JGR V 4.6
Περὶ δευτερογαμούντων ἢ μὴ δευτερογαμούντων, καὶ περὶ διαδοχῆς τῶν παίδων αὐτῶν, καὶ περὶ [τῶν πρὸ] τοῦ τὸν πένθιμον χρόνον τελειωθῆναι εἰς δεύτερον γάμον ἐρχομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κή τί. ιβ΄ κεφ. α΄ καὶ β΄, ἐν ᾧ φησι· Αυθέντος τοίνυν τοῦ γάμου κατὰ τὰς ἔμπροσθεν ἁπάσας διαζεύξεις εὔδαιμον μὲν καὶ μακάριον ἑκατέρῳ τῶν συμβαλλόντων, μένειν ἐπὶ τῆς προτέρας εὐνῆς καὶ μὴ τὴν γενομένην γονὴν τοῖς ἐφεξῆς συνοικεσίοις ἴσως λυπεῖν. καὶ εἴγε τοῦτο πράξαιεν καὶ ἐπὶ τῶν προτέρων σταῖεν γάμων, ἕξουσι μὲν τὰ οἰκεῖα, τουτέστι προῖκα μὲν ἡ γυνή, προγαμιαίαν δὲ δωρεὰν ὁ ἀνὴρ, οὐδὲν πολυπραγμονούντων ἡμῶν τοῦτο, ὅπερ ἐπὶ τῶν δευτέρων ἐστὶ γάμων· λήψονται δὲ τὰ κέρδη, ὁ μὲν ἀνὴρ τὰ ἐκ τῆς προικὸς, ἡ γαμετὴ δὲ τὰ ἐκ τῆς προγαμιαίας δωρεᾶς. Ἐπεὶ δὲ καὶ τὰς γυναῖκας τὰς εἰς δεύτερον γάμον οὐκ ἐρχομένας προτιμήσεώς τινος ἀξίας παρὰ τὰς δευτερογαμούσας εἶναι νομίζομεν, θεσπίζομεν, εἴ τις ἀποβαλλομένη τὸν ἄνδρα ἑτέρων ἀπόσχοιτο γάμων, ἔχειν μὲν αὐτὴν τὴν χρῆσιν τῆς πρὸ γάμου δωρεᾶς, καθὰ καὶ πρότερον ἐθεσπίσαμεν· ἔχειν δὲ αὐτὴν καὶ δεσποτείας τοσοῦτον, ὅσον ἡ πρὸς τοὺς παῖδας ἀναλογία ποιεῖ, ἵνα κατὰ τὸν τῆς δεσποτείας λόγον ἑνὸς καὶ αὐτὴ παιδὸς πρόσωπον ἔχειν δοκῇ. ταῦτα δὲ κρατεῖν οὐκ ἐπὶ μητέρων μόνον κελεύομεν, ἀλλὰ καὶ ἐπὶ πατέρων καὶ τῶν ἄλλων ἀνιόντων βουλόμεθα τῶν εἰς δευτέρους γάμους οὐκ ἐρχομένων. Καὶ ἔσονται ταῦτα αὐτοῖς οἰκεῖα οὐδὲν σχεδὸν τῆς ἄλλης αὐτῶν διαφέροντα κτήσεως, καὶ πᾶσαν ἄδειαν ἕξουσιν εἰς τὸ ἐκποιεῖν ταῦτα καὶ ἔτι περιόντες καὶ τελευτῶντες, καθ᾽ ὃν [ἂν] βουληθεῖεν τρόπον. εἰ μέντοιγε ἀνεκποίητα αὐτὰ καταλίποιεν τελευτῶντες, καὶ μὴ ῥητῶς ἢ πάντα ἤ τινα τούτων πρός τινας παραπέμψοιεν, λαμβάνειν αὐτὰ τοὺς παῖδας ἐπίσης ' κἂν εἰ μὴς κληρονομοῖεν τοῦ πατρὸς ἢ τῆς μητρὸς, κἂν εἴ τινες μὲν αὐτῶν κληρονομοῖεν, τινὲς δὲ οὐχί· εἰ μή τις ἐξ αὐτῶν ἀχάριστος φανεὶς τῆς τοιαύτης φιλοτιμίας ἐκπέσοι. Εἰ δὲ τῶν παίδων οἱ μὲν ζῶσιν, οἱ δὲ ἀπέλθοιεν μὲν, παῖδας δὲ καταλίποιεν, τὸ τοῦ τελευτήσαντος μέρος τοῖς ἐκείνου δίδομεν παισὶν, εἰ κληρονομοῖεν τοῦ πατρός· ἐπείτοιγε ἐπὶ τοὺς ἀδελφοὺς ἄγομεν αὐτό.
2
pr.Ἀνάγν. καὶ τί. ιδ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Εἰ μὲν οὖν ἄπαιδες διαμείνοιεν ἐκ τῶν προτέρων ἢ καὶ ἐξ ἀμφοτέρων τῶν γάμων, οὐδεμία πολυπραγμοσύνη περὶ τὰ δεύτερα, ἀλλ᾽ ἄνδρες μὲν ἀπελεύσονται παντοίως πάσης παρατηρήσεως ἐλεύθεροι, γυναιξὶ δὲ μόνον ἐπικείσεται δέος τὸ μὴ πρὸ τοῦ ἐνιαυσιαίου χρόνου πρὸς δεύτερον ἐλθεῖν συνοικέσιον, ἢ γινώσκειν, ὡς εἴ τι τοιοῦτον πράξαιεν καὶ ἀώρους συναλλάξαιεν γάμους, ὑφέξουσι ποινὰς, ἄλλας μὲν εἴπερ ἄπαιδες ἐκ τῶν προτέρων εἰσὶ συνοικεσίων, μείζους δὲ εἰ καὶ παῖδες ὑπεῖεν. εἰ μὲν γὰρ οὐχ ὑπεστι γονὴ, τὸ τῆς ἀτιμίας εὐθὺς ἐπακολουθήσει καὶ ἔσται παντοίως ἡ γυνὴ διὰ τὴν τῶν γάμων σπουδὴν ἠτιμασμένη, καὶ οὐδὲ λήψεταί τι τῶν παρὰ τοῦ προτέρου καταλελειμμένων αὐτῇ συνοικεσίου, οὔτε ἀπολαύσει τῆς προγαμιαίας δωρεᾶς, οὐδὲ τῷ συνοικοῦντι κατὰ τὸν δεύτερον γάμον περαιτέρω τῆς τρίτης τῆς οἰκείας περιουσίας ἐπιδώσει μοίρας. οὐ μὴν οὐδὲ τῆς ἔξωθεν αἰσθήσεται φιλοτιμίας, οὐδὲ λήψεται παντελῶς παρ᾽ οὐδενὸς τῶν ἔξωθεν, οὐ κλῆρον, οὐ λεγάτον, οὐ θανάτου αἰτίᾳ δωρεὰν, ἀλλὰ ταῦτα ἐλεύσεται, εἰ μὲν εἶεν ', παρὰ τοῖς κληρονόμοις τοῦ τελευτήσαντος καὶ συγκληρονόμοις αὐτῆς, εἴγε ἠδύνατο κληρονομεῖν ὅλως, οἷα ταύτης οὐδοτιοῦν ὄφελος ἐχούσης. ἀλλ᾽ εἰ γεγραμμένοι καὶ ἕτεροι τύχοιεν κληρονόμοι εἴτε ἐξ ἀδιαθέτου καλοῖντο, πρὸς ἐκείνους ἐλεύσεται τὰ τῇ τοιαύτῃ γυναικὶ καταλελειμμένα· οὐ γὰρ τὸ δημόσιον αὐτὰ οἰκειώσεται, μήποτε δόξωμεν τὰ τοιαῦτα σωφρονίζοντες τῆς τοῦ δημοσίου προνοεῖν ὠφελείας. ἀλλ᾽ οὕτω μὲν τὰ παρὰ τῶν ἔξωθεν αὐτῇ καταλελειμμένα πρὸς ἑτέρους χωρήσει, τὰ δέ γε παρὰ τοῦ προτέρου συνοικήσαντος ἀφίξεται παρ᾽ αὐτῆς ἀφαιρούμενα πρὸς τὰ δέκα πρόσωπα τῆς τοῦ καταλιπόντος ἀνδρὸς συγγενείας τὰ τῷ νόμῳ περιεχόμενα, τουτέστιν ἀνιόντας καὶ κατιόντας καὶ τοὺς ἐκ πλαγίου μέχρι δευτέρου βαθμοῦ, τῶν βαθμῶν ἐπὶ τῆς οἰκείας φυλαττομένων τάξεως. ὧν οὐχ ὑφεστώτων, ἐπὶ τὸ ταμιεῖον ἐλεύσεται. Ἀλλ᾽ οὐδὲ ποῤῥωτέρω κληρονομίαν ἐξ ἀδιαθέτου τῶν οἰκείων αὐτῆς ὑπεισελεύσεται συγγενῶν, ἀλλὰ μέχρι τρίτου βαθμοῦ· οἱ ποῤῥωτέρω δὲ ἑτέρους ἕξουσι κληρονόμους. καὶ ἥ γε πρὸ τῶν ἄλλων αὐτῇ ποινῶν ἐπαχθεῖσα, φαμὲν δὴ τὴν ἀτιμίαν, εἰ μὲν ἄπαις ἐκ τῶν προτέρων εἴη γάμων, λελύσεται βασιλέως γράμμασι κελεύοντος· εἰ δὲ παῖδες ὑπεῖεν οἱασδήποτε γονῆς, ἔξεστι μὲν αὐτῇ βασιλέως ὑπὲρ τῆς ἀτιμίας δεῖσθαι, οὐ μὴν ὄφελός τι τῶν ἀντιγραφομένων ἔχειν. πλὴν εἰ βούλεται τὴν ἐκ τῆς βασιλείας ἔχειν ὠφέλειαν καὶ τῶν ἄλλων ἀπαλλαγῆναι ποινῶν, τοῖς ἐκ τοῦ προτέρου γάμου παισὶν τὴν ἡμίσειαν τῆς οἰκείας περιουσίας παρέξει μοῖραν καθαρῶς, αἱρέσεως πάσης χωρὶς, μηδὲ τὴν χρῆσιν παρακατέχουσα· καὶ διαιρήσονται ταύτην οἱ παῖδες πάντες ἐπίσης. καὶ παῖδας μὲν ἔχοντες εἰς τοὺς ἑαυτῶν παραπέμπουσι παῖδας· εἰ δὲ οὐκ ἔχοιεν, τὰ τοῦ τελευτήσαντος ἢ τῶν τελευτησάντων μέρη λήψονται πάντες ἀναλόγως οἱ τούτων ἀδελφοὶ, οὐ προτιμώμενοι τῆς μητρὸς εἰς τὴν ἄλλην οὐσίαν τοῦ τελευτήσαντος παιδὸς ἢ τῶν τελευτησάντων. εἰ δὲ πάντες ἀπέλθοιεν ἀδιάθετοι, ἐχέτω παραψυχὴν τῆς ἑαυτῆς δυσκληρίας ἡ μήτηρ τὸ ταῦτα πάλιν ἀναλαβεῖν, ἅπερ τοῖς παισὶν ἐδωρήσατο. Εἰ δὲ ἀναμείνειε μὲν τὸν χρόνον ἡ γυνὴ καὶ διαφύγοι τὰς εἰρημένας ποινὰς, ἐπὶ δεύτερον δὲ ἀφίκοιτο συνοικέσιον, εἰ μὲν οὐκ ἔχοι παῖδας (εἰρήσθω δὲ καὶ αὖθις), ἀκίνδυνον ἅπαν τὸ ἐντεῦθεν· εἰ δὲ ὑπείη γονὴ, καὶ παῖδας ὁ νόμος ἐντεῦθεν ἀτιμασθέντας ἴδοι, τηνικαῦτα πάσης φιλοτιμίας τοῦ ἀνδρὸς εἰς αὐτὴν ἐλθούσης κατὰ τὸ τῆς δεσποτείας ἀφαιρεῖται μέρος, μόνην αὐτῇ καταλιπὼν τὴν χρῆσίν [τε] καὶ ἐπικαρπίαν. καὶ ταῦτα νενομοθετείσθω καὶ ἐπὶ τῆς προγαμιαίας δωρεᾶς καὶ ἐπὶ πάσης ἑτέρας φιλοτιμίας, εἴτε ἐν ζωῇ παρὰ τοῦ ἀνδρὸς εἰς αὐτὴν ἐλθούσης ἢ ἐκ διαθήκης ἢ θανάτου αἰτίᾳ δωρεᾶς, εἴτε ἐνστάσεως εἴη μέρος εἴτε πρεσβεῖον, καὶ γενικῶς εἰπεῖν, ἅπας αὐτὴν ἐπιλείψει δεσποτείας τρόπος ἐπὶ τοῖς παρὰ τοῦ προτέρου ἀνδρὸς εἰς αὐτὴν ἀφιγμένοις, καὶ οἱ παῖδες αὐτὰ λήψονται καὶ τῆς δεσποτείας ἔσονται κύριοι κατὰ τὸν καιρὸν εὐθὺς, καθ᾽ ὃν [ἡ μήτηρ] συνῴκησεν ἄλλῳ. καὶ ταῦτα γυναικὸς καὶ ἀνδρὸς ἐπιτίμια κείσθω. εἰ γὰρ δὴ κἀκεῖνος [παῖδας ἔχων] δευτέραν αὐτοῖς ἐπεισαγάγῃ γαμετὴν, οὐ τῶν ἐκ τῆς προικὸς ἀπολαύσει κερδῶν κατὰ δεσποτείας λόγον, οὐ φιλοτιμίαν ἄλλην παρὰ τῆς γυναικὸς λαβὼν ταύτην ἕξει βεβαίως, πλὴν ὅσον χρῆσθαι καὶ καρποῦσθαι μέχρι παρείη μόνον. κἀνταῦθα γὰρ οἱ παῖδες, εἰ καὶ ὑπεξούσιοι καθεστήκοιεν, ἀλλ᾽ οὖν κύριοι τῶν τοιούτων κατὰ δεσποτείαν ἔσονται, παραγινομένων εὐθὺς εἰς αὐτοὺς μόνον ἅμα τῇ τῆς δευτέρας γυναικὸς συναφείᾳ. Ἀλλὰ καὶ ἐάν τι ἐκ τῶν τοιούτων πραγμάτων ἐκποιηθῇ ἢ ὑποτεθῇ παρὰ τῶν δευτερογαμούντων γονέων, ἐκδικηθήσεται παρὰ τῶν παίδων καὶ τῶν κληρονόμων αὐτῶν καὶ διαδόχων· οὐκ ἄλλως ἀποκλειομένων, πλὴν εἰ μὴ τριακονταετὴς παρῆλθε χρόνος καὶ ἡ κατοχὴ κυρίους τοὺς λαβόντας καταστήσει, ἀρχομένου τοῖς παισὶ τοῦ χρόνου τρέχειν, ἐξ οὗπερ αὐτεξούσιοι φανεῖεν ὄντες ἢ γενόμενοι, πλὴν εἰ μή τις ἄνηβος ἡλικία προσβοηθήσειεν ἔτι. Καὶ ὅτι εἰ πλειόνων ὄντων παίδων τελευτήσειεν εἷς, εἰ μὲν ἔχοι παῖδας, ἐπ᾿ ἐκείνους φέρεσθαι τὸν κλῆρον τοῦτον· εἰ δὲ οὐκ ἔχοι παῖδας, μὴ πάντως εἰς τοὺς ἀδελφοὺς τὸ πᾶν ἔρχεσθαι, ἀλλ᾽ ὅσον ἐκ τοῦ συμφώνου τοῦ ἐξ ἀπαιδίας ἐγένετὸ τῷ γεγεννηκότι, τοῦτο αὐτὸν κερδαίνειν· τὸ δὲ λοιπὸν συγχωρεῖν ἔρχεσθαι ἐπὶ τοὺς τοῦ παιδὸς διαδόχους, εἴτε ἀδελφοὶ καθεστήκοιεν εἴτε ἐξωτικοὶ τυχὸν, ὅπερ μάλιστα ἐπὶ μητρὸς συμβαίνει, εἴτε καὶ ἀδιάθετοι τελευτήσαιεν εἴτε διάθοιντοο. Καὶ ὅτι ἐπὶ τούτων τῶν κερδῶν, ὅσα πρὸς τοὺς δευτέρους ἐρχομένων τῶν γονέων γάμους λαμβάνουσιν οἱ παῖδες, οὐ περιεργαζόμεθα, πότερον κληρονομοῦσι τοῦ προτελευτῶντος γονέως ἢ οὐχί· ἀλλὰ καθάπερ ἔμπροσθεν εἴπομεν, γέρας αὐτοῖς δίδομεν τοῦτο, καὶ ἐξίσου λήψονται αὐτοὶ μὲν περιόντες, σὺν αὐτοῖς δὲ καὶ οἱ τοῦ τελευτήσαντος παῖδες τὸ τοῦ γεγεννηκότος λαμβάνοντες μέρος· πανταχοῦ μέντοι τῆς ἀχαριστίας ἐμποδὼν πρὸς τὸ τοιοῦτον κέρδος ἱσταμένης τῷ τοιούτῳ παιδί. τοὺς γὰρ κατὰ τῶν ἀχαρίστων κειμένους οὐχ ὑπερβαίνομεν νόμους, ταύτῃ καὶ τοὺς γονεῖς τιμῶντες καὶ τοὺς παῖδας εἰς εὐσέβειαν ἄγοντες.
3
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ὅτι οὐ δύνανται οὔτε εἰς μητρυιὰν οἱ πατέρες οὔτε εἰς τὸν πατρωὸν αἱ μητέρες κατὰ τὸν τῆς ζωῆς χρόνον τὴν οἱανοῦν ποιεῖσθαι φιλοτιμίαν, ἢ ἐν τελευτῇ καταλιμπάνειν πλείω ἑνὸς παιδὸς τοῦ τὸ ἔλαττον ἔχοντος ἐκ τῆς ἐκείνων περιουσίας· δηλαδὴ τῆς πρώην τετάρτης, νυνὶ δὲ τρίτης ἢ ἡμισείας κατὰ τὸν ἡμέτερον νόμον, πάντως τοῖς παισὶ καταλιμπανομένης ἢ διδομένης μοίρας, εἰ μὴ πάλιν ὁ τῆς ἀχαριστίας λόγος ἐναντιοῦται. ταὐτοῦ τούτου φυλαττομένου καὶ ἐπὶ πάππου καὶ μάμμης καὶ προπάππου καὶ προμάμμης καὶ ἐκγόνων ἀῤῥένων τε καὶ θηλειῶν καὶ προεκγόνων ὁμοίως, εἴτε ὑπεξούσιοι τυχὸν εἴτε αὐτεξούσιοι καθ εστήκοιεν ἐκ τῆς πατρώας ἢ μητρώας κατιόντες σειρᾶς. εἰ δέ τι πλέον καταλειφθῇ τῷ πατρωῷ ἢ τῇ μητρυιᾷ, τοῦτο ἐπίσης· διαιρεθήσεται τοῖς ἐκ τοῦ προτέρου γάμου παισίν.
4
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Εἰ δὲ μόνον χρῆσιν πραγμάτων ἢ ὁ ἀνὴρ τῇ γυναικὶ ἢ ἡ συνοικοῦσα τῷ γήμαντι κατὰ τελευταίαν δοίη βούλησιν, μένειν ταῦτα παρ᾿ αὐτοῖς βουλόμεθα μέχρι περίεισιν, εἰ μὴ ῥητῶς ὁ τὴν δωρεάν πεποιημένος ἢ ὁ ταύτην καταλιπών, εἴτε ἄῤῥην εἴτε θήλεια, φήσοι βούλεσθαι πρὸς δευτέρους ἀφικνουμένου γάμους τοῦ τὴν χρῆσιν λαβόντος λύεσθαί τε αὐτὴν καὶ πρὸς τὴν οἰκείαν ἀναστρέφειν δεσποτείαν. ἀλλὰ ταῦτα μὲν περὶ τῶν κατὰ φιλοτιμίαν διδομένων φαμέν. Εἰ μέντοι ἐν προικὶ ἢ προγαμιαίᾳ δωρεᾷ πραγμάτων χρῆσις δοθῇ, οὐδὲν παντελῶς καινίζομεν, ἀλλὰ τὰ ἤδη νενομοθετημένα κρατείτω.
5
pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὅτι ὁ πατὴρ πάντων τῶν εἰς τοὺς παῖδας ἀφικνουμένων εἴτε ἐκ μητρώας σειρᾶς εἴτε ἐκ γαμικῆς τῶν παίδων αἰτίας εἴτε ἀλλαχόθεν τὴν χρῆσιν ἔχει, κἂν εἰ πρὸς δευτέρους ἔλθῃ γάμους, ἄχρις οὗ περίεστιν ἀδιάπτωτον. ὁ δὲ τῶν ἰδιοκτήτων πεκουλίων ἐξῃρήσθω λόγος.
6
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Εἰ δὲ ἐπιτροπεύοι γυνὴ τῶν παίδων, πρόδηλον ὡς ἀνήβων καθεστώτων διεπαγγειλαμένη μὴ πρὸς δεύτερον ἔρχεσθαι γάμον, εἶτα καταφρονήσασα καὶ τῆς προτέρας εὐνῆς καὶ τῶν ἐπαγγελιῶν δευτερογαμήσει, μὴ πρότερον ἐπίτροπόν τε αἰτήσασα καὶ τοὺς λογισμοὺς παρασχομένη καὶ καταβαλοῦσα πᾶν ὅσον ἔμπροσθεν ὀφείλει, οὐ μόνον τὰ αὐτῆς ὑποθήκην ἔχειν ὁ νόμος συγχωρεῖ τοῖς παισὶν, ἀλλὰ καὶ τὴν τοῦ γήμαντος οὐσίαν συνυπάγει ταῖς ὑποθήκαις, αὐτῇ τε ἀπαγορεύει τὴν τοῦ παιδὸς διαδοχὴν ἀνήβου τελευτῶντος, εἰ καὶ ἐξ ὑποκαταστάσεως ὁ πατὴρ αὐτὴν ἐλθεῖν πρὸς τὴν τοῦ παιδὸς εἴποι διαδοχήν. ἀλλὰ ταῦτα μὲν οἱ πρὸ ἡμῶν. ἡμεῖς δὲ νομοθετοῦμεν τὰς οὕτω τοῦ λοιποῦ διαψεύδεσθαι τολμώσας γυναῖκας πρὸς ταῖς ἤδη προειληφυίαις ποιναῖς καὶ ταύτας ὑφίστασθαι πάσας, ἃς πρότερον εἴπομεν ἐπὶ τῶν πρὸ τοῦ πενθίμου χρόνου γαμουμένων γυναικῶν, τήν τε ἀτιμίαν καὶ τὰ ἄλλα πάντα πρὸς ταύταις ἐπάγοντες, καὶ λύσιν αὐταῖς τῶν ποινῶν διδόντες τὴν αὐτὴν ἥνπερ κἀκείναις, τὸ δεῖσθαι βασιλέως καὶ τὴν ἡμίσειαν μοῖραν διδόναι τοῖς παισὶ τῶν οἰκείων οὐδὲ τῆς χρήσεως παρ᾽ αὐταῖς μενούσης, καὶ ἁπλῶς ἴσην αὐτὴν τίθεμεν διὰ τὴν τῶν γάμων ἀωρίαν τῇ πρὸ τοῦ πενθίμου χρόνου γημαμένῃ· ταῖς αὐταῖς ὑποκειμένῃ ποιναῖς, εἰ καὶ τῶν φυσικῶν ἐπιτροπεύοι παίδων. εὑρήσεις δὲ περὶ ἐπιτροπευούσης μητρὸς πλατύτερον ἐν τῷ περὶ ἐπιτρόπων τίτλῳ.
7
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἀλλὰ κἂν εἴ τις ἐν τοῖς εὐλαβεστάτοις τελῶν κληρικοῖς (τοῖς ὑπὲρ τὸν ἀναγνώστην ἢ ψάλτην φαμὲν) ὅλως ὁμιλήσειε γάμοις, τοῦτον ἐκ τῆς ἡμετέρας διατάξεως ἐκπίπτειν τῆς ἱερωσύνης '. εἰ μέντοι ἀναγνώστης ὢν δευτερογαμήσει, οὐκέτι πρὸς ἱερωσύνην ἀναβήσεται.
8
pr.Ἐν δὲ τῷ ιζ΄ κεφ. Ὅτι ἤδη μὲν ἐθεσπίσαμεν, τὰς μητέρας ἐπὶ τὸν τοῦ παιδὸς τοῦ μὴ καταλιπόντος παῖδας μετὰ τῶν αὐτοῦ τοῦ τελευτήσαντος ἀδελφῶν ἀπραγμόνως καλεῖσθαι κλῆρον, καὶ τούτου μετὰ τῆς χρήσεως καὶ τὴν δεσποτείαν ἔχειν βεβαίως, εἴτε πρὸ τοῦ κλήρου εἴτε μετὰ ταῦτα δευτέροις ὁμιλήσαιεν γάμοις. ταύτην ἡμῶν τὴν νομοθεσίαν κυρίαν μένειν ἐπὶ ταῖς ἤδη πρὸς δεύτερον ἐλθούσαις γάμον βουλόμεθα· ταῖς δὲ μετὰ ταῦτα οὕτως ἡμῖν ὁ παρὼν νόμος τυπούτω τε καὶ διαθεσμοθετείτω. Εἰ τοίνυν νομίμως ὁ παῖς διαθέμενος καταλείψειε τῇ μητρὶ τὴν οὐσίαν ἢ καὶ μοίραν ταύτης τινὰ, ταύτην ἐκείνη λαμβανέτω διὰ τὴν γραφὴν (ἐπειδὴ πανταχοῦ φυλάττεσθαι τὰς τῶν τελευτώντων βουλόμεθα γνώμας) καὶ ἐχέτω τὸ καταλελειμμένον καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν. Εἰ δὲ ἀδιάθετος ὁ παῖς τελευτήσειεν ἤδη πρὸς δευτέρους τῆς μητρὸς ἐλθούσης γάμους ἢ καὶ ὕστερον ἐρχομένης, καλείσθω μὲν καὶ αὐτὴ μετὰ τῶν τοῦ παιδὸς ἀδελφῶν ἢ καὶ ἀδελφοπαίδων προσωπικῶς δηλονότι κατὰ τὴν ἡμετέραν διάταξιν ἐξ ἀδιαθέτου πρὸς τὴν ἐκείνου διαδοχήν· ἀλλ᾽ ὅσα μὲν ἐκ πατρώας οὐσίας εἰς τὸν παῖδα περιῆλθον, τούτων μόνην ἐχέτω τὴν χρῆσιν εἰς δευτέρους ὅλως ἢ πρότερον ἢ ὕστερον ἀφικομένης γάμους. εἰς δὲ τὰ λοιπὰ πάντα πράγματα, ὁπόσα ἔξωθεν ἦν τῷ παιδὶ παρὰ τὴν τοῦ πατρὸς διαδοχὴν, ἐρχέσθω κατὰ τὴν κλῆσιν τὴν ἡμετέραν, ἣν αὐτίκα ἐροῦμέν τινος ἐπανορθώσεως καὶ αὐτὴν δεομένην. καὶ ταῦτά φαμεν ἐπὶ τοῖς πράγμασι τοῖς ἔξω τῆς προγαμιαίας δωρεᾶς. τὰ γὰρ ἐπ᾽ ἐκείνοις νενομοθετημένα ἀκέραια φυλάττομεν, ἐφ᾿ οἷς μόνην τὴν χρῆσιν ἡ μήτηρ ἕξει καὶ ἐπικαρπίαν. Ἀλλ᾽ ἐπὶ τοῖς ἄλλοις πράγμασι ταῦτα νομοθετοῦμεν καὶ τῷ ἑξῆς παραδίδομεν χρόνῳ, ὅσα μετὰ τὴν προγαμιαίαν δωρεάν ἐστιν ἐκ πατρὸς ἀφικόμενα τῷ παιδὶ ἢ ἐξ ἄλλων αἰτιῶν, ἐπί τε τῶν ἐκ διαθήκης ἐπί τε τῶν ἐξ ἀδιαθέτου κλήσεων, τοῦ κατὰ τῶν ἀχαρίστων παίδων λόγου πανταχόθεν καὶ ἐπὶ τούτοις τοῖς πράγμασι φυλαττομένου. Τὴν δὲ ἀχαριστίαν [ἐνταῦθα] σκοποῦμεν [οὐ μόνον πρὸς τὴν μητέρα], ἀλλὰ καὶ πρὸς τὸν τελευτήσαντα ἀδελφόν.
9
pr.Ἀνάγν. καὶ βι. με τί. α κεφ. λδ, ἐν ᾧ φησιν· Ὁσάκις μήτηρ υἱὸν κληρονομήσει ἴδιον ἢ θυγατέρα ἐξ ἀδιαθέτου, εἰ μὲν μὴ δευτερογαμήσει μετὰ τὴν τοῦ παιδὸς τελευτὴν, μενέτω τέλειον ἔχουσα τὸ εἰς αὐτὴν περιελθὸν κέρδος. ἐὰν δὲ δευτερογαμήσει, τὰ μὲν ἔξωθεν εἰς τὸν υἱὸν περιελθόντα πράγματα ἐχέτω· ὅσα δὲ ἐκ τῆς τοῦ πατρὸς οὐσίας εἰς τὸν υἱὸν ἦλθον, τούτων τὴν χρῆσιν ἐχέτω, τὴν δὲ δεσποτείαν φυλαττέτω τοῖς ἀδελφοῖς καὶ ταῖς ἀδελφαῖς τοῦ τελευτήσαντος παιδός. τοῦτο γὰρ κρατείτω καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ἅπερ ἐκέρδανε παρὰ τοῦ πρώτου ἀνδρὸς ἡ δευτερογαμήσασα γυνή.