JGR V 5.11
Περὶ ἐκλήψεων καὶ περὶ ἐκποιήσεων τῶν κατὰ πρᾶσιν ἢ δωρεὰν ἢ ἐμφύτευσιν ἢ ἐκμίσθωσιν ἢ καθ᾽ ἕτερον τρόπον γινομένων ἀπό τε ἐκκλησιῶν καὶ μοναστηρίων καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. γ΄ τί. α΄ κεφ. ιβ΄, ἐν ᾧ φησιν· Εἰ μέντοι ἐκκλησίαις ἢ μοναστηρίοις κτήσεις τινὲς παρακείμεναι εὑρεθεῖεν, καὶ βουληθεῖεν οἱ διοικηταὶ τῶν αὐτῶν εὐαγῶν οἴκων εἰς μίσθωσιν ἢ ἐμφύτευσιν τὰς τοιαύτας λαβεῖν, τηνικαῦτα πάντων τῶν μοναχῶν καὶ τῶν κληρικῶν ὑπὲρ τῶν τοιούτων αἰτιῶν ἢ ἐν αὐτῷ τῷ συμβολαίῳ ἢ ἐπὶ πράξεως ὑπομνημάτων κατατιθεμένων καὶ συναινούντων καὶ φανερούντων, ὑπὲρ τοῦ συμφέροντος τοῖς εὐαγέσιν οἴκοις τοῦτο γίνεσθαι, τὴν τοιαύτην μίσθωσιν καὶ ἐμφύτευσιν προϊέναι συγχωροῦμεν. ἀλλὰ καὶ αὐταῖς ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς ἄλλοις σεπτοῖς οἴκοις δίδομεν ἄδειαν μισθώσεις καὶ ἐμφυτεύσεις πρὸς ἀλλήλους ποιεῖν, καὶ τοῖς κληρικοῖς ὁμοίως τῶν οἰκείων ἐκκλησιῶν τὰς κτήσεις μισθοῦσθαι καὶ διοικεῖν, γνώμῃ μέντοι τοῦ ἐπισκόπου καὶ τοῦ οἰκονόμου, συγχωροῦμεν· ἐξῃρημένων τῶν προσώπων, ἅτινα δι᾽ ἑτέρου νόμου τοῦτο ποιεῖν ἐκωλύσαμεν.
2
pr.Ἀνάγν. καὶ βι. ε΄ τί. β΄, οὗτινος ἐν τῷ α΄ καὶ β΄ κεφ. φησί· Θεσπίζομεν μηδεμίαν ἄδειαν ἔχειν τοὺς διοικοῦντας τὰ πράγματα τῆς κατὰ τὴν βασιλίδα πόλιν ἁγιωτάτης μεγάλης ἐκκλησίας ἢ ὀρφανοτροφείου ἢ ξενοδοχείου ἢ πτωχοτροφείου ἢ νοσοκομείου ἢ ἄλλου εὐαγοῦς οἴκου ἐν τῇ βασιλίδι πόλει ἤτοι τῇ ταύτης ἐνορίᾳ τυγχάνοντος, ἐξῃρημένων μόνων τῶν εὐαγῶν μοναστηρίων, πιπράσκειν ἢ δωρεῖσθαι ἢ ἀνταλλάττειν ἢ ἐπὶ ἀντιδώρῳ διδόναι ἢ οἱῳδήποτε ἄλλῳ τρόπῳ ἐκποιεῖν πρᾶγμα ἀκίνητον ἢ πολιτικὴν σίτησιν ἢ γεωργικὸν ἀνδράποδον, εἰ μὴ πρὸς βασιλικὸν οἶκον ἡ ἀνταλλαγὴ γένοιτο μόνη· ἀλλ᾽ οὔτε παροικικῷ δικαίῳ δίδοσθαί τι συγχωροῦμεν. τὰς δὲ ἐμφυτεύσεις παρὰ τῆς εἰρημένης ἁγιωτάτης ἐκκλησίας τῆς βασιλίδος πόλεως καὶ τῶν μνημονευθέντων εὐαγῶν οἴκων γίνεσθαι κελεύομεν, ἐπί τε τῷ προσώπῳ αὐτοῦ τοῦ λαμβάνοντος καὶ ἄλλων δύο ἐφεξῆς κληρονόμων, μὴ πλέον τῆς ἕκτης μοίρας τοῦ ἐφεστῶτος κανόνος συγχωρουμένου τῷ τὴν ἐμφύτευσιν κομιζομένῳ.
3
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Εἰ δέ τινες εἰσὶ τόποι, ἢ τῇ αὐτῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἤ τινι τῶν εἰρημένων εὐαγῶν οἴκων προσήκοντες, ἐν οἷς παλαιαὶ οἰκήσεις τυγχάνουσαι κατηνέχθησαν, καὶ ἐξ ὧν οὐδεμία παρέχεται πρόσοδος, οἱ δὲ μνημονευθέντες εὐαγεῖς οἶκοι, οἷς διαφέρουσιν οἱ τόποι, τούτους ἀνοικοδομῆσαι μὴ δύνανται, ἄδειαν δίδομεν τοῖς τούτων διοικηταῖς τῷ τῆς ἐμφυτεύσεως διηνεκεῖ δικαίῳ ἐκδιδόναι τοὺς αὐτοὺς τόπους. οὕτω μέντοιγε, ὥστε τὴν ἐμφύτευσιν ἢ ἐπὶ τρίτῃ μοίρᾳ τῶν στεγονομίων, ἅτινα ἐκ τῶν οἰκημάτων ἔτι ἑστώτων συνήγετο, ἐκ προοιμίων τοῦ χρόνου τοῦ ἐμφυτεύματος προϊέναι· ἢ εἴπερ ὁ ἐμφυτευτὴς βουληθείη μᾶλλον ἐπὶ τούτῳ τῷ ὅρῳ λαβεῖν τοὺς τόπους, ὥστε πρότερον ἀνοικοδομῆσαι, καὶ ἐκ τῶν προσγινομένων ἐκεῖσε κατὰ διατίμησιν στεγονομίων τὸ ἥμισυ μέρος διδόναι τῷ εὐαγεῖ οἴκῳ, ἐξ οὗ τοὺς αὐτοὺς τόπους λαμβάνει, [καὶ τοῦτο γενέσθαι συγχωροῦμεν]. κεχρῆσθαι δὲ [καὶ] τὸν τοιοῦτον ἐμφυτευτὴν καὶ ταῖς ἐκεῖσε εὑρισκομέναις τῶν κατενεχθέντων οἰκημάτων ὕλαις.
4
pr.Ἐν δὲ τῷ ς ' κεφ. Τὰς μισθώσεις δὲ παρὰ τῶν αὐτῶν εὐαγῶν οἴκων γίνεσθαι συγχωροῦμεν, εἰς ὅσους ἂν τοῖς συναλλάττουσιν ἐνιαυτοὺς συναρέσοι· μὴ ὑπερβαινούσας δηλαδὴ τὸν τριακονταετῆ χρόνον.
5
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἐπὶ ταῖς ἄλλαις ἁγιωτάταις ἐκκλησίαις καὶ μοναστηρίοις καὶ ξενῶσι καὶ νοσοκομείοις καὶ λοιποῖς εὐαγέσιν οἴκοις τοῖς ἐν ἁπάσαις ταῖς ἐπαρχίαις τῆς ἡμετέρας πολιτείας κειμένοις, οὐ μὴν ἀλλὰ καὶ μοναστηρίοις ἐν τῇ βα σιλίδι πόλει καὶ τῇ αὐτῆς περιοικίδι τυγχάνουσιν, ἀκολούθως διορίσαι συνείδομεν. ἄδειαν τοίνυν δίδομεν τοῖς εἰρημένοις εὐαγέσιν οἴκοις, μὴ μόνον πρόσκαιρον ἐμφύτευσιν ποιεῖσθαι τῶν ἀκινήτων πραγμάτων [τῶν] αὐτοῖς προσηκόντων, ἀλλὰ καὶ διηνεκῶς ταῦτα ἐμφυτευτικῷ δικαίῳ τοῖς βουλομένοις διδόναι. καὶ εἰ μὲν ἁγιώταται ὦσιν ἐκκλησίαι ἢ ἕτεροι εὐαγεῖς οἶκοι, ὧν τὴν διοίκησιν ὁ κατὰ τόπον ἁγιώτατος ἐπίσκοπος ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ τοῦ εὐαγοῦς αὐτοῦ κλήρου ποιεῖται, κατὰ γνώμην αὐτοῦ καὶ συναίνεσιν γίνεσθαι τὸ τοιοῦτο συνάλλαγμα, ὀμνύντων παρόντος αὐτοῦ τῶν οἰκονόμων καὶ διοικητῶν καὶ χαρτουλαρίων τοῦ αὐτοῦ εὐαγοῦς οἴκου, ὡς ἐκ ταύτης τῆς ἐμφυτεύσεως οὐδεμία ζημία τῷ αὐτῷ εὐαγεῖ οἴκῳ ἐπάγεται. εἰ δὲ πτωχεῖα ἢ ξενῶνες ἢ νοσοκομεῖα ἢ ἕτεροι εὐαγεῖς οἶκοι εἰσὶν ἰδίαν διοίκησιν ἔχοντες, εἰ μὲν [ἁγίους] εὐκτηρίους οἴκους εἶναι συμβαίη, κατὰ γνώμην τοῦ πλείονος μέρους τῶν ἐκεῖσε λειτουργούντων κληρικῶν, οὐ μὴν ἀλλὰ καὶ τοῦ οἰκονόμου· εἰ δὲ ξενὼν ἢ πτωχεῖον ἢ νοσοκομεῖον ἢ ἕτερος εὐαγὴς οἶκος [εἴη], τὸν προεστῶτα τούτων τὸ συνάλλαγμα ποιεῖσθαι· ὀμνύντων τῶν διοικητῶν τῶν αὐτῶν εὐαγῶν οἴκων παρουσίᾳ τοῦ θεοφιλεστάτου ἐπισκόπου, παρ᾽ οὗ προβάλλονται ἢ χειροτονοῦνται, ὡς οὐδὲν πρὸς βλάβην ἢ περιγραφὴν τῶν αὐτῶν εὐαγῶν οἴκων ἐπὶ τῷ [τοιούτῳ] συναλλάγματι γίνεται.
6
pr.Ἐν δὲ τῷ ί κεφ. Περὶ τῶν εὐαγῶν οἴκων [καὶ τοῦτο διατυπῶσαι συνείδομεν], ὥστε εἴ τινες ἐξ αὐτῶν εἴτε ὑπὲρ δημοσίων συντελειῶν εἴτε ὑπὲρ ἑτέρας ἀναγκαίας χρείας χρέεσιν ἔνοχοι γένωνται, καὶ οὐκ ἐστι δυνατὸν ἐκ πραγμάτων κινητῶν διαλυθῆναι τὰ χρέη, κατὰ πρώτην μὲν τάξιν δίδοσθαι εἰς᾽ ἐνέχυρον ἀκίνητον, ἵνα τοὺς καρποὺς λογίζωνται οἱ δανεισταὶ εἰς τόκους τοὺς ἀπὸ δ ' ἑκατοστῆς καὶ εἰς τὸ κεφάλαιον· καὶ εἰ μὴ διαλυθῇ τούτῳ τῷ τρόπῳ τὸ χρέος, ὑπομνήματα γίνεσθαι [καὶ] ἐπὶ ὀκτὼς ἡμέρας προτρέπεσθαι τοὺς ἀγοράσαι βουλομένους τὸ ἀκίνητον, ἵνα ὁ πλείω παρέχων προτιμηθῇ, καὶ τὸ τίμημα πᾶσι τρόποις ὑπὲρ τοῦ ὀφλήματος δοθῇ. εἰ δὲ μὴ εὑρεθῇ ὁ ἀγοραστὴς, λαμβάνειν τὸν δανειστὴν τὸ ἀκίνητον κατὰ δεσποτείαν, διατιμήσεως γινομένης, καὶ προστιθεμένης τῷ τιμήματι τῆς ἱ μοίρας τοῦ παντὸς τιμήματος. μὴ κατ᾿ ἐπιλογὴν δὲ δίδοσθαι, ἀλλὰ κατὰ τὴν ἰσότητα τοῦτο μὲν τῶν εὐπόρων τοῦτο δὲ τῶν ἀπόρων κτήσεων τοῦ εὐαγοῦς οἴκου. ἐπὶ δὲ τῶν εὐαγῶν μοναστηρίων τοὺς ἡγουμένους αὐτῶν μετὰ τοῦ πλείονος μέρους τῶν ἐκεῖσε λειτουργούντων μοναχῶν τὸ συνάλλαγμα ποιεῖσθαι. καὶ ἐπὶ τῶν εἰρημένων δὲ πάντων κελεύομεν ἐγγράφεσθαι τῷ συμβολαίῳ μεθ᾽ ὅρκου, ὡς οὐ πρὸς βλάβην καὶ περιγραφὴν τῶν αὐτῶν εὐαγῶν οἴκων τὸ πρᾶγμα πράττεται· καὶ ταύτης δὲ τῆς παραφυλακῆς οὕτω προϊούσης κουφισμὸν [μή] πλείονα γίνεσθαι τοῦ ἕκτου μέρους τῆς προσόδου, ἣν ἔχει τὸ εἰς ἐμφύτευσιν διδόμενον πρᾶγμα ὅσα δὲ περὶ τῶν καταπεπτωκότων οἴκων τῶν προσηκόντων τοῖς εὐαγέσιν οἴκοις τοῖς ἐν τῇ βασιλίδι πόλει κειμένοις ἀνω-. τέρω διετυπώσαμεν, ταῦτα καὶ ἐπὶ τῶν εὐαγῶν· κρατεῖν παρακελευόμεθα.
7
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἐπειδὴ δὲ ἔγνωμεν παρά τινων γίνεσθαι καὶ ἐκποιήσεις μοναστηρίων ἐπὶ τῷ ταῦτα ἀπὸ ἱερατικοῦ σχήματος εἰς ἰδιωτικὴν διαγωγὴν μετασχηματίζεσθαι, καὶ τοῦτο πᾶσι τρόποις κωλύομεν. εἰ δέ τι τοιοῦτον γινόμενον εὑρεθείη, ἄδειαν παρέχομεν τῷ κατὰ τόπον ὁσιωτάτῳ ἐπισκόπῳ τὸ τοιοῦτον μοναστήριον ἐκδικεῖν καὶ εἰς τὸ ἀρχαῖον σχῆμα ἐπανάγειν. εἰ δέ τις ἐκ τῶν εἰρημένων εὐαγῶν οἴκων, τῶν τε ἐν τῇ βασιλίδι πόλει τῶν τε ἐν ταῖς ἐπαρχίαις ὄντων, ἐξῃρημένης τῆς ἁγιωτάτης [μεγάλης] ἐκκλησίας τῆς βασιλίδος πόλεως, κτῆσιν ἔχοι πολλοῖς δημοσίοις τελέσμασι βεβαρημένην, ἐξ ἧς οὐδεμία εἰσάγεται πρόσοδος τῷ εὐαγεῖ οἴκῳ, ἄδειαν παρέχομεν τοῖς τοῦ αὐτοῦ εὐαγοῦς οἴκου διοικηταῖς τὴν τοιαύτην κτῆσιν ἐκποιεῖν ἐν οἱῳδήποτε τρόπῳ βουληθεῖεν πρὸς τὸ λυσιτελὲς τοῦ αὐτοῦ εὐαγοῦς οἴκου. τοῖς δὲ οἰκονόμοις καὶ διοικηταῖς καὶ χαρτουλαρίοις τῶν ὁπουδήποτε ὄντων εὐαγῶν οἴκων, καὶ τοῖς αὐτῶν γονεῦσί τε καὶ παισὶ καὶ τοῖς ἄλλοις τοῖς ἢ κατὰ γένος ἢ κατὰ γαμικὸν δίκαιον αὐτοῖς συναπτομένοις, μισθώσεις ἢ ἐμφυτεύσεις ἢ ἀγορασίας ἢ ὑποθήκας πραγμάτων ἀκινήτων τοῖς αὐτοῖς εὐαγέσιν οἴκοις προσηκόντων ὑπεισιέναι, ἢ δι᾽ ἑαυτῶν ἢ διὰ παρενθέτου προσώπου, καθὰ καὶ [τοῖς ἐν] τῇ βασιλίδι πόλει οὖσιν, ἐπὶ ταῖς αὐταῖς ποιναῖς ἀπαγορεύομεν.
8
pr.Ἀνάγν. καὶ βι. κ΄ τί. β΄ κεφ. δ΄ καὶ ἑ΄, ἐν ᾧ φησιν· Εἰδέναι δὲ τοὺς ἐμφυτευτὰς προσήκει, ὡς εἴπερ ἐπὶ διετίαν ἐφεξῆς μὴ καταθεῖεν τὸν ἐμφυτευτικὸν κανόνα (τοῦτον γὰρ τὸν χρόνον ἀντὶ τῆς ἐπὶ τῶν ἄλλων ἀνθρώπων τριετίας ἀρκεῖν εἰς ἔκπτωσιν τῶν ἐκκλησιαστικῶν ἢ πτωχικῶν ἐμφυτεύσεων ἐξ ἀγνωμοσύνης τίθεμεν), γενήσεται ' παντοίως ἔξω τοῦ ἐμφυτεύματος, καὶ βουλομένοις τοῖς προεστῶσι τῶν εὐαγῶν οἴκων ἐξέσται τῶν χωρίων ἢ τῶν οἴκων ἀντιλαμβάνεσθαι, μηδεμίαν εὐλαβουμένοις ἐμπονημάτων ἀπόδοσιν. ἀλλ᾽ εἴπερ χεῖρον πεποίηκε τὸ χωρίον ἢ τὸ προάστειον ἢ τὴν οἰκίαν ὁ τὴν ἐμφύτευσιν δεξάμενος, ἀναγκάζεσθαι αὐτὸν οἴκοθεν τὴν ἐπιμέλειαν καὶ ἀποκατάστασιν τῆς ὄψεως ποιεῖσθαι, καὶ ὑποκεῖσθαι τοῦτον αὐτόν τε καὶ κληρονόμους αὐτοῦ καὶ διαδόχους καὶ τὰ αὐτῶν πράγματα πρὸς τὸ καὶ τὴν ὀφειλομένην πᾶσαν πρόσοδον ἀνυπερθέτως εἰσπράττεσθαι.