IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.12

Περὶ ἐκλήψεων καὶ ἐκποιήσεων τῶν κατὰ πρᾶσιν ἢ δωρεὰν ἢ ἐμφύτευσιν ἢ ἐκμίσθωσιν ἢ καθ᾽ ἕτερον τρόπον γινομένων ἀπό τε τοῦ δημοσίου καὶ τῆς πόλεως καὶ τῶν πατριμονιαλίων ἤτοι ἰδιοκτήτων τοῦ βασιλέως καὶ ταμιακῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιε τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ διηνεκῶς μισθούμενοι παρὰ πόλεως ἀγροὶ, ὥστε μὴ ἀφαιρεθῆναι τῶν λαβόντων ἢ τῶν ὑπεισιόντων τὸν τόπον αὐτῶν, ἐφ᾽ ὅσον τὸ τέλος δίδοται, ἐμφυτευτικοὶ καλοῦνται. Καὶ ἔχουσιν οἱ λαβόντες αὐτοὺς ἐπ᾿ αὐτοῖς ἀγωγὴν κατὰ παντὸς νομέως καὶ τῆς πόλεως, κἂν εἰ μὴ δεσπόζωσιν, ἐὰν μέντοι τὸ τέλος καταβάλλωσιν.

2

pr.[Ἀνάγν. καὶ βι. ν ' τί. ιγ΄, ὅστις προείρηται ἐν τῷ περὶ δεσποτείας.]

3

pr.Ἀνάγν. καὶ βι. νε τί. ιβ΄ κεφ. β΄ καὶ τί. ιγ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ τὰ πατριμονιάλια ὠνούμενοι καὶ τὰ ἱερατικὰ χωρία, τιμὰς δεδωκότες, ἀναφαίρετον ἐχέτωσαν τὴν δεσποτείαν αὐτῶν.

4

pr.Ἐάν τινες ἢ κατὰ δωρεὰν ἢ κατὰ πρᾶσιν ἢ καθ᾽ ἕτερον τρόπον οἴκους ἢ ἐργαστήρια πολιτικὰ ἔλαβον, καὶ μάλιστα κωνσταντινουπόλεως ἢ ἀγωνοθετικὰ ἀπὸ τῆς ὑπατείας αὐσονίου καὶ ὀλυβρίου ', ἀφαιρέσει τοῦ κανόνος, παρεχέτωσαν τοῦ λοιποῦ τὸν ἐπικείμενον αὐτοῖς ἐξαρχῆς κανόνα. εἰ γὰρ τοὺς ἰδιώτας οὐ βουλόμεθα στερεῖσθαι, πολλῷ μᾶλλον τὰς πόλεις. καὶ ἐχέτωσαν βεβαίαν ἐπ᾿ αὐτοῖς δεσποτείαν.

5

pr.Ἀνάγν. καὶ τί. ιδ΄ κεφ. α΄ καὶ βι. νγ΄ τί. α΄ κεφ. θ ' θέμ. δ΄, ἐν ᾧ φησιν· Οἱ εἰς τὸ διηνεκὲς μισθωθέντες δημόσιοι ἀγροὶ χωρὶς κελεύσεως βασιλικῆς οὐκ ἀφαιροῦνται.

6

pr.Ἀνάγν. καὶ τί. ιδ΄, οὗτινος ἐν τῷ ζ ' κεφ. φησίν· Εἴ τις δήποτε ἰδιόκτητον τοῦ βασιλέως ἀγρὸν ἄπορον λαβὼν ἐφιλοκάλησεν, ἐχέτω τοῦτον διηνεκῶς ὡς ἰδιωτικὸν παρέχων τὸ τέλος, καὶ παραπεμπέτω αὐτὸν καὶ εἰς διαδόχους. εἰ δὲ εὐθαλῆ ἔλαβεν ἢ νῦν λάβῃ, ἐπιγνώσεται καὶ ἄπορα· εἰ δὲ μέσον, κατ᾿ ἀναλογίαν ἐπιγινωσκέτω. μετὰ διετίαν δὲ τελείτω τὶς ὑπὲρ τῶν ἀπόρων, μηδενὸς ἐξῃρημένου προσχήματι ἀξίας ἢ δυναστείας. πρῶτον δὲ εἰς τὰ γειτνιῶντα καὶ ὅμορα ἐπικλάσθω τὸ ἄπορον. εἰ δὲ μή ἐστι γειτνιάζων, τότε καὶ τοῖς πόῤῥω ἐπιφερέσθω ἡ συντέλεια.

7

pr.Ἐν δὲ τῷ ί κεφ. Ὅστις δήποτε ἀπὸ τοῦ δημοσίου εἰς ἐμφύτευσιν ἀγρὸν λάβῃ, οὐ δύναται ἀποβαλέσθαι αὐτὸν προφάσει τοῦ ἔρημον εἶναι, οὐδὲ ἀπὸ θείου γράμματος. ἀλλ᾽ οὐδὲ ἀποσπᾶσθαι δύναται ἀπ᾿ αὐτοῦ, οὐδὲ εἰ ὑπερθεματισμὸς γένηται, ἀλλὰ διηνεκῶς παρ᾿ αὐτῷ μένει καὶ τῇ ἀπογονῇ αὐτοῦ.

8

pr.Ἀνάγν. καὶ τί. ιε, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ ἀγοράσαντες παρὰ τοῦ δημοσίου κτήματα ἰσχυρῶς ἐχέτωσαν αὐτὰ, μὴ δεδιότες ἐξ ἡμῶν ἀφαίρεσιν αὐτῶν. ἀλλὰ καὶ εἰς παῖδας ἰσχυρῶς παραπεμπέτωσαν.

9

pr.Ἐν δὲ τῷ ἐ κεφ. Μηδεὶς χωρὶς κανόνος δεσποτικὸν κτῆμα ἀγοράσῃ, ἐπεὶ καὶ τὰ τιμήματα ἀπόλλυσι, καὶ τὸ χωρίον ἀποσπᾶται, καὶ οὐδὲ ἅπερ ἐδαπάνησεν ἢ ἐπεβελτίωσε λαμβάνει ἢ συλλογίσεται εἰς τοὺς καρποὺς οὓς ἀπαιτεῖται, οὐδὲ χρόνου παραγραφὴν ἕξει· ἀλλὰ καὶ οἱ παλατινοὶ ταύτῃ συμπράξαντες τῇ ὠνῇ πεντήκοντα λίτρας παράσχωσι, μηδεμιᾶς φιλοτιμίας ἰσχυούσης πρὸς ταῦτα.