JGR V 4.7
Περὶ δημευομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ ' τί. νβ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτε ζωὴ ἢ πολιτεία διὰ ψήφου ἀφαιρεῖται, παρακολουθεῖ δήμευσις.
2
pr.[Ἐν δὲ τῷ ιδ΄ κεφ.] Ἐὰν ὁ ἀνὴρ δημευθῇ, τὰ πράγματα τῆς γυναικὸς οὐ συναποφέρονται· ὁμοίως δὲ καὶ ἡ προίξ. εἰ δὲ ἔλαβέ τι παρὰ τοῦ ἀνδρὸς, ἢ πρὸ τῶν γάμων δωρεὰν ἢ ἐν τοῖς γάμοις, ἑαυτῇ κατεχέτω. ἐὰν δὲ ὡς χρεωστῶν ὁ ἀνὴρ ἐδημεύθη, εἴ τι εὑρεθῇ ἡ γυνὴ παρ᾽ αὐτοῦ λαβοῦσα πρὶν ἄρξεται διοικεῖν, τοῦτο ἔχειν αὐτήν· εἴ τι δὲ μετὰ ταῦτα ἢ αὐτὴ ἔλαβεν ἢ οἱ παῖδες οἱ αὐτεξούσιοι, τοῦτο παρεχέσθω τῷ δημοσίῳ.
3
pr.Ἐν δὲ τῷ ιε κεφ. Ἐάν τις ὡς ἐπὶ τυραννίδι ἐλεγχθεὶς δήμευσιν ὑπομείνῃ, οἱ μὲν ἔχοντες αὐτοῦ πράγματα καὶ διάγοντες ἐν τῇ βασιλίδι πόλει εἴσω δύο μηνῶν ὀφείλουσιν αὐτὰ προσαγγεῖλαι· οἱ δὲ μὴ διάγοντες ἐν τῇ βασιλίδι πόλει εἴσω ὀκτὼ μηνῶν. εἰ δὲ μὴ τοῦτο ποιήσουσι, μετὰ τῶν πραγμάτων τὸ τετραπλάσιον παρέχουσιν.
4
pr.Ἀνάγν. καὶ τί. νδ΄ κεφ. ιζ΄ θεμ. β΄ καὶ τί. ξζ'ι, ἐν ᾧ φησι· Μηδενὶ τῶν δικαστῶν ἐξέστω (ὑπεξῃρημένων ἐκείνων οἵτινες ἐν τῇ ἄκρᾳ τῆς διοικήσεώς εἰσι κείμενοι ἐξουσίᾳ) τῆς δημεύσεως τῷ χειμῶνι πάσης τῆς ὑποστάσεως τύπτειν, εἰ μὴ εἰς τὰς ἡμετέρας ἀκοὰς τοῦτο αὐτὸ ἀνενεχθῇ.
5
pr.Ἀνάγν. καὶ βι. ς ' τί. ιθ΄ κεφ. ιβ΄, ἐν ᾧ φησιν, ὅτι θεσπίζομεν, τοὺς ἐπὶ ἐγκλήμασι κατηγορουμένους, ἐφ᾽ ὧν οἱ νόμοι δήμευσιν ἢ θάνατον ὁρίζουσιν, ἐὰν ἐλεγχθῶσιν ἢ κατακριθῶσιν, τὰς αὐτῶν περιουσίας μὴ γίνεσθαι κέρδος τοῖς ἄρχουσιν ἢ ταῖς αὐτῶν τάξεσιν, ἀλλὰ μηδὲ κατὰ τοὺς παλαιοὺς νόμους τῷ δημοσίῳ αὐτὰς προσκυροῦσθαι, ἀλλ᾽ εἰ μὲν ἔχοιεν κατιόντας, αὐτοὺς ἔχειν τὴν οὐσίαν χωρὶς τῶν διὰ τοῦ τοιούτου ἁμαρτήματος αὐτῷ προσγινομένων. εἰ δὲ μὴ ὕπεισι κατιόντες, ἀλλ᾽ ἀνιόντες, ἄχρι τρίτου βαθμοῦ αὐτοὺς ἔχειν. εἰ δὲ γαμετὰς ἔχουσιν οἱ οὕτως κατακριθέντες, πᾶσι τρόποις κελεύομεν ταύτας καὶ τὴν προῖκα καὶ τὴν γαμικὴν δωρεὰν λαβεῖν. εἰ δὲ καὶ δίχα προικὸς τοῖς τοιούτοις προσώποις συνῴκησαν, τὴν ἀπὸ τῶν ἡμετέρων νόμων ὁρισθεῖσαν μοῖραν ἐκ τῆς ὅλης οὐσίας τοῦ κατακριθέντος λαμβάνειν, εἴτε τέκνα ἔχουσιν εἴτε μή. εἰ δὲ μηδένα τῶν προειρημένων ἔχει ὁ πλημμελήσας, τῷ δημοσίῳ προσκυροῦσθαι τὴν ἐκείνου περιουσίαν βουλόμεθα. ἐπὶ μέντοι τοῖς καθοσιώσει κατακρινομένοις τοὺς παλαιοὺς νόμους φυλάττεσθαι κελεύομεν.
6
pr.Ἀνάγν. καὶ βι. ζ τί. ε΄ κεφ. φβ΄ καὶ βι. ιδ ' τί. α΄ κεφ. κβ΄ θεμ. έ, ἐν ᾧ φησιν· Ὁ δημευθεὶς ἐντελλόμενός τινι ἀγοράσαι τὰ αὐτοῦ παρὰ τοῦ δημοσίου ἔχει κατ᾿ αὐτοῦ τὴν περὶ ἐντολῆς ἀγωγήν. τὰ γὰρ ἐπικτώμενα τῷ δημευθέντι οὐ λαμβάνει ὁ δημόσιος.
7
pr.Ἀνάγν. καὶ βι. λ'ι τί. α΄ κεφ. ος΄, ἐν ᾧ φησιν· Ἐάν τις ἁλοὺς ἐπὶ ἐγκλήματι τιμωρηθῇ καὶ δημευθῇ, μὴ ἐνοχλείσθω τῆς ἐκείνου γαμετῆς ἡ οὐσία, ἀλλ᾽ ἐχέτω πάντα τὰ πράγματα τὰ ἴδια, καὶ πατρῷα καὶ μητρῷα, καὶ ὅσα ἀπὸ δωρεᾶς τοῦ ἀνδρὸς εἰς αὐτὴν περιῆλθε. ταῦτα μὲν, ἐὰν θάνατον ἐπήγαγεν αὐτῷ ἡ τιμωρία· τῇ γὰρ προτελευτῇ τοῦ δωρησαμένου ἡ δωρεὰ βεβαιοῦται. εἰ μέντοιγε περιορισθῇ μόνον ὁ ἀνὴρ, περίεστι δὲ ὁ γάμος, μενέτω ἐν ἠρτημένῳ ἡ δωρεὰ, ἐπειδὴ οὐδὲ [δ] γάμος λέλυται τῷ τοῦ ἀνδρὸς περιορισμῷ. καὶ ἐὰν τελευτήσῃ ὁ ἀνὴρ ἐφησυχάσας τῇ δωρεᾷ, τότε τὸ δίκαιον ἐχέτω ἡ γυνὴ μὴ ἐπικοινωνοῦντος τοῦ δημοσίου.