IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.3

Περὶ δένδρων καὶ δενδροτομιῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. ις΄, οὗτινος ἐν τῷ β ' κεφ. φησίν· Οἱ δένδρα καὶ μάλιστα ἀμπέλους τέμνοντες καὶ ὡς λῃσταὶ κολάζονται.

2

pr.Δένδρον γὰρ λέγεται καὶ ἡ ἄμπελος. Καὶ ὁ κισσὸς καὶ ὁ κάλαμος καὶ ἡ ἰτέα. τὸ δὲ μήπω ῥιζωθὲν οὐκ ἐστι δένδρον, οὐδὲ οὗτινος αἱ ῥίζαι ἐξηράνθησαν καὶ ἵσταται. Εἰ δὲ ἐξεριζώθη μὲν, δύναται δὲ φυτευθῆναι, δένδρον ἐστίν. Καὶ αἱ ῥίζαι τῆς ἐλαίας δένδρα εἰσὶν, εἴτε ῥίζας ἐξέβαλον εἴτε μή.

3

pr.Εἰ δὲ οὕτως ἁπαλόν ἐστιν, ὡς ἐν τάξει βοτάνης εἶναι, οὔκ ἐστι δένδρον.

4

pr.Ἐν δὲ τῷ δ ' κεφ. Τέμνειν ἐστὶν οὐ μόνον τὸ εἰς τέλειον τεμεῖν, ἀλλὰ [καὶ] τὸ μερικῶς πλῆξαι ἐπὶ τῷ τεμεῖν· ζωννύειν τὸ περιελεῖν τὸν φλοιόν· κατατέμνειν τὸ ὑποτεμεῖν. Ταύτης τῆς ἀγωγῆς ἡ αὐτὴ αἰτία ἐστὶ τῷ ἀκουϊλίῳ.

5

pr.Ἐν δὲ τῷ ἑ κεφ. Ἐὰν πολλοὶ τὸ αὐτὸ τέμωσι δένδρον, ἕκαστος αὐτῶν εἰς ὁλόκληρον ἐνέχεται. Εἰ δὲ πολλῶν τινων δένδρον κοπῇ, πᾶσι μία ἀγωγὴ καὶ μία ποινὴ ἁρμόζει. Ἐὰν τὸ ἐμὸν δένδρον τὰς ῥίζας εἰς τὸν τοῦ γείτονος ἀγρὸν ἐκπέμψῃ, οὐκ ἔξεστιν αὐτῷ τεμεῖν αὐτὰς, ἀλλὰ κινεῖ ὡς περὶ τοῦ ξύλου ἐμβληθέντος ἢ ἐκθέτου. Εἰ καὶ αἱ ῥίζαι τοῦ δένδρου ἐξ ἄλλου ἀγροῦ τρέφονται, ὅμως ἐκείνου ἐστὶν, ἐν ᾧ ἡ ἀρχαιογονία αὐτοῦ ἦν.

6

pr.Ἐν δὲ τῷ ς ' κεφ. Ὁ ἀποριζώσας δένδρον οὐ κρατεῖται τῇ παρούσῃ ἀγωγῆ, ἀλλὰ τῷ ἀκουϊλίῳ. Οὐ μόνον ὁ χερσὶν οἰκείαις κόπτων ἐνέχεται, ἀλλὰ καὶ ὁ ἐπιτρέπων δούλῳ ἢ ἐλευθέρῳ. Εἰ μέντοι ἀφ᾽ ἑαυτοῦ ὁ δοῦλος κόψει, νοξαλία ἁρμόζει κατὰ τοῦ δεσπότου. Αὕτη ἡ ἀγωγὴ διηνεκής ἐστι, καὶ κληρονόμοις, οὐ μὴν κατὰ κληρονόμων ἁρμόζει, καὶ εἰς τὸ διπλοῦν ἔχει τὴν καταδίκην.

7

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ τεμὼν εἰς τὸ διαφέρον καταδικάζεται, καὶ ἐξαιρεῖται τὸ τίμημα τοῦ κοπέντος δένδρου, καὶ τὰ λοιπὰ δίδωσιν. Ὁ ἐπὶ τῷ κερδάναι κόψας καὶ τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ καὶ τῇ τοῦ κλοπιμαίου ἐκδικήσει ἐνέχεται.

8

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἐὰν δίδυμον δένδρον ἐστὶν, εἰ μὲν ἡ ζεῦξις αὐτοῦ ὑπὲρ γῆν ἐστιν, ἕν ἐστι τὸ δένδρον· εἰ δὲ ὑπὸ γῆν, τοσαῦτά εἰσιν, ὅσα ὑπὲρ γῆν φαίνεται.

9

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐὰν δένδρον ἐκ τοῦ οἴκου σου ἐπήρτηται τῷ οἴκῳ μου καὶ βλάπτῃ με, εἰ μὴ ἀφέλῃς αὐτό, φησιν ὁ πραίτωρ ἐκ ῥίζης ἐκτέμνειν με αὐτὸ, καὶ τὰ καύσιμα ξύλα ἀφαιρεῖσθαι. Δένδρον δὲ νοεῖται καὶ ἡ ἄμπελος.

10

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Τὸ ἐκ τοῦ ἀγροῦ σου δένδρον ἐπηρτημένον τῷ ἀγρῷ μου, ἐὰν ὑπὲρ ιε΄ πόδας εἴη ὑψηλὸν, καὶ μὴ κλαδεύσῃς αὐτὸ, φησὶν ὁ πραίτωρ ἐμὲ κλαδεύειν καὶ τὰ· ξύλα ἐπαίρειν. τὸ αὐτὸ καὶ ὁ δυοδεκάδελτός φησιν, ὥστε μὴ τὴν σκιὰν τοῦ δένδρου βλάπτειν τὸν γείτονα. Δῆλον οὖν ἐστιν, ὅτι τὸ μὲν τοῦ οἴκου δένδρον ἐκ ῥίζης τέμνεται, τὸ δὲ τοῦ ἀγροῦ κλαδεύεται, εἰ ὑπὲρ ιε΄ πόδας ὑψοῦται.

11

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν ἐπικλίνῃ τὸ δένδρον τοῦ ἀγροῦ σου εἰς τὸν ἀγρόν μου, καλῶς κινῶ ἀπὸ τοῦ δυοδεκαδέλτου, μὴ ἔχειν σε δίκαιον οὕτω κεκτῆσθαι τὸ δένδρον.