IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.5

Περὶ δεσποτῶν ἐπαχθῶς καὶ οὐ προσηκόντως κεχρημένων τοῖς ἑαυτῶν δούλοις.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λά τί. α΄ κεφ. α΄, ἐν ᾧ φησιν· Ἐν πᾶσι μὲν τοῖς ἔθνεσιν οἱ δεσπόται τῆς ζωῆς καὶ τοῦ θανάτου τῶν δούλων κατεξουσιάζουσι· καὶ ὅσα κτήσονται, τοῖς δεσπόταις προσπορίζουσι. ῥωμαίοις δὲ χαλεπαίνειν τοῖς ἑαυτῶν δούλοις ὑπὲρ μέτρον ἢ ἄνευ αἰτίαις τοῖς νόμοις ἐγνωσμένης οὐκ ἔξεστι. καὶ ὁ ἀλόγως φονεύων ἴδιον δοῦλον ὡς ἀλλότριον φονεύων τιμωρεῖται.

2

pr.Καὶ κεφ. β΄, ἐν ᾧ φησιν· Εἰ δὲ καὶ σφοδρῶς αὐτοῖς χαλεπαίνει, ἢ ἀδίκως λιμῷ αὐτοὺς δαπανᾷ, ἢ πρὸς αἰσχρότητα συνωθεῖ, προσφεύγουσι βασιλικαῖς στήλαις, καὶ πιπράσκειν αὐτοὺς ἀναγκάζεται καλῇ αἱρέσει, ἐφ᾽ ᾧ μηδέποτε πρὸς αὐτὸν ὑποστρέψαι. τινὲς δὲ ἐξ ἐλαφρᾶς αἰτίας πικρῶς τοὺς δούλους αὐτῶν τιμωρησάμενοι ἐπὶ πενταετίαν ἐξωρίσθησαν.

3

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. νθ΄, οὗτινος ἐν τῷ α΄ καὶ β΄ κεφ. φησίν· Ἐὰν ὁ δεσπότης λώροις ἢ ῥάβδοις τυπτήσῃ τὸν ἴδιον οἰκέτην, ἢ ἕνεκεν τοῦ φυλάξαι αὐτὸν δέσμα περιβάλῃ αὐτῷ, κἀκεῖνος ὁτεδήποτε ἀποθάνῃ, οὐδὲν ἐντεῦθεν κινδυνεύει ὁ δεσπότης. εἰ μέντοιγε τὴν δεσποτικὴν ἐξελθὼν συμμετρίαν βασάνους αὐτῷ ἐπαγάγει, ἢ πῦρ αὐτῷ προσάψει, ἢ λίθοις ἢ ξίφει ἢ ξύλοις αὐτὸν φονεύσει θανατηφόρον αὐτῷ πληγὴν ἐπαγαγὼν, ἢ προσέταξεν αὐτὸν ἀγχόνῃ χρήσασθαι ἢ κρημνίσαι αὑτὸν ἢ φάρμακον ἑαυτῷ θανάσιμον μετὰ βίας ἐπενεγκεῖν, ἢ οὕτως αὐτὸν πικρῶς ἐβασάνισεν, ὥστε καὶ ἐν ταῖς βασάνοις ἀποθανεῖν, φόνου δίκας ὑφέξει τὸ τηνικαῦτα.