιαθέτου, εἰ μὴ ἀνάξιός ἐστιν, ὥστε καὶ τὴν κληρονομίαν ἀφαιρεθῆναι.

27

pr.Ἀνάγν. καὶ βι. να τί. ς ' κεφ. α΄ θέμ. ε καὶ κεφ. β΄ καὶ δ΄. ἀνάγν. καὶ βι. νθ΄ τί. α΄ κεφ. γ΄. ἀνάγν. καὶ βι. ξ΄ τί. μα κεφ. ς.