JGR V 19.11
Περὶ τόκων ἀπαιτουμένων καὶ μὴ ἀπαιτουμένων, καὶ ἀργυροπρατικῶν, καὶ τῶν μετὰ ὑπέρθεσιν ἀπαιτουμένων .
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ΄ τί. ς ' κεφ. α, ἐν ᾧ φησι· Μεθόδευσον τὸν χρεώστην τοὺς τόκους, οὓς οὐκ ἀπῄτησας. οὐ γὰρ ἔσβεσται ἡ τούτων ἀγωγὴ τῇ προκατάρξει τοῦ κεφαλαίου.
2
pr.Ἀνάγν. καὶ βι. θ΄ τί. γ΄ κεφ. πζ΄ καὶ πη΄ καὶ πθ΄, ἐν ᾧ φησιν, ὅτι μετὰ τὴν τετράμηνον τῆς καταδίκης, εἴτε δημόσιον ἐστὶ τὸ χρέος εἴτε ἰδιωτικὸν, ἑκατοστιαῖος τόκος δίδοται τοῦ κεφαλαίου μόνος. τόκος γὰρ τόκων οὐκ ἀπαιτεῖται ἀ
3
pr.Ἀνάγν. καὶ βι. ιη΄ τί. ζ΄ κεφ. ε΄ θέμ. γ΄.
4
pr.Καὶ βι. κγ΄ τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐπὶ τῶν καλῇ πίστει ἀγωγῶν· ὀφφικίῳ τοῦ δικάζοντος ὁ τόκος ὁρίζεται πρὸς τὸ ἔθὸς τοῦ κλίματος, ἐν ᾧ τὸ συνάλλαγμα γέγονεν, ὥστε μέντοι μὴ ὑπερβαίνειν τὸν νόμιμον.
5
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ἐπὶ τῆς περὶ ἐν πράγματι δαπανήματος ἀγωγῆς, ἐὰν ὁ δεσπότης ἐπὶ πολὺν χρόνον παράσχῃ τόκον ἢ ὁ πατὴρ ὑπὲρ προικὸς τῆς θυγατρὸς, ἀναγκάζονται καὶ οἱ κληρονόμοι αὐτῶν παρασχεῖν.
6
pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐὰν ὁ δανείσας· ἐπερωτήσῃ τὸ διπλοῦν τῶν ἐπηρωτημένων τόκων᾽ ἐξ ὑπερθέσεως, μέχρι μόνου τοῦ νομίμου τόκου ἔῤῥωται κατὰ τὸ μέτρον ἑκατέρου χρόνου. Ὁ ἐπερωτήσας ἐλαφροὺς τόκους δύναται μείζονας μέχρι τῶν νομίμων ἐξ ὑπερθέσεως ἐπερωτᾷν.
7
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Εἴτε τόκον τὶς ὑπέρμετρον εἴτε τόκους τόκων ἐπερωτήσει, τὸ παράνομον ἀφαιρεῖται καὶ τὸ λοιπὸν ἀπαιτεῖται.
8
pr.[᾿Εν δὲ τῷ κθ ' κεφ. Τὸ χωρὶς δήλης ποσότητος ἐπερωτῆσαι τοὺς ἁρμόζοντας τόκους οὐδέν ἐστι.]
9
pr.Ἐν δὲ τῷ μζ ' κεφ. Οἱ ἀπὸ συμφώνου τόκοι καταβληθέντες οὐ δύνανται ἀναλαμβάνεσθαι, οὐδὲ εἰς κεφάλαιον και ταλογίζονται. μὴ καταβληθέντες δὲ οὐκ ἀπαιτοῦνται.
10
pr.Ὁ γὰρ ἀνεπερώτητος τόκος ἀπαίτησιν μὲν οὐκ ἔχει, ἐνεχύρου δὲ ὄντος δίδωσι τῷ δανειστῇ παρακατάσχεσιν, ἐὰν συνεφωνήθη· τότε μέντοι, ὅτε καὶ ἐπὶ τόκῳ τὸ ἐνέχυρον ὑπετέθη. ἔξεστι δὲ προσυμφωνεῖν, ἵνα ἐὰν μὴ καταβληθῇ εἴσω τυχὸν ἐνιαυτοῦ τὸ κεφάλαιον καὶ ὁ τόκος, μείζων τόκος ἐξ ἐκείνου τοῦ καιροῦ καταβληθῇ. ἐὰν οὖν δανεισάμενός τις καὶ συμφωνήσας τόκον ὑπέθετο καὶ τὸ ἐνέχυρον ἐπὶ τῶν τόκων, ὑπερχρονίας δὲ γενομένης μείζονα [τόκον] ἐπηγγείλατο καταβαλεῖν, καὶ οὐ συνεφώνησεν ὑποκεῖσθαι τὸ ἐνέχυρον ἐπὶ τῇ προσθήκῃ τοῦ τόκου, οὐ καλῶς παρακρατεῖται τὸ ἐνέχυρον '.
11
pr.Ἐν δὲ τῷ να κεφ. Ὁ δανειστὴς ὀφείλει δεικνύειν [καὶ] τὸ χρέος καὶ τὴν τῶν τόκων ἐπερώτησιν. τὸ γὰρ ἐπί τινα χρόνον ἀπὸ συναινέσεως τόκους αὐτὸν λαβεῖν οὐ ποιεῖ πρόκριμα τῷ χρεώστη.
12
pr.Ἐν δὲ τῷ νδ΄ κεφ. Καρπῶν δανειζομένων δύναται καὶ ὁ ἀπὸ συμφώνου τόκος ἀπαιτεῖσθαι.
13
pr.Ἐν δὲ τῷ ξα κεφ. Ὁ μὴ κεχρεωστημένος τόκος, εἰ μὲν πρὸ τοῦ κεφαλαίου καταβληθῇ, εἰς κεφάλαιον καταλογίζεται· εἰ δὲ μετὰ τὸ κεφάλαιον καταβληθῇ, ἐπειδὴ οὐκ ἔχει λοιπὸν εἰς τί καταβληθῆναι, ἀναλαμβάνεται.
14
pr.Ἐν δὲ τῷ ξδ ' κεφ. Ἐὰν ὁ χρεωστῶν κεφάλαιον καὶ τό· κους ἐν τῷ καταβάλλειν μὴ ἐμνημόνευσεν ἐπὶ τίνι καταβάλλῃ, ἐξουσίαν ἔχει ὁ δανειστὴς, εἰ βούλεται, εἰς τοὺς τόκους μόνον καταλογίσασθαι τὰ καταβληθέντα.
15
pr.Ἐν δὲ τῷ ξέ΄ κεφ. Ὁ μέντοι τόκος ἀπὸ συμφώνου δύναται διὰ παρακατασχέσεως τοῦ ἐνεχύρου λαμβάνεσθαι παρὰ τοῦ δανειστοῦ. ἐὰν δὲ ἀντὶ τόκου πρόστιμον συμφωνήσῃ, οὐδὲ ἀγωγὴν ἔχει ἀπὸ τοῦ συμφώνου, ἀλλ᾽ οὐδὲ παρακατάσχεσιν.
16
pr.Ἐν δὲ τῷ ξς΄ κεφ. Ἐπὶ καρπῶν δανειζομένων ἔξεστι καὶ πλείονα τόκον ἐπερωτᾷν διὰ τὸ ἄδηλον τῶν καρπῶν.
17
pr.Ἐν δὲ τῷ ξθ΄ κεφ. Τῆς διατάξεως τῆς βουλομένης τὰς προσωπικὰς φθείρεσθαι ἀγωγὰς λ ' ἐνιαυτοῖς εἰσενεχθείσης ὁ ἥρως πατρίκιος· μέθοδον ἐπενόει τοιαύτην, ὥστε, φησίν, ἀναιρεῖσθαι τὴν προσωπικὴν ἀγωγὴν τῇ τῶν λ ' ἐτῶν παραδρομῇ, ἀναιρείσθω οὖν ἐπὶ τῷ κεφαλαίῳ καὶ μόνῳ, ἐπειδὴ μετὰ τὴν τοῦ κεφαλαίου δόσιν διέδραμεν ἡ τριακονταετηρίς· οἱ δὲ τόκοι, φησίν, ἀπαιτείσθωσαν· οὐδὲ γὰρ πάντως, φησὶν, ἀπεκλείσθησαν οἱ τόκοι τῇ τριακονταετηρίδι. ἐπειδὴ ὁ τόκος καθ᾽ ἕκαστον ἐνιαυτὸν τίκτεται, λ ' ἐνιαυτῶν ἐπὶ τῷ κεφαλαίῳ διαδραμόντων εὑρίσκεται ἐπὶ τῷ τόκῳ τοῦ πρώτου ἐνιαυτοῦ διαδραμόντα κθ ' ἔτη, ἐπὶ δὲ τῷ τόκῳ τοῦ δευτέρου ἐνιαυτοῦ κη΄, καὶ οὕτως ἐφεξῆς ἐπὶ τοῖς τόκοις τῶν μετὰ ταῦτα ἐνιαυτῶν ἐλάττων χρόνος εὑρίσκεται διαδραμών. τὸ δὲ αὐτὸ ἔλεγε καὶ περὶ καρπῶν, ὅπερ καὶ περὶ τόκων. ἡ τοίνυν διάταξις ἡ παροῦσα ἀναιρεῖ τὸ τοιοῦτον νόμιμον λέγουσα· ὅτι ἄτοπόν ἐστι τῆς πρωτοτύπου ἀγωγῆς ἀναιρεθείσης περὶ τόκων ἢ καρπῶν φιλονεικεῖν. ὁρίζει δὲ καὶ ποσότητα ῥητὴν τοῖς τόκοις· ἵνα οἱ μὲν ἀπὸ ἰλλουστρίων καὶ ἀνωτέρω ἄχρι τρίτου ἑκατοστῆς μόνον δανείζωσιν, ἀργυροπράται δὲ καὶ ἔμποροι ἄχρι διμοίρου ἑκατοστῆς, οἱ δὲ λοιποὶ πάντες ἄχρι ἡμίσεος ἑκατοστῆς, εἰ μὴ ἄρα καρποὺς δανείσουσιν. εἰ δὲ πρὸς οἶκον εὐαγῆ τὸ δάνειον εἴη, τότε πάντες οἱ εἰρημένοι μόνον τὸν ἀπὸ τετάρτου· ἑκατοστῆς τόκον λαμβανέτωσαν. ἐπὶ δὲ τῶν ναυτικῶν δανείων καὶ ἐπὶ τῶν δανειζομένων εἰδῶν εἴτε καρπῶν, ἐφ᾽ ὧν τὸ παλαιὸν ἐξῆν πλείονα τόκον ἐπερωτᾷν, ἐπιτρέπει καὶ σήμερον ἐπερωτῆσαι πλείονα τόκον, μόνον μέντοι ἕως ἑκατοστῆς καὶ μὴ περαιτέρω. μὴ βουλομένη μηδὲ διὰ παρακατασχέσεως ἐνεχύρων μείζονα τόκον ἀναλαμβάνεσθαι. μηδὲ τοὺς δικαστάς ποτε καταδικάζειν εἰς πλείονα τόκον προφάσει τῆς τῶν τόπων συνηθείας. εἰ δέ τις μείζονα τόκον λάβῃ, εἰς τὸ κεφάλαιον αὐτὸν καταλογίζεσθαι. μὴ ἐξεῖναι δὲ τοῖς δανεισταῖς λαμβάνειν παρὰ τῶν δανειζομένων τινὰ προφάσει τῶν λεγομένων κερατίωνα ἢ συνηθειῶν· εἰ δὲ τι λάβωσι, καὶ τοῦτο εἰς κεφάλαιον λογισθῆναι. μὴ ἐξεῖναι δὲ μηδὲ διὰ μέσου προσώπου πλείονα τόκον λαμβάνειν· ἵνα τυχὸν ὁ ἰλλούστριος, μὴ δυνάμενος λαβεῖν εἰ μὴ τὸν ἀπὸ τρίτου ἑκατοστῆς τόκον, δώσει τὰ νομίσματα [αὐτοῦ] μέσῳ τινὶ τῷ δυναμένῳ λαμβάνειν ἡμιεκατοστήν· ἀλλ᾽ εἴ τι τοιοῦτον γένηται, μόνον ἐκεῖνον τὸν τόκον παρέχεσθαι, ὃν ὀφείλει λαβεῖν αὐτὸς ὃς τὸ δάνειον ἐποιήσατο. ἐκείνους δὲ οἵτινες ἐργαστηρίων προεστήκασιν ἤ τινα θεμιτὴν πραγματείαν χειρίζουσιν, ἕως διμοίρου ἑκατοστῆς τὴν ἰδίαν ἐπερώτησιν συμμετρεῖν.
18
pr.[Ἐν δὲ τῷ οα κεφ.] Ἡ διάταξις βούλεται μηδὲ ὑπὲρ τοῦ τόκου τοῦ μέλλοντος χρόνου μηδὲ ὑπὲρ τοῦ τόκου τῶν ἤδη παρελθόντων χρόνων δύνασθαι κατὰ μηδένα τρόπον τόκον ἐπερωτηθῆναι, μηδὲ εἰ κατὰ τὸ σχῆμα τοῖς παλαιοῖς γνωριζόμενον γένηται.
19
pr.Ἐν δὲ τῷ οβ΄ κεφ. Οἱ κατὰ μικρὸν καὶ κατὰ χρόνον καταβαλλόμενοι τόκοι τῷ διπλῷ συμψηφίζονται, κἂν μὴ καθάπαξ ὑφ᾽ ἓν κατεβλήθησαν.
20
pr.Ἐν δὲ τῷ ογ ' κεφ. Ἡ παροῦσα διάταξις δηλοῖ, ὅτι οἱ κατὰ μέρος καταβαλλόμενοι τόκοι τὸ διπλοῦν τοῦ χρέους οὐχ ὑπερβαίνουσιν. Ὑπεξήρηται δὲ τὸ κείμενον ἐν τῇ ρξ νεαρᾷ περὶ τῶν ' τόκων τῶν πολιτικῶν χρημάτων.
21
pr.Ἀνάγν. καὶ τί. δ΄ κεφ. δ΄ καὶ ἐ, ἐν οἷς φησι τοῦ λαμβάνειν τους ᾿ργυροπράτας διμοίρου ἑκατοστῆς τόκον.
22
pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. ς ' κεφ. κ΄ [ἐν ᾧ φησιν]· Ἐάν τις χρεωστῶν κεφάλαιον τόκους μὴ κεχρεωστημένους καταβάλῃ, οὐκ ἀναλαμβάνει. ὁ δὲ τόκους ὑπὲρ τὸ νόμιμον καταβαλὼν οὐκ ἀναλαμβάνει μὲν, καταλογίζεται δὲ αὐτοὺς εἰς τὸ κεφάλαιον. εἰ δὲ [καὶ] τὸ κεφάλαιον κατέβαλεν ὡς τὸ κεφάλαιον χρεωστῶν εἰ κατέβαλεν ἀναλαμβάνει, εἴτε πρὸ τοῦ κεφαλαίου τοὺς τόκους κατέβαλεν, εἴτε μετὰ ταῦτα, εἴτε ἅμα ἑκάτερον. Ὑπὲρ τὸ διπλοῦν οὐκ ἐπερωτᾶται τόκος οὔτε ἀπαιτεῖται· οὔτε τόκος τόκου ἢ τῶν μελλόντων τόκων τόκος, καὶ καταβληθεὶς ἀναλαμβάνεται.
23
pr.Ἀνάγν. καὶ βι. κέ τί. β΄ κεφ. α΄ θέμ. δ΄ καὶ βι. κς ' τί. δ΄ κεφ. ξε καὶ τί. ε΄ κεφ. γ ' [ἐν ᾧ φησιν]· Ὁ κεχρεωστημένος τόκους ἐξ ἐπερωτήσεως καὶ ἑτέρους ἀπὸ συμφώνου, τὴν τιμὴν τῶν παρ ' αὐτοῦ πιπρασκομένων ἐνεχύρων εἰς ἑκατέρους τοὺς τόκους λογίζεται ἐπίσης, εἰ καὶ ἀνίσου ποσότητός εἰσιν. ἐὰν δὲ ὁ χρεωστῶν τόκους μὴ ἀπαιτουμένους οἷον ἀπὸ συμφώνου καταβάλλῃ ἁπλούστερον ', εἰς τὸ κεφάλαιον δοκεῖ διδόναι. τότε γὰρ πρῶτον εἰς τόκους λογίζεται τὸ καταβαλλόμενον, ὅτε τῶν ἀπαιτουμένων εἰσίν. οἱ γὰρ ἀπὸ συμφώνου καταβληθέντες μὲν οὐκ ἀναλαμβάνονται· μὴ καταβληθέντας δὲ αὐτοὺς ὡς τόκον οὐ δύναται λέγειν ὁ δανειστὴς ὡς τόκον εἰληφέναι. Ἐὰν εἴπῃ ὁ δανειστής, λογίζεσθαι εἰς κεφάλαιον καὶ τόκους, τὸ καταβληθὲν πρῶτον εἰς τόκους λογίζεται καὶ τότε τὸ περιττὸν εἰς κεφάλαιον.
24
pr.Οὔτε γὰρ τῇ τάξει τῆς γραφῆς προσέχομεν.
25
pr.[Καὶ κεφ. φα΄· Ὅτε καταβάλλεται πολλῶν ὑπόντων χρεῶν, καὶ ἐξ οὐδετέρου μέρους λέγεται, εἰς ποῖον καταβάλλεται, εἰς ἐκείνην χρὴ λογίζεσθαι τὴν αἰτίαν τὴν ἔχουσαν ἀτιμίαν, καὶ μετ᾿ αὐτὴν εἰς τὴν ἔχουσαν ποινὴν, εἶτα τὴν ἔχουσαν ὑποθήκην ἢ ἐνέχυρον, καὶ μετὰ ταῦτα μᾶλλον εἰς τὸ ἴδιον χρέος τοῦ καταβαλόντος ἤπερ εἰς ἀλλότριον χρεωστὴν ὡς ἐγγυητήν. μηδενὸς τούτων ὄντος εἰς τὸ παλαιότερον καταβάλλεται· εἰ δὲ ὑπερβαίνει αὐτὸ τὸ δοθὲν, εἰς τὸ δεύτερον χρέος τὸ περιττὸν καταλογίζεται.]
26
pr.Ἀνάγν. κεφ. φζ΄, ἐν ᾧ φησι· Φιλονεικίας περὶ τῶν τόκων γινομένης ἐψηφίσθη, τοὺς μὲν καταβληθέντας μὴ ἀντιστραφῆναι, τοὺς δὲ μέλλοντας μὴ χρεωστεῖσθαι. ἐὰν οὖν τὰ καταβληθέντα χρήματα εἶπεν ὁ χρεώστης εἰς κεφάλαιον διδόναι, οὐ δύναται ὁ δανειστὴς εἰς τόκους αὐτὰ λογίζεσθαι. Ἐὰν ἀπόδειξιν γράψω καὶ εἴπω λαβεῖν ἐκ τῶν κεχρεωστημένων μοι εἰς τὸ μεῖζον χρέος ρ ' νομίσματα, εἰς τὸ ἀρχαιότερον καταλογίζονται. καὶ κεφ. ρθ ' καὶ ρί.
27
pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. ις '. ἀνάγν. καὶ βι. νδ΄ τί. α΄ κεφ. ιὲ καὶ κεφ. ιη, ἐν οἷς φησι· Τῶν ἀπὸ ζημίας ἐποφειλομένων χρημάτων οὐκ ἀπαιτοῦνται τόκοι, οὔτε παρὰ τοῦ διοικήσαντος ἢ τῶν αὐτοῦ ἐγγυητῶν. ἀνάγν. καὶ βι, νς ' τί. ς ' κεφ. ιζ΄.