IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.8

Περὶ τοῦ δημοσίου δρόμου καὶ τῶν τοῖς κοντούροις χρωμένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νς ' τί. ιζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ ἵπποι οἱ ἀφωρισμένοι τῷ δημοσίῳ δρόμῳ οὐδὲ ξύλοις οὐδὲ ῥοπάλοις τύπτονται, ἀλλὰ μόνον φραγγελίοις ἐλαύνονται. οὐδὲ γὰρ ἐλλείπει τιμωρία κατὰ τοῦ παρὰ ταῦτα ποιοῦντος.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Τοῖς ἄρχουσι καὶ τοῖς καθολικοῖς καὶ τοῖς λοιποῖς, καὶ παντὶ ἄλλῳ ἄρχοντι καὶ τοῖς ζώοις αὐτῶν διὰ τοῦτο καὶ διατροφὴ ἐκ τοῦ δημοσίου λόγου ἀφωρίσθη, ὥστε μὴ ἐνοχλεῖν αὐτοὺς τῷ δημοσίῳ δρόμῳ.

3

pr.Ἐν δὲ τῷ γ ' κεφ. Πᾶς ὁδεύων ἀπαιτείσθω συνθήματα παρὰ τῶν προεστηκότων τοῦ δημοσίου δρόμου, εἰ καὶ μεγίστῳ περιβέβληται ἀξιώματι. εἰ δὲ ἀντιστῇ, ἀναφερέσθω περὶ αὐτοῦ τῇ ἐπαρχότητι καὶ τῷ μαγίστρῳ. οἱ δὲ λοιποὶ παρα- χρῆμα τιμωρείσθωσαν.

4

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐπεὶ δὲὶ καὶ τῶν ἵππων χρὴ φρον- τίζειν, ἑξήκοντὰ λίτρας ἐχέτω ἡ σέλλα καὶ ὁ χαλινός. ἡ δὲ βέρτα τουτέστι τὸ ὑπομάσχαλον, ὅπερ ἐπιφέρονται κατὰ τοῦ νώτου, (καλεῖται δὲ βέρτα ἐκ τοῦ ἀπεστράφθαι,) ἔστω δὴ καὶ αὐτὸ ξ΄ λιτρῶν. εἰ δέ τις ὑπὲρ τοῦτο ποιήσει τὸ ὡρισμένον μέτρον, ἡ σέλλα αὐτοῦ κατακλασθήσεται καὶ ἡ βέρτα δημευθήσεται. ὑπεξῃρήσθω δὲ τὰ τοῦ χρυσοῦ κεντηνάρια.

5

pr.Ἐν δὲ τῷ ιε κεφ. Ἐάν τις παρελάσῃ μίαν γοῦν ἀλλαγὴν, τὸ τετραπλάσιον τῆς τοῦ ζώου τιμῆς διδότω.

6

pr.Ἐν δὲ τῷ κ ' κεφ. Οἱ δοῦκες καὶ οἱ τῶν ἐπαρχιῶν ἄρχοντες καὶ αἱ τούτοις ὑπηρετούμεναι τάξεις κατὰ τὴν ἐπαρχίαν τὴν ἰδίαν εἰς χρείας ἰδίας μὴ κεχρήσθωσαν τῷ δημοσίῳ δρόμῳ. εἰ δὲ μὴ, καθ᾽ ἕκαστον ζῶον μία λίτρα χρυσίου παρασχέσθως παρ᾿ αὐτῶν.