JGR V 4.1
Περὶ δαπανημάτων ἐν πράγματι ἀλλοτρίῳ γινομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιε τί. α΄ κεφ. κζ ' θεμ. 5΄, ἐν ᾧ φησιν· Ὅτι καταλογίζεται τῷ νομεῖ τὰ παρ᾽ αὐτοῦ δαπανηθέντα πρὸ τῆς προκατάρξεως.
2
pr.Καὶ κεφ. κη΄ καὶ κθ ' καὶ λ ' καὶ λζ΄, ἐν ᾧ φησιν· Εἰ καὶ καλῇ πίστει ἀγοράσω ἔδαφος καὶ μετὰ τὸ μαθεῖν ἀλλότριον [εἶναι] κτίσω, τὰς μὲν δαπάνας οὐ λαμβάνω, δύναμαι δὲ περιελεῖν τὸ κτίσμα ἄνευ ζημίας τοῦ δεσπότου τοῦ ἐδάφους.
3
pr.Καὶ κεφ. λη΄, ἐν ᾧ φησιν· Ὅτι᾽ ἐὰν ἀγοράσας καλῇ πίστει ἀλλότριον ἀγρὸν γεωργήσω ἢ κτίσω ἐν αὐτῷ, εἰ μὲν ἤμελλεν ὁ δεσπότης τὰ αὐτὰ ποιεῖν, δίδωσιν ὅσου γέγονε τιμιώτερος· εἰ δὲ πλέον τῆς δαπάνης ὠφέλησα, μόνα τὰ δαπανηθέντα δίδωσιν. εἰ δὲ πένης ἐστὶν, ἐφεῖται αὐτῷ περιελεῖν ἐκ τῶν γενομένων ὅσα δύναται, ὥστε μέντοι μὴ γενέσθαι χείρονα τὸν ἀγρὸν οὗ ἦν ἐξ ἀρχῆς· εἰ μὴ ἕτοιμός ἐστιν ὁ δεσπότης δοῦναί μοι ὅσον μέλλω σχεῖν ἐκ τῶν περιαιρουμένων. οὐ γὰρ ἀκούομαι κακοθελῶς ἀποξέσαι τὰς γραφὰς θέλων διὰ τὸ πρὸς αὐτὸν μίσος. εἰ μέντοι μέλλει πιπράσκειν τὸν ἀγρὸν, αἱ δαπάναι πρὸς τὸ ἀνωτέρω λεχθὲν λογίζονται.
4
pr.Καὶ κεφ. μζ΄. Ὁ καλῇ πίστει νεμηθεὶς περὶ ὧν ἐδαπάνησεν ἀγωγὴν οὐκ ἔχει, ἀλλὰ παρακατάσχεσιν, ἐφ᾽ οἷς ὁ ἀγρὸς κρείττων γέγονε, συμψηφιζομένων τῶν πρὸ τῆς προκατάρξεως ληφθέντων καρπῶν.
5
pr.Καὶ κεφ. πέ΄, ἐν ᾧ φησιν· Ὁ τὸν ἀλλότριον οἶκον κακῇ ' πίστει νεμηθεὶς ἀποδίδωσι μὲν αὐτὸν μετὰ τῶν στεγονομίων καὶ παντὸς ἑτέρου, τὰ δὲ δαπανήματα οὐ λαμβάνει, εἰ μὴ ἄρα ἀναγκαῖά εἰσι. τὰ δὲ ἐπωφελῆ δύναται μὴ βλάπτων τὴν ἀρχαίαν ὄψιν ἀφελέσθαι.
6
pr.Ἀνάγν. καὶ βι. ις ' τί. α΄ κεφ. ν ' θεμ. β΄ καὶ βι. ιζ ' τί. α΄ κεφ. κς ' καὶ κθ ' καὶ λβ ' θεμ. β΄ καὶ κεφ. λδ΄. ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ ιη κεφ. φησίν· Τῶν γενομένων ἀναλωμάτων ἐπὶ διοικήσει πράγματος ἀλλοτρίου τόκους παρέχεσθαι ἡ καλὴ πίστις συνεβούλευσεν. ᾧτινι [νομίμῳ] δύνασαι χρήσασθαι κατ᾿ ἐκείνων, ὧν τῇ ἀνάγκῃ συνηλάθης τὰ πράγματα αὐτῶν διοικῆσαι, κινῶν κατ᾿ αὐτῶν τὴν περὶ τῆς διοικήσεως τῶν πραγμάτων ἀγωγὴν παρὰ τῷ ἄρχοντι τῆς ἐπαρχίας.