IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.2

Περὶ δαπανημάτων μὴ ἀπαιτουμένων ὡς δι᾽ εὐσέβειαν λογιζομένων δαπανᾶσθαι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιζ ' τί. α κεφ. κς ' θεμ. θ΄, ἐν ᾧ φησιν· Ὁ δι᾽ εὐσέβειαν ἀποθρέψας τὴν οἰκείαν ἀδελφόπαιδα οὐκ ἔχει ἀπαίτησιν.

2

pr.Καὶ κεφ. λ΄ θεμ. 5΄, ἐν ᾧ φησι· Τοῖς ἀπελευθέροις δῆλον ποσὸν κατελείφθη πρὸς κατασκευὴν μνημείου· δαπανήσαντες πλέον οὐκ ἔχουσιν ' ἀπαίτησιν.

3

pr.Καὶ κεφ. λέ΄ θεμ. γ ', ἐν ᾧ φησιν· Ἡ δὲ μήτηρ εὐσεβῶς δαπανᾷν εἰς τὸν υἱὸν προείληπται, εἰ μὴ τὸ ἐναντίον διαμαρτύρηται. εἰ δὲ τοῦ πατρὸς ἐπὶ ξένης ἀποθανόντος ἀποθρέψει τὸν υἱὸν καὶ τὴν αὐτοῦ φαμιλίαν ὑποστρέφουσα εἰς τὴν πατρίδα, τὴν περὶ τῆς διοικήσεως ἀγωγὴν ἕξει κατὰ τοῦ ἀνήβου.

4

pr.Ἀνάγν. καὶ τί. β΄ κεφ. α΄ καὶ κεφ. ια΄, ἐν ᾧ φησιν· Μήτηρ εἰς ἀποτροφὴν τῶν ἰδίων τέκνων ἀνάλωσέ τινα καὶ εἰς ἐπιμέλειαν ἄλλων πραγμάτων ἢ εἰς δίκας αὐτῶν ἐδαπάνησε, καὶ προσἤλθε βασιλεῖ βουλομένη λαβεῖν πάντα, ὅσα περὶ τοὺς υἱοὺς ἐδαπάνησε· καὶ ἀντέγραψε πρὸς αὐτὴν ὁ βασιλεὺς οὕτως· τὰ τροφεῖα μὲν, ἅτινα τοῖς υἱοῖς σου παρέσχες, ἀποδοθῆναί σοι οὐκ ἐννόμῳ λογισμῷ ἀπαιτεῖς, ὁπότε τοῦτο ἀπαιτούσης σε τῆς μητρώας εὐσεβείας ἐποίησας. εἴ τι δὲ εἰς τὰ πράγματα αὐτῶν χρησίμως ἀνάλωσας, τοῦτο διὰ τῆς περὶ διοικήσεως ἀγωγῆς ἀπαιτῆσαι δύνασαι.

5

pr.Καὶ κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ἅτινα εἰς τὴν γαμετήν σου νοσοῦσαν ἀνάλωσας, οὐκ ἀπὸ τοῦ πενθεροῦ τοῦ σοῦ ἀπαιτεῖν, ἀλλὰ τῇ διαθέσει τῇ σῇ ὀφείλεις καταλογίσασθαι. εἰς [τὴν] ταφὴν δὲ αὐτῆς δηλαδὴς εἴ τι τούτου ἕκενεν ὡς μέλλων ἀναλαβεῖν ἀνάλωσας, τὸν πατέρα, πρὸς ὃν ἡ προῖξ ἐπανῆλθε, νομίμως μεθοδεύεις.