IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.8

Περὶ ἐκδικουμένων πραγμάτων, καὶ τῶν ταῦτα ἐκδικούντων, καὶ [περὶ] τῶν νεμομένων αὐτὰ, καὶ πότε μὲν αὐτὰ τὰ εἴδη ἐκδικοῦνται, πότε δὲ αἱ τιμαὶ αὐτῶν δίδονται, καὶ πότε μετὰ τῶν καρπῶν ἐκδικοῦνται, καὶ πότε οὐδὲ αἱ τιμαὶ δίδονται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιε τί. α΄, οὗτινος ἐν τῷ ια κεφ. φησίν· Ὅθεν δήποτε νέμεται ὁ ἐναγόμενος, ὅπερ ἀποδείξω ἐμὸν εἶναι, καταδικάζεται, εἰ μή τινα παραγραφὴν ἀντιθήσει.

2

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἐὰν τὸ ἐκνικώμενον ἀποθάνῃ χωρὶς ἀμελείας τοῦ νομέως, οὐ δίδωσι τὸ τίμημα, εἰ μὴ ὑπέρθεσιν ἐποίησε καὶ πράσιμον ἦν.

3

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ὁ καλῇ πίστει νομεὺς τοῦ δούλου φυγόντος ἀπολύεται, εἰ μὴ τοιοῦτος ἦν ὁ δοῦλος, ὃς ὀφείλει φυλαχθῆναι.

4

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Οὐ μόνον οἱ ληφθέντες καρποὶ, ἀλλὰ καὶ οἱ δυνάμενοι ληφθῆναι εὐπρεπῶς ἀποκαθίστανται. κἂν φθαρῇ τὸ ἐκνικώμενον δόλῳ τοῦ νομέως, δίδονται μέχρι καταδίκης. εἰ δὲ καὶ ψιλὴν ἐξεδίκουν δεσποτείαν, καὶ ἐν τῷ μεταξὺ ἐφθάρη ἡ χρῆσις, καὶ αὐτὴ ἀποκαθίσταταί μοι, καὶ ἐξ οὗ ἐφθάρη δίδωσι τοὺς καρπούς. [Ὅμοιον] καὶ εἴ τι διὰ προσχώσεως τῷ ἀγρῷ προσετέθη.

5

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ὁ θέλων ἐκδικῆσαι περιεργαζέσθω, εἰ νέμεται ὁ μέλλων ἐνάγεσθαι ἢ δόλῳ ἐπαύσατο. Καὶ ἀπὸ ἀμελείας ὁ ἐναγόμενος καταδικάζεται. ἀμέλεια δέ ἐστι τὸ πέμψαι τὸν ἐκδικούμενον δοῦλον δι᾽ ἐπικινδύνων τόπων, ἢ τὸν φυγάδα μὴ φυλάξαι, ἢ ἀνέχεσθαι ἐν κυνηγίῳ εἶναι, ἢ πλοῖον ἐν ἀνεπιτηδείῳ καιρῷ πλωΐσαι.

6

pr.Ἐν δὲ τῷ λζ ' κεφ. Εἰ καὶ καλῇ πίστει ἀγοράσω ἔδαφος, μετὰ δὲ τὸ μαθεῖν ἀλλότριον εἶναι κτίσω, τὰς μὲν δαπάνας οὐ λαμβάνω, δύναμαι δὲ περιελεῖν τὸ κτίσμα ἄνευ ζημίας τοῦ δεσπότου τοῦ ἐδάφους.

7

pr.Ἐν δὲ τῷ μέ κεφ. Αποκαθιστῶν ὁ καλῇ πίστει καὶ περὶ δόλου ἀσφαλίζεται. οἱ δὲ λοιποὶ καὶ περὶ ἀμελείας, καὶ αὐτοὶ μετὰ προκάταρξιν.

8

pr.Ἐν δὲ τῷ μζ ' κεφ. Ὁ καλῇ πίστει περὶ ὧν ἐδαπάνησεν ἀγωγὴν οὐκ ἔχει, ἀλλὰ παρακατάσχεσιν ἐφ᾽ οἷς ὁ ἀγρὸς κρείττων γέγονε· συμψηφιζομένων τῶν πρὸ τῆς προκατάρξεως ληφθέντων καρπῶν.

9

pr.Ἐν δὲ τῷ ν ' κεφ. Ὁ ἀγοραστὴς πρὸ παραδόσεως οὐκ ἔχει τὴν ἐπ᾿ αὐτῷ τῷ πράγματι ἀγωγήν. Ὁ δὲ κληρονόμος ἔχει ἐπὶ τοῖς κληρονομιαίοις καὶ πρὶν ἢ νεμηθῇ.

10

pr.Ἐν δὲ τῷ νγ ' κεφ. Οὐ δύναται ὁ νομεὺς ἐκδικουμένου τοῦ ἀγροῦ, ὃν ἐγεώργησε καὶ ἔσπειρε, τὸν σπόρον ἐπάραι.

11

pr.Ἐν δὲ τῷ ξα΄ κεφ. Ὁ κακῇ πίστει τοὺς καρποὺς, οὓς ἠδύνατο λαβεῖν ὁ ἐνάγων, δίδωσι τοῦ πλοίου καὶ τοῦ ἐργαστηρίου καὶ τοῦ μεσαύλου τῶν εἰωθότων μισθοῦσθαι.

12

pr.Ἐν δὲ τῷ πδ΄ κεφ. Ἐάν τις ἐπικτίσῃ τοῖς ἐμοῖς οἰκήμασιν ἀνώγεα, ἐγὼ τούτων γίνομαι κύριος διὰ τὸν κανόνα τὸν λέγοντα εἴκειν τὰ ἐπικείμενα τοῖς ὑποκειμένοις. εἰ δὲ καὶ ἐν τῷ ἐμῷ ἐδάφει κτίσει τὶς, δεσπότης γίνομαι τοῦ οἰκήματος, ἐφ᾽ ὅσον ἐν τῇ αὐτῇ καταστάσει μένει τὸ οἴκημα. ἐὰν γὰρ καταλυθῇ, δύναται ὁ οἰκοδομήσας ἐκδικῆσαι τὰς ὕλας, εἴτε καλῇ πίστει εἴτε κακῇ ᾠκοδόμησε.

13

pr.Ἐν δὲ τῷ πε΄ κεφ. Ὁ τὸν ἀλλότριον οἶκον κακῇ πίστει νεμηθεὶς ἀποδίδωσι μὲν αὐτὸν μετὰ τῶν στεγονομίων καὶ παντὸς ἑτέρου, τὰ δὲ δαπανήματα οὐ λαμβάνει, εἰ μὴ ἄρα ἀναγκαῖά ἐστι. τὰ δὲ ἐπωφελῆ δύναται μὴ βλάπτων τὴν ἀρχαίαν ὄψιν ἀφελέσθαι.

14

pr.Ἐν δὲ τῷ πζ΄ κεφ. Ὁ ἀπὸ δούλης τεχθεὶς τῇ αἱρέσει ἀκολουθεῖ τῆς μητρὸς, οὐχὶ τῇ τύχῃ τοῦ πατρός. σημείωσαι τὸν κανόνα τῆς διατάξεως.

15

pr.Ἐν δὲ τῷ φ΄ κεφ. Ἡ περὶ τῆς δεσποτείας τῶν δούλων ἀπόδειξις, εἰ μὴ δύναται διὰ συμβολαίων ἀποδειχθῆναι, κάλῶς δι᾽ ἑτέρων τινῶν ἀποδείκνυται, ἢ καὶ αὐτῶν τῶν οἰκετῶν ἐρωτωμένων.

16

pr.Ἐν δὲ τῷ φα κεφ. Ὁ κακῇ πίστει σπείρας ἢ φυτεύσας τὸν ἀλλότριον ἀγρὸν ἀπόλλυσι καὶ τὰ φυτὰ καὶ τὸν σπόρον. δεσπότης γὰρ τοῦ ἐδάφους οὐ γίνεται. ὁ δὲ καλῇ πίστει τοῦτο ποιήσας διὰ δόλου παραγραφῆς λαμβάνει τὰ δαπανήματα.

17

pr.Ἐν δὲ τῷ ρ΄ι κεφ. Ὁ λέγων τὸν ἀλλότριον οἰκέτην πρά- γματα αὐτοῦ διακατέχειν οὐ κατ᾿ αὐτοῦ τοῦ δούλου ὀφείλει κινεῖν, ἀλλὰ κατὰ τοῦ δεσπότου.

18

pr.Ἐν δὲ τῷ ργ ' κεφ. Ἐάν τινες κλέψαντες ἢ ἄλλως ἀφελόμενοι πωλήσωσι τὸ ἀλλότριον, ὁ δεσπότης κινῶν τὴν ἐπ᾿ αὐτῷ ἀγωγὴν οὐκ ἀναγκάζεται δοῦναι τὸ τοῦ πράγματος τίμημα.

19

pr.Ἐν δὲ τῷ ρε κεφ. Ὁ ὑπὲρ ἀλλοτρίου πράγματος τιμήματα δημόσια διδοὺς ἢ ἄλλα τινὰ ἐξ ἔθους καταβάλλων, μὴ γενομένης [τῆς] πράσεως, οὐ κτᾶται τὴν δεσποτείαν.

20

pr.Ἀνάγν. καὶ τὰ εἰρημένα εἰς τὸν περὶ ἀγωγῆς τῆς τὰ ἴδια ἐκδικούσης τίτλον.