IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.9

Περὶ ἐκκλήτου, καὶ τίνες δύνανται ἐκκαλεῖσθαι, καὶ ποῖαι τῶν ἀποφάσεων οὐχ ὑπόκεινται ἐκκλήτῳ, καὶ περὶ διαφόρων προθεσμιῶν τῆς ἐκκλήτου, καὶ ὅτι τρίτον τὶς οὐκ ἐκκαλεῖται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. θ΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὴν ἀδικίαν καὶ τὴν ἀπειρίαν τοῦ δικάσαντος ἐπανορθοῦται ἡ ἔκκλητος, κἂν εἰ τὰ μάλιστα συμβαίνῃ μὴ πάντοτε τὸν ὕστερον ὀρθῶς ψηφίζεσθαι.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Εἰ καὶ βασιλεὺς δι᾽ ἀναφορᾶς ἄρχοντος ὁρίσει τὴν τομὴν, ἔξεστιν ἐκκαλεῖσθαι. εἰ δὲ καὶ διαλαλήσει ὁ ἄρχων ὅτι μέλλει ἀναφέρειν βασιλεῖ, οὐ κατὰ τῆς ἀναφορᾶς ἐκκαλεῖσθαι δεῖ, ἀλλὰ μετὰ τὴν ἀντιγραφήν. Ὁ λίβελλος τῆς ἐκκλήτου ὀφείλει ἔχειν τὸ ὄνομα τοῦ ἐκκαλουμένου, καὶ τοῦ δικαστοῦ, καθ᾽ οὗ ἐκκαλεῖται, καὶ ἐκ ποίας ἀποφάσεως.

3

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Αρκεῖ τὸ ἐν τοῖς πεπραγμένοις εἰπεῖν· ἐκκαλοῦμαι. Οὐδὲν δὲ βλάπτει τὸ μὴ ἐξειπεῖν τὸ ὄνομα τοῦ ἀντιδίκου.

4

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἑτέρου δικασαμένου ἕτερος ἐκκαλεῖσθαι δύναται, ἐὰν αὐτῷ διαφέρῃ, ὡς ἐπὶ ἀγοραστοῦ καὶ πράτου. ὁπότερος γὰρ αὐτῶν δικασάμενος μὴς ἐκκαλέσεται, δύναται ὁ ἄλλος ἐκκαλεῖσθαι. εἰ δὲ καὶ ἐκκαλέσεται μὲν ὁ πράτης δικασάμενος, ὕποπτος δέ ἐστιν, ὁ ἀγοραστὴς δύναται διεκδικεῖν τὴν ὑπόθεσιν, ὡσανεὶ αὐτὸς ἐξεκαλέσατο. τὰ αὐτὰ καὶ περὶ δανειστοῦ καὶ χρεώστου δικασαμένου πρὸς ἄλλον ἐπὶ τῷ ἐνεχύρῳ.

5

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὁ ἐκκαλεσάμενος ἐὰν ὑβρίσῃ τὸν ψηφισάμενον, τύπτεται.

6

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐὰν ὁ ἐκκαλεσάμενος ἀνάγκῃ τοῦ δικαστοῦ καταβάλῃ τὰ τῆς ψήφου, νικῶν τὴν ἐκκλητον ἀναλαμβάνει τὰ δοθέντα.

7

pr.Ἐν δὲ τῷ κγ ' κεφ. Ἐπίτροπος ἢ κουράτωρ ἢ ἀλλοτρίου πράγματος διοικητὴς ἐὰν ἐκκαλεσάμενος παρελκύσῃ τὴν δίκην, καὶ τοῦ μέσου καιροῦ δίδωσι τόκους.

8

pr.Ἐν δὲ τῷ κη΄ κεφ. Κατὰ ψήφου βασιλέως ἢ συγκλήτου οὐ δίδοται ἔκκλητος. οὔτε ὁ πρὸ ψήφου καταθέμενος μὴ ἐκκαλεῖσθαι δύναται ἐκκαλεῖσθαι.

9

pr.Ἐν δὲ τῷ λβ΄ κεφ. θέμ. γ΄. Ἀπὸ τῆς ἀναγνώσεως τῆς ψήφου αἱ δέκα ἡμέραι τῆς ἐκκλήτου ἀριθμοῦνται. Τὸ δὲ τῶν δέκα ἡμερῶν παραφυλάττεται καὶ ἔνθα ψῆφος μὲν οὐκ ἐκφωνεῖται, χρεία δέ ἐστιν ἐκκλήτου.

10

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ὁ κινήσας ὡς ὕποπτος κατηγορηθεὶς καὶ ἡττηθεὶς εἴσω δέκα ἡμερῶν ἐκκαλεῖται.

11

pr.Ἐν δὲ τῷ να κεφ. Ὁ ἐκκαλεσάμενος δικαστὴν οὐ δύναται ἐφ᾽ ἑτέραις δίκαις αὐτὸν ὡς ἐχθρὸν διὰ τοῦτο παραιτεῖσθαι. πάλιν γὰρ αὐτὸν ἐκκαλεῖσθαι δύναται.

12

pr.Ἐν δὲ τῷ νγ ' κεφ. Ἡ διάταξίς φησι τὸ νόμιμον [τὸ] κείμενον καὶ ἐν τοῖς πρώτοις, ὅτι κατὰ ἐπάρχου πραιτωρίων ἔκκλητον οὐδεὶς ἐπιδίδωσι. δύναται δὲ βασιλέως ἐπιδεηθῆναι καὶ μέμψασθαι τῇ ἀποφάσει· κἂν τὰ μάλιστα ὑπὲρ πόλεως ἡ ἀπόφασις γέγονε. μόνον δὲ ἐντὸς διετίας δύναταί τις περὶ τῆς ἀποφάσεως δεηθῆναι βασιλέως, οὐχὶ περαιτέρω.

13

pr.Ἐν δὲ τῷ οη΄ κεφ. Μηδὲ μετὰ προκάταρξιν ἐξέστω τινὶ παραιτήσασθαι τὸν δικαστὴν, μηδὲ πρὸ ἀποφάσεως ἐξέστω τινὶ ἐκκαλεῖσθαι.

14

pr.Ἐν δὲ τῷ λέ κεφ. τοῦ αὐτοῦ α΄ τί. φησὶν, ὅτι καὶ πρὸ ψήφου δυνατὸν ἐκκαλεῖσθαι, ἐὰν ἐν χρηματικῇ δίκῃ διαλαλήσῃ ζήτησιν γενέσθαι ἐμβάσανον, ἢ ἐν ἐγκληματικῇ τοῦτο δοκι- μάσῃ παρανόμως.

15

pr.Ἐν δὲ τῷ ρκγ ' κεφ. Ἡ διάταξις κελεύει, ἐὰν ἡ δίκη, ἐφ᾽ ᾗ δεῖ πραχθῆναι τὴν κατὰ συνέλευσιν ἔκκλητον, μὴ ὑπερβαίνῃ τὰς δέκα λίτρας, μὴ ὡς πρότερον δύο δικασταὶ τὸ πρᾶγμα κρίνωσιν, ἀλλὰ μόνον εἷς. εἰ δὲ ὑπερβαίνει τὰς δέκα λίτρας ἡ δίκη, τότε ἵνα δύο ὦσι δικασταὶ τῶν ἐπιστουλαρίωνα ὑπηρετούντων. εἰ μέντοι διαφωνήσουσιν οἱ δύο δικασταὶ πρὸς ἀλλήλους, τρίτον αὐτοῖς συνεῖναι τὸν κοιαίστωρα. & Νοταρίων. ἐὰν δὲ ὑπερβαίνῃ τὰς κ΄ λίτρας ἡ δίκη, τότε κινεῖσθαι αὐτὴν ἐπὶ κοινῆς ἀκροάσεως πάντων τῶν συγκλητικῶν, ἵνα ἔξεστι καὶ τῷ νενικηκότι ἐν τῷ προτέρῳ δικαστηρίῳ εἰσιέναι παρὰ τῷ ἑνὶ ἢ τοῖς δυσὶ δικασταῖς ἢ πᾶσι τοῖς συγκλητικοῖς τὴν ἔκκλητον ἐντὸς διετίας. καὶ μηδεμιᾷ ἐκκλήτῳ ἀναρτᾶσθαι τὰ παρ᾽ αὐτοῖς κρινόμενα, ὥσπερ οὐδὲ αἱ παρὰ βασιλεῖ πραττόμεναι ἐξετάσεις ἀναψηλαφῶνται.

16

pr.Ἐν δὲ τῷ ρκς ' κεφ. Ἐάν τις ἐπιδῷ ἔκκλητον ἢ ἄρχοντι ἤ τινι περιβλέπτῳ δικαστῇ, ἓξ μηνῶν ἐχέτω προθεσμίαν. ἐὰν δὲ μὴ καταβάλλῃς ἐντὸς τῶν ἓξ μηνῶν, ἐχέτω καὶ ἄλλας λα΄ ἡμέρας. εἰ δὲ ἐκπέσοι καὶ τούτου τοῦ χρόνου, ἐχέτω καὶ ἄλλας λα΄ ἡμέρας. καὶ πάλιν ἐκπεσὼν, ἐχέτω καὶ ἄλλας λα΄ ἡμέρας. ἐὰν δὲ ἐκπέσῃ καὶ τούτων τῶν χρόνων, τότε πάλιν εἴσω ἄλλων τριῶν μηνῶν προσερχέσθω ἡμῖν, καὶ αἰτείτω ἀνανέωσιν τῆς ἐκκλήτου. καὶ δοθέντος αὐτῷ τοῦ προευτρε- πισμοῦ, κελεύομεν αὐτῷ μὴ δίδοσθαι ἕτερον ἑξαμηνιαῖον χρόνον, ἀλλὰ μόνον τριῶν μηνῶν διάστημα, ἀριθμουμένων ἐξ οὗ παρῆλθεν ὁ τέταρτος χρόνος. ἐὰν δὲ ἐδόθη δικαστὴς ἢ παρὰ τῶν ἐπάρχων ἢ παρὰ τοῦ μαγίστρου ἢ παρ᾽ ἑτέρου τινὸς τῶν ἰλλουστρίων ἀρχόντων ἐν ταύτῃ τῇ ἐνδόξῳ πόλει, καὶ γένηται ἔκκλητος κατὰ τῆς ἀποφάσεως αὐτοῦ, ἡ μὲν πρώτη κυρία ἔστω δύο μηνῶν, αἱ δὲ ἄλλαι τρεῖς κατὰ μίμησιν τῶν προειρημένων κυρίων ἀριθμείσθωσαν. ὁμοίως καὶ ἐπὶ τοῦ δοθέντος διαιτητοῦ.

17

pr.Ἐν δὲ τῷ ρκζ ' κεφ. Ἡ διάταξις κελεύει, μηδέποτε ὑπὲρ τὸν χρόνον τὸν ὡρισμένον τὰς κατὰ συνέλευσιν ἐκκλήτους γίνεσθαι, μήτε εἴ τις δεήσεις ἐπιδώσει ἢ θεῖον πορίσεται παρὰ βασιλέως γράμμα, μηδὲ ἑτέρῳ προσχήματι· ἀλλὰ παντὶ τρόπῳ σπουδάζειν ἕκαστον ἐμφανίσαι τὴν ἰδίαν ἔκκλητον καὶ τὰ πεπραγμένα ἐν τῷ δικαστηρίῳ ἐκείνῳ, καθ᾽ ὃ ἐξεκαλέσατο, διδόναι ἢ παραχρῆμα ἢ συντομώτερον πάντως τοῦ ἡμίσεως χρόνου τῆς ἐκκλήτου· ἐπείτοιγε ὁ παρελθὼν τὸν χρόνον τοῦτον ζημιωθήσεται.

18

pr.Ἐν δὲ τῷ ρκη΄ κεφ. Τῆς ἐκκλήτου γυμναζομένης, ἐξουσία ἠνέῳκται πρὸς τῷ ἑκατέρῳ μέρει καιναῖς χρήσασθαι δικαιολογίαις, αἷς οὐκ ἐχρήσαντο ἐν τῷ προτέρῳ δικαστηρίῳ, καὶ παραγραφαῖς, ἐὰν μόνον εἰς κεφάλαιον ὦσιν ἤδη κινηθεῖσαι ἐν τῷ προτέρῳ δικαστηρίῳ.

19

pr.Ἡ ' διάταξις κελεύει, ἵνα εἰ μὲν ἐξ αἰγύπτου ἢ λιβύης ἢ ἀνατολῆς ἕως τῶν δύο κιλικιῶν ἀριθμουμένης ἢ ἀπὸ ἀρμενίας ἢ τοῦ ἰλλυρικοῦ ἔκκλητος προσενεχθῇ, ἔχωσιν οἱ ἐκκαλεσάμενοι τὴν ἀρχαίαν ἑξάμηνον· ἐὰν δὲ ἀπὸ ἀσίας ἢ τῆς ποντικῆς ἢ τῆς θράκης ἀνάγηται ἔκκλητος, τριῶν μηνῶν προθεσμίαν δίδωσι τοῖς ἐκκαλεσαμένοις· ἀκολουθουσῶν καὶ τῶν ἄλλων ἐννενήκοντα τριῶν ἡμερῶν, εἴτε τοῖς τρισὶ μησὶν εἴτε τῇ ἑξαμήνῳ, ὁμοίως δὲ καὶ τῶν τριῶν μηνῶν τῆς προευτρεπίσεως. βούλεται δὲ καὶ τὰς κυρίας εἶναι μὴ πάντως αὐτὰς τὰς ἡμέρας, ἐν αἷς ὁ χρόνος συμπληροῦται, ἀλλὰ δέκα ἡμέρας αὐτὰς πρὸ τῆς κυρίας καὶ αὐτὴν καὶ ἄλλας ε΄· ἴσως γὰρ πλανᾶται περὶ τὴν ψῆφον τῶν ἡμερῶν. καὶ ἔνθα ἂν εὕρωμεν μνήμην περὶ κυρίας ἡμέρας, ι ' ἡμέρας παρέχομεν. καὶ τὴν αἰτίαν τῆς ἐκκλήτου ἐνιαυτῷ κελεύομεν στενοχωρεῖσθαι· δυναμένου εἰ βούλεται τοῦ ἑνὸς μέρους τοῦ νικήσαντος ἐν τῷ κατὰ χώραν δικαστηρίῳ καὶ συντομώτερον τὴν δίκην εἰσαγαγεῖν καὶ λοιπὸν παρεκτείνεσθαι τὴν δίκην, τεμνομένης τῆς δίκης καὶ τοῦ ἑνὸς μέρους τοῦ τὴν ἔκκλητον δεδωκότος ἀπολιμπανομένου. [ἐὰν δὲ τὰ μέρη συμφωνήσωσι μὴ φυλάττειν τὰς κυρίας, ἰσχύειν βούλεται τοῦτο τὸ σύμφωνον ἡ διάταξις.]

20

pr.Καὶ ὅτι ἐὰν δικαστὴς ἐναντιοῦται τῇ πρότερον ἀποφάσει, οὐ χρεία ἐκκλήτου εἰς τὸ ἀνατραπῆναι αὐτήν.]

21

pr.Ἐν δὲ τῷ ρμη΄ κεφ. Ἐὰν τελευτήσῃ ὁ εἷς τῶν ἐκκαλεσαμένων, οἱ κληρονόμοι αὐτοῦ ἑτέρους μῆνας τέσσαρας ἔχουσιν. βούλονται γὰρ διασκέψασθαι περὶ τῆς κληρονομίας, καὶ τότε ἢ καταδέξασθαι καὶ γυμνάσαι τὴν ἔκκλητον, ἢ μὴ καταδέξασθαι.

22

pr.Ἀνάγν. καὶ τί. β΄ κεφ. γ ', ἐν ᾧ φησιν· Οὐ μόνον ὁ πρωτότυπος, ἀλλὰ καὶ ὁ ἐντολεὺς καὶ ὁ διεκδικητὴς αὐτοῦ καὶ ὁ κουράτωρ καὶ ὁ πάτρων εἴσω δέκα ἡμερῶν τῆς ἐκφωνηθείσης ψήφου δύναται ἔκκλητον ἐπιδιδόναι.

23

pr.Καὶ κεφ. ιά, ἐν ᾧ φησι· Θεσπίζομεν ὁσάκις ψῆφος τῶν ἐνδοξοτάτων ἐπάρχων οἱουδήποτε κλίματος προενεχθείη, κἂν εἷς (ὡς εἰκὸς) τῶν δικαζομένων νομίσῃ ἑαυτὸν βαρεῖσθαι, ἔχειν τὸν τοιοῦτον ἄδειαν διδασκαλικὸν προφέρειν τοῖς ἐνδοξοτάτοις ἐπάρχοις τοῖς τὴν ψῆφον προάγουσιν ἢ τοῖς τούτων συμπόνοις ἢ τοῖς τὰς δίκας εἰσάγουσιν, ἐντὸς δέκα ἡμερῶν προθεσμίας μετὰ τὸ προσενεχθῆναι τὴν ψῆφον. ὥστε τούτου παρακολουθοῦντος μὴ ἄλλως ἐκβιβασμῷ παραδίδοσθαι τὴν ψῆφον, εἰ μὴ πρότερον ἐγγύας ἀξιοπίστους παράσχοι τὸ νικῆσαν μέρος τοσαύτης ποσότητος, ὅσης ἂν εἴη ἡ καταδίκη, ὡς εἰ μετὰ ταῦτα ἀναψηλαφήσεως νομίμῳ τρόπῳ προϊούσης ἡ ψῆφος ἀνατραπείη, τὰ πράγματα αὐτῶν μετὰ [τῶν] νομίμων ἐπαυξήσεων ἀποκαθίστασθαι. εἰ δὲ ἐντὸς τῆς μνημονευθείσης τῶν δέκα ἡμερῶν προθεσμίας μετὰ τὸ τὴν ψῆφον προενεχθῆναι μὴ ἐπιδοίη τὸν λίβελλον ὁ νόμιζων βεβλάφθαι, κελεύομεν τὸν τοῦ πράγματος ἐκβιβασμὸν δίχα ἐγγύης προϊέναι, τοῦ τῆς ἀναψηλαφήσεως δικαίου ἐκείνῳ φυλαττομένου, ὅστις ἑαυτὸν βεβαρῆσθαι νομίσοι.

24

pr.Ἐν ' πάσαις δὲ ταῖς ἐκκλήτοις τοῦτο κρατεῖν κελεύομεν, ἵνα ὁσάκις ἐκκλήτου γινομένης ἐντὸς τοῦ ὡρισμένου χρόνου ἑκάτερον μέρος τὴν κυρίαν ἡμέραν παραφυλάττοι, ἀνυπερθέτως οἱ δικασταὶ τοῦτο μὲν τὰ πεπραγμένα τοῦτο δὲ τὰ κεκριμένα ἐξετάζειν σπουδάσωσι, καὶ μετὰ τοῦ νόμου καὶ τοῦ δικαίου ψῆφον διδόναι. εἰ δὲ μόνος ὁ ἐκκαλεσάμενος εἰσέλθῃ, κελεύομεν τοὺς δικαστὰς ἀναμένειν μέχρι τῆς τελευταίας κυρίας, καὶ εἰ ἀναζητηθεὶς ὁ νικήσας μὴ εὑρεθείη, ἐξεταζομένων τῶν πεπραγμένων νόμιμον δοῦναι πέρας. εἰ δὲ μόνος ὁ τὴν νικητικὴν ψῆφον λαβὼν εἰσέλθοι καὶ ἐπιζητηθεὶς ὁ ἐκκαλούμενος μὴ εὑρεθείη, ἀναμένειν τοὺς δικαστὰς μὴ μόνον τὴν τελευταίαν κυρίαν, ἀλλὰ καὶ τὸν τοῦ εὐτρεπισμοῦ χρόνον, τουτέστι τοὺς τρεῖς μῆνας. καὶ εἰ μὴς τηνι- καῦτα ὁ ἐκκαλούμενος εὑρεθείη, μηκέτι τῇ τοῦ χρόνου παραδρομῇ κυροῦσθαι τὴν ψῆφον, ἀλλὰ καὶ ἐκ μιᾶς μοίρας τοὺς δικαστὰς ἐξετάζειν τοῦτο μὲν τὰ πεπραγμένα τοῦτο δὲ τὰ κεκριμένα. καὶ εἰ μὲν ὀρθῶς τὴν ψῆφον δεδομένην εὕροιεν, [ταύτην] βεβαιοῦν· εἰ δέ τι παρῶπται, τοῦτο διορθοῦσθαι καὶ νόμιμον διδόναι ψῆφον.

25

pr.Ἐν δὲ τῷ ἡ κεφ. Θεσπίζομεν μηδὲν βλαβῆναι τὸν ἐφέντα τῇ τοῦ χρόνου παραδρομῇ μηδὲ κυρίαν εἶναι τὴν τοῦ δικαστοῦ ψῆφον ἅπαξ ἐκκληθεῖσαν, ἀλλὰ καὶ προσεξετασθῆναι παρὰ τῇ σῇ ἐνδοξότητι καὶ πέρας δὲ νόμιμον ἐπιδέξασθαι, κἂν εἰ μυριάκις πλείων τῆς διετίας χρόνος παρέδραμεν ἢ καὶ παραδράμοι. τοῦ λοιποῦ δὲ ἐπὶ πάσης ὑποθέσεως, ἐφ᾿ ἧς τοιοῦτό τι γένηται καὶ ἐν μέσῳ κινουμένης τῆς δίκης παρὰ τῷ ἐφέτῃ δικαστῇ, ἢ καὶ [μὴ] κινουμένης, τινὲς εὑρεθῶσιν ' ἕτεροι, καὶ διὰ τοῦτο ἡ διετία παρέλθοι, ἧς ἐντὸς ἐχρῆν τοῦς ἐφέτας τὴν δίκην τεμεῖν, καὶ καθ᾽ οἱανδήποτε περίστασιν ἐπανέλθοι πάλιν ἐπὶ τοὺς ἐφέτας ἡ δίκη, τοῖς μὲν ἄλλοις πᾶσιν ἐξέστω χρῆσθαι τοῖς μέρεσιν, ὡσανεὶ μὴ ἔτυχον ἀπολιπόντες μὲν τὸ ἐφετικὸν δικαστήριον, ἐπὶ δὲ τοὺς αἱρετοὺς ἐλθόντες, μὴ μέντοι δύνασθαι χρῆσθαι τῷ τὴν διετίαν παραδραμεῖν. ὁ γὰρ ἅπαξ δικαστὰς ἄλλους ἑλόμενος οὐκ ἂν εἴη δίκαιος σιωπὴν ἐγκαλεῖν τῷ διὰ τοῦτο ἀδικηθέντι, διότι τοῖς περὶ τῆς αἱρέσεως τῶν δικαστῶν γενομένοις ἐπίστευσε, καὶ διὰ τοῦτο οὐκ ἐπεξῆλθεν, οὐδὲ ἐπλήρωσε τὴν δίκην ἐκεῖσε, διὰ τὸ παρὰ τοῖς δικασταῖς ἐκείνοις ἀγωνισθῆναι τὴν ὑπόθεσιν. εἰ μέντοι καὶ μετὰ τὸ ἀπολειφθῆναι τῶν αἱρετῶν δικαστῶν διετὴς παρέλθοι χρόνος, τηνικαῦτα ἐῤῥῶσθαι τὴν ψῆφον κατὰ τὰς περὶ τούτου γενομένας παρ᾽ ἡμῶν διατάξεις.

26

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἅπαξ δὲ τῆς ἐφεσίμου δίκης ἐν ταῖς ἐμπροθέσμοις ἡμέραις εἴτε παρ᾽ ἑκατέρου μέρους εἴτε παρὰ τοῦ ἑνὸς εἰσαχθείσης, μηκέτι τῇ τοῦ διετοῦς χρόνου παραδρομῇ τοῦ λοιποῦ βεβαιοῦσθαι τὴν ψῆφον· ἀλλὰ τῆς ἀληθείας καὶ τοῦ δικαίου σκοπουμένου πέρας ταῖς τοιαύταις ὑποθέσεσι δίδοσθαι νόμιμον, εἴτε τοῦ ἑνὸς εἴτε ἑκατέρου μέρους παρόντος. καὶ διὰ τοῦτο κελεύομεν ἐν ταῖς τοιαύταις ὑποθέσεσι μηκέτι (καθὰ μέχρι τοῦ παρόντος ἐκράτει) εἰς τὴν πρώτην ἔκκλητον πάσας τὰς διαγνώσεις ἀναφέρεσθαι, ἀλλὰ μίαν ἑκάστην τὴν ἰδίαν ἡμέραν ἔχειν προγεγραμμένην.

27

pr.Ἀνάγν. καὶ τί. γ ' κεφ. νβ΄, ἐν ᾧ φησι· Κατὰ ἀνήβου ἀδιεκδικήτου ἢ τοῦ πολιτείας χάριν ἀπόντος ἢ ἀφήλικος ἔκκλητος οὐκ ἔῤῥωται.

28

pr.Καὶ κεφ. νέ, ἐν ᾧ φησι· Μετὰ ψῆφον ἢ ὅρκου δόσιν ἢ συγκατάθεσιν οὐδὲν ζητεῖται. οἱ γὰρ ὁμολογοῦντες ἀντὶ κατακεκριμένων εἰσί.