IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.6

Περὶ ἐγκυμονούσης καὶ ἐγκυμονουμένων, καὶ περὶ φυλακῆς αὐτῶν, καὶ πότε καὶ ὅπως εἰς νομὴν πέμπονται, καὶ περὶ τῆς εἰς νομὴν πεμφθείσης καὶ ταύτην δόλῳ πρὸς ἄλλον μεταγαγούσης, καὶ περὶ τῆς κατὰ συκοφαντίαν εἰς τὴν νομὴν πεμφθείσης, ὡς τῇ ἀληθείᾳ μὲν μὴ ἐγκυμονούσης, λεγούσης δὲ ἐγκυμονεῖν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λάα τί. ς ' κεφ. α΄, ἐν ᾧ φησι· Τὸ περὶ παίδων δόγμα δύο αἰτίας ἔχει· μίαν μὲν τὴν περὶ τοῦ ἐπιγνῶναι, ἄλλην δὲ περὶ τῶν ὑποβολιμαίους ποιούντων. Ἐπιτέτραπται τοίνυν τῇ γυναικὶ νομιζούσῃ ἔγκυον ἑαυτὴν, καὶ τῷ ἔχοντι αὐτὴν ὑπεξουσίαν καὶ τῷ παρ᾽ αὐτῶν ἐνταλθέντι, παραγγέλλειν εἴσω λ ' ἡμερῶν, ἀριθμουμένων ἀπὸ τοῦ διαζυγίου, αὐτῷ τῷ ἀνδρὶ ἢ τῷ ἔχοντι αὐτὸν ὑπεξούσιον, ἢ τῷ οἴκῳ, ἐκ τοῦ μὴ σχεῖν τινος αὐτῶν εὐχέρειαν. Οἶκον λέγομεν τὸν ἐν πόλει· εἰ γὰρ ἐν κώμῃ ἢ πολίχνῃ· οἰκεῖ, ἐκεῖ παραγγέλλει ὅπου γέγονεν ὁ γάμος. Οὐδὲν ἕτερον ἡ γυνὴ παραγγέλλει, ἢ ὅτι ἔγκυός ἐστιν ἐξ αὐτοῦ. λοιπὸν ἐν αὐτῷ ἐστιν, ἢ πέμψαι φύλακας, ἢ ἀντιπαραγγεῖλαι, ὡς οὐκ ἐστιν [ἐξ αὐτοῦ] ἔγκυος. τοῦτο δὲ καὶ ἄλλος ὀνόματι αὐτοῦ δύναται ποιεῖν. Ταῦτα δὲ μὴ ποιῶν ἀναγκάζεται τὸ τεχθὲν ἐπιγινώσκειν, καὶ μὴ ἐπιγινώσκων ἐξτραορδίνως σωφρονίζεται τῷ δόγματι. Συναπτὰς τὰς λ΄ ἡμέρας μετὰ τὸ διαζύγιον ψηφίζομεν. Εἰ δὲ μὴ παραγγείλασα τέκῃ ἐντὸς τῶν λ΄ ἡμερῶν, οὐχ ὑπόκειται. πρόκριμα δὲ τῷ τοκετῷ οὐ γίνεται· ὥσπερ οὔτε τῷ πατρὶ πέμψαντι φύλακας. εἴτε γὰρ ἀρνεῖται γαμετὴν αὐτὴν εἶναι, εἴτε λέγει αὐτὴν [μὴ] ἐγκυμονεῖν, εἴτε πέμψει φύλακας εἴτε μὴ, ἀκώλυτος γίνεται ἡ περὶ τοῦ τοκετοῦ ζήτησις. Εἰς πρόκριμα δὲ βλάπτει τὸ παραλιπεῖν τι τῶν νομίμων. εἰ μὲν γὰρ παραγγειλάσης τῆς γυναικὸς ὁ ἀνὴρ μὴ πέμψῃ φύλακας, μήτε διαμαρτύρηται μὴ ἐγκυμονεῖν ἐξ αὐτοῦ, ἀναγκάζεται ἐπιγνῶναι τὸ τικτόμενον, ὡς τρέφειν αὐτό. οὐ μὴν ἐκ τούτου καὶ ὑπεξούσιος γίνεται ὁ ἐξ ἄλλου συλληφθείς· ἀλλ᾽ ἡ πρόληψις ὑπὲρ τοῦ υἱοῦ ἐστι καὶ βαρεῖται ὁ ἀνὴρ ταῖς ἀποδείξεσι. Γίνεται δὲ ἡ ζήτησις. τί γὰρ ὅτι πολὺν ἀποδημήσας χρόνον εὗρεν ἔγκυον τὴν γαμετήν; Εἰ δὲ καὶ ἡ γυνὴ παραλείπει τὶ τῶν εἰρημένων τῷ νόμῳ, οὐκ ἀναγκάζεται ὁ πατὴρ τρέφειν τὸ τικτόμενον, εἰ μὴ δειχθῇ υἱὸς αὐτοῦ, καὶ τῷ τικτομένῳ πρόκριμα οὐ γίνεται, οὔτε περὶ τὰ δίκαια τοῦ υἱοῦ οὔτε περὶ τὴν ἀποτροφήν. Εἰ δὲ διαγινώσκων ὁ δικαστὴς περὶ τοῦ, εἰ ἐξ αὐτοῦ ἐγκυμονεῖ, ἀποφῄνηται ἐξ αὐτοῦ ἐγκυμονεῖν, γίνεται γνήσιος ἤτοι ὑπεξούσιος ἐν πάσαις ταῖς αἰτίαις.

2

pr.Ἀνάγν. καὶ κεφ. γ ' καὶ δ΄, ἐν οἷς φησι· Τὸ νόμιμον δόγμα περὶ τῶν μετὰ διαζύγιον τικτομένων εἰσηγήσατο τὰ εἰρημένα. εἰ δὲ τεχθῇ ἐν τῷ γάμῳ, ἢ μετὰ θάνατον μὲν τοῦ πατρὸς, περιόντος δὲ τοῦ πάππου τοῦ μέλλοντος αὐτὸν ἔχειν ὑπεξούσιον, εἰ ἐκ τοῦ υἱοῦ αὐτοῦ ἐτέχθη, ἢ καὶ ἀμφιβάλλεται πότερον ἐν τῷ γάμῳ ἢ μετὰ ταῦτα ἐτέχθη, ἢ καὶ [εἰ] γέγονεν ἡ τεκοῦσα γαμετὴ, ἐξ ἑτέρων δογμάτων κινεῖται πρόκριμα.

3

pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν μετὰ διαζύγιον ὁ μὲν ἀνὴρ λέγῃ τὴν γαμετὴν ἐγκυμονεῖν, αὐτὴ δὲ διαρνῇται, ἐπιλέγεται ὁ ἄρχων τρεῖς μαίας δοκίμους τὴν τέχνην καὶ τὴν πίστιν, καὶ θεωροῦσι. καὶ ἐὰν αἱ τρεῖς εἴτε [καὶ] αἱ δύο εἴπωσιν αὐτὴν ἐγκυμονεῖν, δέχεται φύλακα, ὡσὰν εἰ αὐτὴ τοῦτο ᾔτησεν. εἰ δὲ αἱ τρεῖς εἴτε αἱ δύο εἴπωσιν αὐτὴν μὴ ἐγκυμονεῖν, οὐ δέχεται φύλακα. καὶ ὁ ἀνὴρ εἰς ὕβριν αὐτῆς καὶ ἀτιμίαν δοκεῖ τοῦτο πεποιηκέναι.

4

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐὰν τοῦ ἀνδρὸς τελευτήσαντος ἡ γυνή φησιν ἐγκυμονεῖν, ὀφείλει δεύτερον τοῦ μηνὸς παραγγέλλειν οἷς διαφέρει ἢ προκουράτορσιν αὐτῶν, ἵνα εἰ βούλονται πέμψωσι τὰς ὀφειλούσας ἐπιδεῖν τὴν γαστέρα. πέμπονται δὲ πέντε γυναῖκες ἐλεύθεραι, καὶ ἅμα πᾶσαι ἐφορῶσι, καὶ οὔτε μία τούτων ἀκούσης τῆς γυναικὸς ἅπτεται τῆς γαστρὸς αὐτῆς. τίκτει δὲ ἐν οἴκῳ σεμνῆς γυναικὸς ἐπιλεγομένῳ παρὰ τοῦ ἄρχοντος. πρὸ λ ' δὲ ἡμερῶν τοῦ νομίζειν τίκτειν στελλέτω τὴν παραγγελίαν ἡ γυνή. μὴ ἐχέτω δὲ τὸ κουβούκλειον, ἐν ᾧ τίκτει, πολλὰς εἰσόδους, ἀλλὰ μίαν· τὰς δὲ λοιπὰς σανίσιν ἑκάτερον ἀποφράττειν μέρος· καὶ πρὸ τοῦ κουβουκλείου τρεῖς ἐλεύθεροι καὶ τρεῖς ἐλεύθεραι καὶ δύο στρατιῶται φυλάττουσιν.

5

pr.Ἀνάγν. καὶ τί. ή, ἐν ᾧ φησιν· Ἐὰν γαστρὸς ὀνόματι γυνὴ πεμφθεῖσα μεταγάγῃ τὴν νομὴν κατὰ δόλον εἰς ἕτερον, ἐνάγεται, καὶ ὁ ἔχων αὐτὴν ὑπεξουσίαν, ἐὰν κατὰ δόλον αὐτοῦ γέγονεν, εἰς τὸ διαφέρον τῷ ἐνάγοντι. Καὶ ὁ κατὰ δόλον εἰς τὴν νομὴν ἐλθὼν ἀναγκάζεται διὰ τοῦ νόμου ἀναχωρεῖν αὐτῆς. Καὶ μετὰ ἐνιαυτὸν ἡ ἀγωγὴ δίδοται. πράγματος γὰρ ἔχει ἀπαίτησιν.

6

pr.Ἀνάγν. καὶ τί. θ΄, οὗτινος ἐν τῷ α΄ κεφ. θέμ. β΄ φησίν· Ἡ κατὰ συκοφαντίαν πεμφθεῖσα ἐνέχεται. Συκοφαντεῖ δὲ ἡ ἐν εἰδήσει τοῦ μὴ ἐγκυμονεῖν εἰς νομὴν ἐλθοῦσα. Ἡ ἀγωγὴ ποιναλία οὖσα εἴσω ἐνιαυτοῦ δίδοται εἰς τὸ διαφέρον. Καὶ ὁ πατὴρ τῆς γυναικὸς ἐνάγεται, ἐὰν δι᾽ αὐτοῦ γέγονε κατὰ συκοφαντίαν δοθῆναι τὴν νομήν.

7

pr.Ἀνάγν. καὶ βι. μ ' τί. δ΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ἡ γαστρὸς ὀνόματι νομὴ ἐν τάξει τῆς κατὰ τῆς διαθήκης ἐναντι- ώσεως δίδοται. Δεῖ δὲ τὴν γυναῖκα ταῖς ἀληθείας ἔγκυον εἶναι καὶ καθ᾽ ὃν ἐτελεύτα καιρὸν ὁ ἀνὴρ αὐτῆς καὶ καθ᾽ ὃν εἰς νομὴν πέμπεται· ἐπεὶ οὐκ ἔῤῥωται ἡ δόσις τῆς διακατοχῆς. Τότε δὲ πέμπεται ἡ γαστὴρ ἐπὶ νομῆς, ὅτε ᾖδ᾽ ἂν ἐτέχθη τὸ ἐγκυμονούμενον, ἔμελλεν εἶναι ὑπεξούσιον. εἰ δὲ καὶ ἄδηλόν ἐστι τοῦτο, κατὰ δέ τινα θεματισμὸν ἠδύνατο εἶναι ὑπεξούσιον, πέμπεται ἡ γαστὴρ ἐπὶ νομῆς. κάλλιον γάρ ἐστιν ἀκαίρως ὡς εἰκὸς γενέσθαι δαπάνην, ἢ ἀπαρνήσασθαι τροφὰς τῷ ἔσθ᾽ ὅτε γινομένῳ κυρίῳ τῶν πραγμάτων. Ἐὰν τὴν αἰτοῦσαν εἰς νομὴν πεμφθῆναι ἀρνῇταί τις γαμετὴν ἢ νύμφην γενέσθαι τοῦ τελευτήσαντος ἢ ἐγκυμονεῖν, ἢ ζήτησιν αὐτῇ περὶ τύχης ἐπάγῃ, ἀκροθιγῶς ὁ πραίτωρ σκοπεῖ. καὶ εἰ μὲν ἀποδειχθῇ φανερῶς ἡ γυνὴ συκοφαντοῦσα, οὐ πέμπεται. εἰ δὲ ἀμφιβάλλεται τοῦτο, πέμπεται. γενικῶς γὰρ ἐξ ὧν αἰτιῶν δίδοται τοῖς νηπίοις ἡ βοήθεια, ἐκ τῶν αὐτῶν καὶ ἡ γαστὴρ βοηθεῖται. πλέον δὲ τοῖς ἐγκυμονουμένοις ἤπερ τοῖς ἐν φύσει ὁ πραίτωρ βοηθεῖ. Ἐὰν δὲ διαζευχθεὶς τῆς πρώτης γαμετῆς δευτέραν ἀγάγωμαι, καὶ καταλίπω τὰς δύο ἐγκύους, αἱ δύο εἰς νομὴν πέμπονται. Ἐκεῖνα δαπανᾷ ἡ πεμφθεῖσα γυνὴ, ὧν ἐκτὸς τὸ ἐγκυμονούμενον οὐ δύναται σωθῆναι. καὶ χορηγεῖ ὁ κουράτωρ τὰ εἰς τροφὴν, καὶ πόμα καὶ ἔνδυσιν καὶ στεγονόμια, πρὸς τὴν οὐσίαν καὶ τὴν ἀξίαν τοῦ τελευτήσαντος καὶ τῆς γυναικός.

8

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Γαστρὸς εἰς νομὴν πεμπομένης ὑπερτίθεται τὸ κατ᾿ αὐτῆς περὶ μοιχείας ἔγκλημα, διὰ τὸ μὴ γενέσθαι τῷ παιδὶ πρόκριμα.

9

pr.Ἀνάγν. καὶ τί. ε΄ κεφ. ι ' καὶ κεφ. ιγ ' καὶ ις ', ἐν ᾧ φησιν· Ὁσάκις τὶς τελευτήσει γυναῖκα ἐγκυμονοῦσαν καταλείψας, χρὴ καὶ αὐτὴν τὴν γυναῖκα εἰπεῖν ὅτι ἐγκυμονεῖ, καὶ τοὺς συγγενεῖς τοῦ τελευτήσαντος φυλάξαι αὐτὴν ἕως τοῦ τοκετοῦ, ἵνα μὴ ἀμφιβάλληται υἱὸς εἶναι τοῦ τελευτήσαντος. καὶ τότε, ἐπειδὰν τοῦτο ὡμολόγηται, ζήτησις δὲ περὶ τύχης ἐστὶ, λεγόντων τινῶν τὴν μητέρα αὐτοῦ δούλην εἶναι, δίδοται μέχρι τῆς ἥβης διακατοχή, ὥστε ἐκεῖνον τέως κατασχεῖν τὰ πράγματα, καὶ μετὰ τὴν ἥβην ἐναχθῆναι. εἰκὸς οὖν μετὰ τὴν ἥβην ἐναγόμενον αὐτὸν ἡττηθῆναι, ὥστε ἐκ τούτου δείκνυσθαι, ὅτι ἀλλοτρίοις πράγμασιν ἐχρήσατο. τὰ δὲ λοιπὰ τοῦ τίτλου προείρηται ἐν τῷ περὶ διακατοχῶν.