IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.7

Περὶ ἐκβιβαστῶν τῶν ἀποστελλομένων ἐπὶ τῷ ἀπαιτεῖν δημόσιον πρᾶγμα, καὶ περὶ τῶν διδομένων αὐτοῖς συνηθειῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. δ΄ κεφ. ς ' θέμ. δ΄, ἐν ᾧ φησι· Καὶ τοῦτο δὲ κελεύομεν παρὰ πάντων τῶν δικαστῶν, τοῦτο μὲν στρατιωτικῶν τοῦτο δὲ πολιτικῶν, ἐν παντὶ τόπῳ τῆς ἡμετέρας πολιτείας παραφυλάττεσθαι, ἵνα μηδὲ τοῖς μαγιστριανοῖς μηδὲ τοῖς ἐπαρχικοῖς μηδὲ ἄλλῳ οἱῳδήποτε ἐκβιβαστῇ συγχωρῶσι πλέον τὶ παρ᾽ οἱουδήποτε προσώπου συνηθειῶν ὀνόματι λαμβάνειν τῶν τοῖς ἡμετέροις διηγορευμένων νόμοις, οὐδὲ εἰ θείαν τοῦ ἡμετέρου κράτους προφέροιεν κέλευσιν. ἀλλ᾽ εἴ τινα εὕροιεν πλέον τὶ ἀπαιτοῦντα, ἄδειαν ἐχέτωσαν καὶ συνέχειν καὶ ἐγκλείειν τοῦτον, καὶ τετραπλάσιον ἀπαιτεῖν, ὅπερ πλέον λάβῃ, ἵνα τὸ μὲν ἁπλοῦν τῷ τὴν ζημίαν ὑπομείναντι ἀποδιδῶται, τὸ δὲ τριπλοῦν τῷ δημοσίῳ εἰσφέρηται.

2

pr.Ἀνάγν. καὶ τί. ς ' κεφ. ιθ΄ καὶ βι. θ΄ τί. α΄ κεφ. δ΄, ἐν ᾧ φησι· Κατὰ τῆς ψήφου τοῦ ἐκβιβαστοῦ οὐκ ἔξεστιν ἐκκαλεῖσθαι, εἰ μὴ ἄρα παρερμηνεύοι τὴν ψῆφον, εἴγε δίκαιον εἶχε τοῦ ἑρμηνεύειν, οἷον ἄρχων ἢ φροντιστὴς τοῦ βασιλέως. καὶ οὐδὲν ἕτερον ἐν τῇ ἐκκλήτῳ σκοπεῖται, πλὴν εἰ μὴ ἄρα παρερμήνευσεν.

3

pr.Ἀνάγν. καὶ τί. γ΄ κεφ. πέ΄, ἐν ᾧ φησιν· Ἐκβιβαστής ἐστιν ὁ μετὰ τὴν ἀπόφασιν παρεχόμενος ἐπὶ τῷ ἐκβιβάσαι τὰ ἀποφανθέντα.

4

pr.᾿ Ανάγν. καὶ βί. ιζ΄ τί. α΄ κεφ. γ ' θέμ. έ.

5

pr.Ἀνάγν. καὶ βι. νς ' τί. ιζ΄ ἀπὸ τοῦ νβ΄ κεφ. ἕως τέλους· ἐν δὲ τῷ νγ΄ κεφ. Μήτε μαγιστριανὸς μήτε παλατῖνος ἤ τις ἄλλος τῶν ἐκ τῆς τάξεως τῶν ἰλλουστρίων ἀρχόντων, εἰς ἀπαίτησιν τίτλων κατελθών, ἢ πρόσταγμα ἐπιφερόμενος καὶ τοῦτο ἐκβιβάζων, πέρα τῶν ἰδικῶς ἐνταλθέντων αὐτῷ ποιείτω· μήτε μὴν τὰ ἄλλῳ ἐνταλθέντα ἄλλος ἐγχειριζέσθω.

6

pr.Ἐν δὲ τῷ νδ ' κεφ. Καὶ οἱ ἐπαρχικοὶ καὶ οἱ παλατῖνοι καὶ οἱοιδήποτε ταξεῶται εἰς ἐκβιβασμὸν ἀποστελλόμενοι εἴσω ἐνιαυτοῦ πρὸς τὸν ἴδιον ἐπειγέσθωσαν ἄρχοντα, καὶ λεγέτωσαν αὐτῷ, τί μὲν ἀπῄτηται, τί δὲ ἐν λοιπάσιν ἐστὶ, καὶ παρὰ τίσι λοιπάζεται.