IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Μ

JGR V 12.2

Περὶ μανδατόρων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κς ' τί. α΄ κεφ. λθ ' θέμ. β΄ καὶ κεφ. μθ ' θέμ. δ΄, ἐν ᾧ Ἐκ πολλῶν μανδατόρων τοῦ αὐτοῦ χρέους ἐὰν ὁ εἷς φησιν· ἐναχθῇ καὶ ἐλευθερωθῇ, οἱ λοιποὶ οὐκ ἐλευθεροῦνται. τῇ μέντοι καταβολῇ πάντες ἐλευθεροῦνται.

2

pr.Καὶ κεφ. ξη΄ θέμ. β΄ καὶ κεφ. πα, ἐν ᾧ φησιν· Ἡ ἐπὶ τῶν μανδάτων ἀγωγὴ προσωπική ἐστι. καὶ διὰ τοῦτο εἴ τι καταβάλλει χρέους ἕνεκεν, ἀπαιτεῖ τὸν χρεώστην ἢ τὸν κληρονόμον αὐτοῦ, οὐ μὴν κατὰ τῶν ἐνεχύρων κινεῖν δύναται· εἰ μὴ καταβαλὼν τὸ χρέος ἠγόρασεν αὐτὰ ἐκχωρηθεὶς τὰς ἀγωγάς. λοιπὸν γὰρ ἐξτραορδιναρίᾳ βοηθεῖται καὶ περὶ αὐτῶν.

3

pr.Καὶ κεφ. πη΄. ἀνάγν. καὶ τί. β΄, ἐν ᾧ φησι περὶ τοῦ πρότερον κατὰ τῶν χρεωστῶν χωρεῖν τοὺς δανειστάς.