IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.10

Περὶ ἐκκλησιῶν καὶ τῶν προνομίων αὐτῶν καὶ κανόνων, καὶ περὶ ἀριθμοῦ τῶν κληρικῶν αὐτῶν καὶ μάλιστα τῆς μεγάλης ἐκκλησίας, καὶ περὶ τῆς θείας λειτουργίας ὅπως ὀφείλει τελεῖσθαι, καὶ περὶ τῶν κατασκευαζόντων εὐκτήριον ἢ ἕτερον σεβάσμιον οἶκον.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. γ΄ τί. α΄ κεφ. ις ' καὶ λέ καὶ λς ' καὶ μγ '. ἀνάγν. καὶ τί. β΄ καὶ τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Θεσπίζομεν, εἴπερ ἔν τισι τῶν ἁγιωτάτων ἐκκλησιῶν, ὧν αὐτὴ ἡ ἁγιωτάτη μεγάλη ἐκκλησία τὴν διοίκησιν καὶ τὰς δαπάνας εἵλετο, συμβαίη πρεσβύτερον ἢ διάκονον ἢ ψάλτην ἢ ἀναγνώστην τελευτῆσαι, μὴ ἕτερον εὐθὺς ἔξωθεν ἐπεισάγεσθαι, ἀλλὰ σκοπεῖν πόσον ἐστὶ τηνικαῦτα τὸ μέτρον τῶν ἐκεῖσε λειτουργούντων εὐλαβεστάτων κληρικῶν· καὶ εἰ μὲν οὔπω τὸ τῶν κληρικῶν ἠλαττώθη μέτρον, ἀλλ᾽ ἔτι πλεονάζουσιν ὅσον πρὸς τὸ ἄνωθεν ὡρισμένον καὶ τὸ καλούμενον στατοῦτον, μηδεμίαν γίνεσθαι ἀντ᾽ αὐτοῦ χειροτονίαν, μέχρις ἂν ὁ ἀριθμὸς εἰς ἑαυτὸν ἀποκατασταίη.

2

pr.Ἀνάγν. καὶ τί. δ΄. διαλαμβάνει γὰρ περὶ κληρικῶν.

3

pr.Ἀνάγν. καὶ βι. ἐ τί. α΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Μηδεὶς ἐν ἐκκλησίᾳ θαπτέτω νεκρόν.

4

pr.Ἐν δὲ τῷ ἡ κεφ. Ὁ συστησάμενος δωρεαστικὸν ἐπὶ τῷ εὐκτήριον οἶκον κτισθῆναι ἢ ξενῶνα ἢ νοσοκομεῖον ἀπαιτείσθω παρὰ τῶν ἐπισκόπων καὶ οἰκονόμων τὰ ὑποσχεθέντα, διοικούμενα μέντοι κατὰ τὸ δοκοῦν αὐτῷ.

5

pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ κγ ' κεφ. φησί· Πᾶσα ἀγωγὴ προσήκουσα σεπτῷ οἴκῳ, εἴτε προσωπικὴ εἴτε ὑποθηκαρία ἐστὶν, οὐχ ὑπερβαίνει τὰ μ ' ἔτη· τῶν ἁρμοζουσῶν ἑκάστῳ οἴκῳ τοιούτῳ εὐαγεῖ προσκαίρων· παραγραφῶν φυλαττουσῶν μέντοιγε τοὺς οἰκείους χρόνους.

6

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Θεσπίζομεν τοίνυν τάξιν νόμων ἐπέχειν τοὺς ἁγίους ἐκκλησιαστικοὺς και νόνας τοὺς ὑπὸ τῶν ἁγίων ἑπτὰ συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας.