IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.26

Περὶ διαδικαζομένων ἤτοι ἐναγόντων καὶ ἐναγομένων, αὐτεξουσίων τε καὶ ὑπεξουσίων, καὶ τίνες δύνανται ἐνάγειν ἢ ἐνάγεσθαι καὶ τίνες οὐ δύνανται, καὶ πότε, παρὰ τίνι καὶ ἐν ποίῳ φόρῳ τὶς ἐνάγειν ὀφείλει, καὶ περὶ λανθανόντων ἢ ἀποκρυπτομένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. γ΄ κεφ. κγ΄, ἐν ᾧ φησιν· Ὅπερ δίκαιόν τις ἔχει ἢ εἴποι κατά τινος ἢ λεχθῆναι παρασκευάσει, τούτῳ καὶ αὐτὸς ὑπόκειται.

2

pr.Καὶ κεφ. κε΄, οὗτινος ἐν τῷ γ ' θέμ. φησιν· Ἐὰν ἄδικόν τι κατὰ τοῦ ἀντιδίκου μου αἰτήσω, τούτῳ καὶ αὐτὸς ὑπόκειμαι, κἂν μὴ χρήσωμαι αὐτῷ. εἰ δὲ μὴ ἀπαιτοῦντός μου ψηφισθῇ τὸ ἄδικον, οὐχ ὑπόκειμαι.

3

pr.Ἐν δὲ τῷ ε΄ θέμ. Οὐ μόνον τοῦ ἀδικηθέντος αἰτοῦντος ὑπόκειται ὁ τῷ παρόντι δόγματι ὑποπεσὼν, ἀλλὰ καὶ ἑκάστου δικαζομένου πρὸς αὐτὸν καὶ κερχημένου τῇ παραγραφῇ.

4

pr.Καὶ κεφ. κς ' καὶ κζ ' καὶ λη ', ἐν ᾧ φησιν· Ὁ ἐνάγων ἀκολουθεῖ τῷ φόρῳ τοῦ ἐναγομένους. φόρος δέ ἐστιν, ἔνθα νῦν ἔχει τὴν κατοίκησιν, ἢ ὅπου εἶχεν ἐν καιρῷ τοῦ συναλλά γματος.

5

pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Θεσπίζομεν, εἴ τις ὑπεύθυνον οἴεται ἔχειν τὸν κατ᾿ αὐτοῦ τὴν αἰτίασιν ἀποθέμενον, μὴ παρ᾽ ἑτέρῳ δικαστῇ, ἀλλὰ παρ᾽ αὐτῷ εὐθὺς αἰτιάσασθαι, καὶ τὸν αὐτὸν εἶναι δικαστὴν ἐφ᾽ ἑκατέρας ὑποθέσεως. εἰ δέ τι τυχὸν ἀπαρέσειεν αὐτῷ ὁ παρ᾽ ᾧ τὴν δίκην ἀπεκληρώσατο δικαστὴς, ἔξεστιν αὐτῷ καὶ τοῦτο ἐπανορθοῦσθαι. εἴκοσι γὰρ ἡμερῶν προθεσμίαν ἐνδόντων ἡμῶν μετὰ τὴν τοῦ βιβλίου πομπὴν, μεθ᾽ ἣν δεῖ προκατάρξασθαι ', ἔξεστιν εἴσω τῆς εἰρημένης ἀνακωχῆς παραιτήσασθαι μὲν ἐκεῖνον, ἑτέρου δὲ τυχεῖν, παρ᾽ ᾧ πάλιν ὁμοίως ἑ [κα] τέραν ἀγωνίζεσθαι προσήκει δίκην, καὶ τὰς τοιαύτας τέχνας κατὰ μηδὲν γίνεσθαι, ἀλλ᾽ ἕκαστον τοῖς ἰδίοις χρῆσθαι δικαίοις. εἰ μέντοι σιγήσειεν, εἶτα ὕστερον βουληθείη τὴν δίκην παρ᾽ ἑτέρῳ δικαστῇ κινεῖν, ἀνάγκην ἔχειν ἀναμένειν τὸ πέρας τῆς δίκης τῆς ἐπαγομένης αὐτῷ παρὰ τοῦ εἰς δικαστήριον αὐτὸν ἑλκύσαντος· καὶ ἐπειδὰν πέρας ἡ δίκη λάβοι, τηνικαῦτα αὐτὸν τὴν οἰκείαν δίκην παρ᾽ ἑτέρῳ δικαστῇ προτιθέναι, ἵνα οὕτω τὰς τοιαύτας αὐτῶν ἀνέλωμεν τέχνας τε καὶ κατ᾿ ἀλλήλων ἐπηρείας.

6

pr.Ἐν δὲ τῷ β΄ κεφ. Θεσπίζομεν, πάντας τοὺς δικαστὰς, εἴποτέ τινα συσχεθῆναι ἤγουν ὑπομνησθῆναις βουληθεῖεν ταύτην τὴν αἵρεσιν ταῖς ἑαυτῶν διαλαλιαῖς προστιθέναι, ὥστε μὴ ἄλλως τὰ τῶν αἰτιάσεων βιβλία τοῖς ἐναγομένοις ἐπιδίδοσθαι ἢ συνηθείας τοῖς ἐκβιβασταῖς παρέχεσθαι, εἰ μὴ πρότερον καὶ ἐν τῷ βιβλίῳ ὁ ἐνάγων ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ ταβουλλαρίου ὑπογράψοι, καὶ πράξεως ὑπομνημάτων συνισταμένης ἐγγυητὴν ἀξιόπιστον παράσχοι κινδύνῳ τῆς ἁρμοδίου τάξεως ὁμολογοῦντα, ὅτιπερ καὶ μέχρι πέρατος τῆς δίκης προσεδρεύει καὶ τὰς ἰδίας ἐναγωγὰς ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ νομίμου ἐντολέως ἐγγυμνάζει. καὶ εἰ μετὰ ταῦτα δειχθείη ἀδίκως τὴν δίκην κινήσας, ὀνόματι ἀναλωμάτων καὶ δαπανημάτων δέκατον μέρος τῆς περιεχομένης τῷ βιβλίῳ ποσότητος ἀποκαταστήσει τῷ αἰτιαθέντι. εἰ δὲ εἴποι μὴ εὐπορεῖν ἐγγυητὴν δοῦναι, τηνικαῦτα παρὰ τῷ δικαστῇ, παρ᾽ ᾧπερὶ μέλλει ἐξετάζεσθαι ἡ ὑπόθεσις, τῶν ἁγίων εὐαγγελίων προκειμένων δι᾽ ὅρκου τοῦτο αὐτὸ διαβεβαιώσασθαι, καὶ οὕτως ἐνώμοτον αὐτὸν ἐκτίθεσθαι ὁμολογίαν, καὶ δι᾽ αὐτῆς ἅπερ ἀνωτέρω εἴρηται ὁμολογῆσαι. εἰ δὲ μὴ ταῦτα ἅπαντα κατὰ τὸν εἰρημένον πραχθείη τρόπον, οὐδεμίαν τὸν ἐναγόμενονὴ ἀπόκρισιν τῷ ἐκβιβαστῇ ποιήσασθαι συγχωροῦμεν.

7

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Θεσπίζομεν, τὸν ἐνάγοντα τὸ ἀρχθὲν πρᾶγμα μέχρι πέρατος τῆς δίκης ἐγγυμνάζειν. εἰ δὲ ὑπεξελθεῖν τῷ πράγματι ὑπερτίθεται, δίδομεν ἄδειαν τῷ ἐναχθέντι τὸν δικαστὴν αἰτεῖν, παρ᾽ ᾧ ἡ δίκη προκατήρχθη, ὥστε δι᾽ αὐτοῦ τὸν ἐνάγοντα ὑπομιμνήσκεσθαι εἰς τὸ δικαστήριον ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ νομίμου ἐντολέως παραγίνεσθαι. καὶ εἰ τοῦτο μηδαμῶς ποιήσει, προτιθεμένων τριῶν προγραμμάτων αὐτὸν καλεῖσθαι, μιᾶς ἑκάστης κλήσεως οὐκ ἔλαττον ἢ τριάκοντα ἡμερῶν διαστήματι περικλειομένης. κελεύομεν γὰρ τοὺς ἐμβάθμους δικαστὰς μὴ μόνον ταῖς τῶν κηρύκων φωναῖς, ἀλλ᾽ ἔτι μὴν καὶ προγραμμάτων προτιθεμένων οἱονδήποτε τῶν δικαζομένων μέρος ἀπολιμπανόμενον καλεῖν εἰς τὸ δικαστήριον.

8

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Εἰ δὲ προτιθεμένων τῶν προγραμμάτων κληθεὶς εἰς τὸ δικαστήριον ἐλθεῖν καὶ τὰς ἰδίας ἐναγωγὰς ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ νομίμου (καθάπερ εἴρηται) ἐντολέως προθεῖναι μὴ βουληθείη, τηνικαῦτα ἑτέραν αὐτῷ προθεσμίαν Η Ῥέον. ἑνὸς ἐνιαυτοῦ συγχωροῦμεν, ἧς ἐντὸς εἰ μὴ τῇ ἰδίᾳ ὑπεξέλθοι ἐναγωγῇ, δίδομεν ἄδειαν τῷ δικαστῇ, καὶ ἀπόντος τοῦ ἀντιδίκου τὰς τοῦ προσεδρεύσαντος μέρους δικαιολογίας κατὰ τοὺς ἡμετέρους νόμους ἐξετάζειν, καὶ τῆς ἀληθείας ἀκριβῶς ζητουμένης νόμιμον προφέρειν ψῆφον. εἰ δὲ ἐντὸς τῆς εἰρημένης τοῦ ἑνὸς ἐνιαυτοῦ προθεσμίας παραγένηται καὶ τὰς ἰδίας ἐναγωγὰς ἐγγυμνάσαι βουληθείη, κελεύομεν τὸν δικαστὴν πᾶσι τρόποις τὰ ἀναλώματα ἤγουν δαπανήματα, ἅπερ διὰ τὴν δίκην ὁ ἐναχθεὶς προσεδρεύων τῷ δικαστηρίῳ ὑπέμεινε, πρὸ πάντων εἰσπράξαι τὸν ἐνάγοντα καὶ τῷ αἰτιαθέντι παρασχεῖν, καὶ οὕτω τὸν ἐνάγοντα προσεδρεῦσαι μέχρις ὅτου τὸ πρᾶγμα πέρας δέξεται κατὰ τοὺς νόμους. εἰ γὰρ μόνον παραγένηται καὶ τῶν δαπανημάτων ἢ ζημιωμάτων διδομένων μόνον τὸν ἐνιαυσιαῖον χρόνον διακόψαι βουληθείη, καὶ πάλιν ἀναχωρῶν τοῦ δικαστηρίου μέχρι πέρατος τῆς ὑποθέσεως μὴ παραμείνοι, κελεύομεν αὐτὸν μετὰ τὰς εἰρημένας τῶν προγραμμάτων καὶ τοῦ ἐνιαυσιαίου χρόνου διαστήματος παρατηρήσεις πάσης ἀγωγῆς ἐκπίπτειν, ἣν ἁρμόζειν αὐτῷ κατὰ τοῦ ἐναχθέντος ὑπελάμβανε. τῷ δὲ τοῦ νόμου προνομίῳ, τοῦ μὴ ἐπιτιθέντος ἀνάγκην τοῖς μὴ βουλομένοις τὰς οἰκείας ἐναγωγὰς κινεῖν, ἐκείνοις καὶ μόνοις συγχωροῦμεν κεχρῆσθαι τοῖς οὐδεμίαν ζήτησιν κατὰ τοὺς εἰρημένους τρόπους κατὰ τῶν ἀντιδίκων κινοῦσιν.

9

pr.Ἐν δὲ τῷ ς ' κεφ. Κελεύομεν· ὁσάκις παρ᾽ οἱοισδήποτε δικασταῖς ἄρχονται δίκαι ἢ ἐξετάζονται ἔκκλητοι, πρὸ πάντων τὰ πρωτότυπα τῶν δικαζομένων πρόσωπα ἢ ἐκείνους, [εἰς οὓς] ὡς εἰκὸς ἐν μέσῳ ἡ ὑπόθεσις μετενεχθῇ, παρουσίᾳ τῶν δικαστῶν ἁπτομένους τῶν ἁγίων εὐαγγελίων ὀμνύναι, ὅτι οὐδὲν παντελῶς τοῖς δικασταῖς προστασίας χάριν ἢ ἄλλῳ οἱῳδήποτε προσώπῳ ὑπὲρ ταύτης τῆς αἰτίας καθ ' οἱονδήποτε τρόπον δεδώκασιν ἢ ὑπέσχοντο ἢ μετὰ ταῦτα δώσουσιν, ἢ δι᾽ ἑαυτῶν ἢ δι᾽ ἄλλου οἱουδήποτε μέσου προσώπου, ἐξῃρημένων τούτων, ἅτινα τοῖς ἰδίοις συνηγόροις ὑπὲρ τῆς συνηγορίας παρέχουσιν ἢ τοῖς ἄλλοις προσώποις, ἅπερ οἱ ἡμέτεροι νόμοι δίδοσθαι διετύπωσαν. εἰ δέ τις ἐκ τῶν δικαζομένων εἴποι δεδωκέναι τὶ ἢ ὑποσχέσθαι, καὶ τὸ πρόσωπον ἐξείποι καὶ τοῦτο ἀποδείξοι, αὐτὸς μὲν ἐπὶ τῇ τῆς δίκης ἐκβάσει συγγνώμης ἀξιούσθω, ὁ δὲ ἢ δόσιν ἢ ὑπόσχεσιν καταδέξασθαι δεικνύμενος, εἰ μὲν χρηματικὴ εἴη ἡ ὑπόθεσις, τὸ μὲν δεδομένον τριπλοῦν, τὸ δὲ ὑποσχεθὲν διπλοῦν ὑπὸ τοῦ κόμητος τῆς ἰδικῆς περιουσίας εἰσπραττέσθω, καὶ τὴν ἀξίαν ἤτοι ἀρχὴν ἣν ἔχει ἐφ᾽ ἑκατέρου θέματος ἀπολλύτω· εἰ δὲ ἐγκληματικὴ εἴη ἡ κατηγορία, δήμευσιν τῆς ἰδίας περιουσίας ὑπομενέτω καὶ εἰς ἐξορίαν πεμπέσθω, ὅστις διὰ λῆψιν ἀλλότριον ἔγκλημα εἰς ἑαυτὸν ἐσπούδασε μετενεγκεῖν. εἰ δὲ τὴν δόσιν ἢ τὴν ὑπόσχεσιν ὁ διάδικος μὴ δυνηθῇ δεῖξαι, ὀμνύτω τὸ πρόσωπον τὸ τὴν δόσιν ἢ τὴν ὑπόσχεσιν λεγόμενον καταδέξασθαι, ὅτι οὐδὲ δι᾽ ἑαυτοῦ οὐδὲ δι᾽ ἄλλου προσώπου ἔλαβέ τι ἢ ὑπόσχεσιν ἔσχε· καὶ τοῦ τοιούτου ὅρκου παρεχομένου αὐτὸς μὲν ἐλεύθερος ἔσται, ὁ δὲ διάδικος ὁ μὴ δυνηθεὶς δεῖξαι ἐπὶ μὲν ταῖς χρηματικαῖς αἰτίαις τὴν ἀποτίμησιν τῆς δίκης ὑπὸ τοῦ κόμητος τῆς ἰδικῆς περιουσίας εἰσπραττέσθω, τῆς δίκης δηλονότι τὴν ἰδίαν ἔκβασιν ἀναμενούσης· ἐπὶ δὲ ταῖς ἐγκληματικαῖς δήμευσιν τῶν οἰκείων πραγμάτων ὑπομενέτω, καὶ τὸ πρᾶγμα παρὰ τοῖς ἁρμοδίοις δικασταῖς κατὰ τὴν τῶν νόμων τάξιν περαιούσθω.

10

pr.Ἀνάγν. καὶ τί. ἑ, οὗτινος ἐν τῷ γ΄ κεφ. Οὐ δοκεῖ λανθάνειν, ὃς εἰ καὶ παρῆν οὐκ ἠναγκάζετο εἰσάγεσθαι.

11

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Πρὸς τοὺς ὑπεξουσίους ἡμῶν οὐ δυνάμεθα δικάζεσθαι, εἰ μὴ ἐπὶ τῷ ἰδιοκτήτῳ πεκουλίῳ.

12

pr.Ἐν δὲ τῷ ἐ κεφ. Ὁ καλούμενος εἰς δικαστήριον, λέγων ἕτερον ἔχειν φόρον, ὀφείλει ἀπιέναι πρὸς τὸν καλοῦντα, ἵνα τὰ περὶ τούτου παρ᾽ αὐτῷ γνωσθῇ· καὶ μὴ καταφρονείτω αὐτοῦ.

13

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ κληθεὶς εἰς δικαστήριον καὶ μετὰ ταῦτα στρατευσάμενος ἢ ἄλλου φόρου γεγονὼς, οὐ δύναται περὶ τῆς αὐτῆς δίκης ἐπικαλεῖσθαι τὸν ἴδιον φόρον.

14

pr.Ἐν δὲ τῷ κα κεφ. Ὁ μέλλων ἐνάγεσθαι καλῶς ἐπιζητεῖ ἐνδοθῆναι αὐτῷ, ἀξιοπίστως ἀσφαλιζομένῳ, ὅτι μετὰ τετράμηνον δίδωσιν.

15

pr.Ἐν δὲ τῷ κβ ' κεφ. Ὁ μὴ ἀναγκαζόμενος ἔν τινι τόπῳ ἐνάγεσθαι, ἐὰν ἐκεῖνος ἐνάγῃ, ἀναγκάζεται παρὰ τῷ αὐτῷ δικαστῇ ἐνάγεσθαι '.

16

pr.Ἐν δὲ τῷ λα κεφ. Ὁ ἐκκαλεσάμενος ἐνάγων ἐστί.

17

pr.Καὶ, ὅτι ἔνθα ἡ προκάταρξις, ἐκεῖ καὶ τὸ πέρας.

18

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Καὶ πρὸ τῆς ἐνοχῆς τοῦ ἐναγομένου δίδοται ἐγγυητὴς, καὶ ἤρτηται ἡ ἐνοχὴ αὐτοῦ· δικαστήριον δὲ περὶ μελλούσης ἀγωγῆς οὐ συνίσταται.

19

pr.Ἐν δὲ τῷ μὴ· Ὁ πράτης καλούμενος εἰς τὸ διεκδικῆσαι τὸν ἀγοραστὴν ἐκνικωμένου τοῦ πράγματος οὐ δύναται τὸν ἴδιον ἐπικαλεῖσθαι φόρον.

20

pr.Ἐν δὲ τῷ ογ ' κεφ. Ὁ προπετῶς εἰς δίκην τινὰ καλῶν καὶ τὰ τῆς ὁδοῦ καὶ τὰ τῆς δίκης δίδωσιν αὐτῷ δαπανήματα.

21

pr.Ἐν δὲ τῷ πζ ' κεφ. Καὶ ὅτε περὶ τύχης ἐστὶν ἡ δίκη, χώρα τῷ κανόνι τῷ λέγοντι, ὁ ἐνάγων τὸν τοῦ ἐνάγοντος φόρον μεταδιώκει· κἀκεῖ τέμνεται τὸ δικαστήριον, ἔνθα διάγει ἡ δουλαγωγουμένη, κἂν τὰ μάλιστα συγκλητικός ἐστιν ὁ ἐνάγων.

22

pr.Ἐν δὲ τῷ φ ' κεφ. Οἱ συγκλητικοὶ ἐν ταῖς χρηματικαῖς ὑποθέσεσιν, ἐν μὲν κωνσταντινουπόλει ὄντες ἢ ἐν τοῖς προαστείοις, παρὰ μόνῳ τῷ ἐπάρχῳ τῶν πραιτωρίων καὶ τῷ τῆς πόλεως ἐπάρχῳ καὶ τῷ ἐνδοξοτάτῳ μαγίστρῳ κατὰ θείαν κέλευσιν ἐνάγονται· εἰ δὲ ἐν ταῖς ἐπαρχίαις εἰσὶν, ἐναγέσθωσαν ἢ ὅπου διάγουσιν, ἢ ὅπου τὸ μεῖζον μέρος ἔχουσι τῆς ἰδίας οὐσίας.

23

pr.Ἐν δὲ τῷ φα κεφ. Ἐάν τις πατρίκιος ὢν, ἢ ἀπὸ πατρικίων, ἢ ἀπὸ ἐπάρχων πραιτωρίων, ἢ ἀπὸ ἐπάρχων πόλεως, ἢ ὑπατικὸς ἔμπρακτος ', ἢ στρατηλάτης, ἢ μάγιστρος τῶν θείων ὀφφικίων γεγονὼς, ἢ κοιαίστωρ τοῦ θείου παλατίου, ἢ πραιπόσιτος, ἢ ἄρξας τῆς τῶν δομεστίκων σχολῆς, ἢ κόμης παροχῶν, ἢ κόμης τῶν ἰδικῶν γενόμενος μέρος· δεσπότου ἢ δεσποίνης χρηματικῶς ἢ ἐγκληματικῶς ἐνάγηται, διάγων ἐν τῇ βασιλίδι πόλει, παρὰ μόνῳ βασιλεῖ ἐναγέσθω ἢ κατὰ κέλευσιν βασιλέως παρὰ τῷ ἀφοριζομένῳ δικαστῇ. καὶ μήτε πρὸ ἀποδείξεως τοῦ ἁμαρτήματος ὁ κατηγορούμενος ἐγκληματικῶς ὑβριζέσθω, ἀλλὰ καὶ καθεζέσθω ἔν τινι μέρει τοῦ δικαστηρίου, ὥστε τοῦ μὲν δικάζοντος εἶναι αὐτὸν κατώτερον, τῶν δὲ δικαζομένων ἀνώτερον εἶναι δοκεῖν.

24

pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Περὶ τοῦ δύνασθαι παραιτεῖσθαι τὸν δικαστὴν εὐλόγως πρὸ τῆς προκατάρξεως· εἰ δὲ ἀλόγως, τουτέστι μετὰ προκάταρξιν, ὠθηθήσεται.

25

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ὁ παραστάσιμος γενόμενος ὑπὸ τὸν αὐτὸν ταξεώτην πραττέτω, ᾧτινι πρότερον παρεδόθη, μέχρι πέρατος τῆς ὑποθέσεως.

26

pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ δ ' κεφ. φησίν· Οὐ μόνον ὁ ἐναγόμενος, ἀλλὰ καὶ ὁ ἐνάγων ὑπόκειται μὴ πειθαρχήσας. [Καὶ ἡ ποινὴ οὐκ εἰς τὸ διαφέρον, ἀλλ᾽ εἰς τὸ ἀληθὲς ποσὸν ἁρμόζει.] ἡ δὲ ἀγωγὴ οὔτε κληρονόμοις οὔτε κατὰ κληρονόμων οὔτε μετ᾿ ἐνιαυτὸν δίδοται. μόνον γάρ ἐστι ποιναλία.

27

pr.Ἀνάγν. περὶ τῶν μὴ πειθαρχούντων καὶ βι. θ ' τί. γ΄ κεφ. νγ΄ καὶ βι. ιε τί. α κεφ. ξη΄ καὶ τί. δ΄ κεφ. γ ', ἐν ᾧ φησιν· Ὁ μὴ πειθαρχῶν ἐναγόμενος ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ μετὰ προθεσμίας.

28

pr.Ἐν δὲ τῷ η΄ τί. τοῦ ζ΄ βι. διαλαμβάνεται περὶ τῶν δυναμένων καλεῖσθαι εἰς δικαστήριον ἢ μὴ δυναμένων, οὗτινος ἐν τῷ κεφ. φησίν· Οὐ χρὴ καλεῖν εἰς δίκην ὕπαρχον ἢ πραίτωρα ἢ ἀνθύπατον, ἢ τοὺς ἄλλους ἄρχοντας τοὺς ἐξουσίαν ἔχοντας καὶ δυναμένους σωφρονίζειν καὶ ἐμβάλλειν εἱρκτῇ, οὔτε ἱερέα ἐν ὅσῳ ἱερατεύει, οὔτε τοὺς μὴ δυναμένους διὰ τὴν τοῦ τόπου θρησκείαν ἐξ αὐτοῦ ἀναχωρῆσαι, οὔτε τὸν διὰ δημοσίαν χρείαν ὁδεύοντα τῷ δημοσίῳ δρόμῳ, οὔτε τὸν γαμοῦντα ἢ τὴν γαμουμένην, οὔτε δικαστὴν ἐν ὅσῳ διαγινώσκει, οὔτε τὸν ἀλλαχοῦ διαγινωσκόμενον, οὔτε τὸν θάπτοντα τὸν ἴδιον ἢ τὰ συνήθη ποιοῦντα τῷ τελευτήσαντι,

29

pr.Οὔτε τὸν ἀκολουθοῦντα τῷ λειψάνῳ,

30

pr.Οὔτε τὸν ἀναγκαζόμενον παραστῆναι διὰ δίκην ' δικαστηρίῳ ἢ δήλῳ τόπῳ· οὔτε μαινομένους ἢ ἑπταετεῖς ἢ γονεῖς ἡμῶν, οὔτε πάτρωνας ἢ παῖδας πατρώνων ἄνευ τοῦ αἰτῆσαι συγγνώμην παρὰ τοῦ πραίτωρος εἰς δίκην δυνάμεθα καλεῖν. γονεῖς δὲ λέγομεν πάντας τοὺς ἀνιόντας ἑκατέρας φύσεως.

31

pr.Τοὺς γονεῖς τοῦ θετοῦ πατρὸς ἀζημίως καλῶ. οὐκ εἰσὶ γάρ μου γονεῖς.

32

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Οὐδεὶς ἐκ τοῦ ἰδίου οἴκου καλεῖται εἰς δίκην. ἑκάστῳ γὰρ ὁ ἴδιος οἶκος ἀσφαλές ἐστι καταφύγιον. καὶ ὁ καλῶν αὐτὸν βίαν ἐπιφέρει.

33

pr.Εἰ δὲ πρὸς ἑαυτὸν δίδωσιν εἴσοδον, ἢ θεωρεῖται ἐκ τῆς ἀγορᾶς, καλεῖται, ὅσον πρὸς τὸ ὑπόμνησιν δέξασθαι παρὰ τῶν ταξεωτῶν, οὐ μὴν βίᾳ τοῦ οἴκου ἑλκυσθῆναι.

34

pr.Ἐν δὲ τῷ κα κεφ. Εἰ καὶ τὰ μάλιστα ἔσθ᾽ ὅτε τὶς ἀπὸ τοῦ οἴκου καλεῖται, ὅμως οὐδεὶς ἀπὸ τοῦ οἴκου ἕλκεται.

35

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Οὔτε τὰς ἀνήβους κόρας ὑπεξουσίας ἔτι τυγχανούσας καλεῖν εἰς δικαστήριον ἐπιτρέπεται.

36

pr.Ἐν δὲ τῷ κδ ' κεφ. Ὁ παρὰ τὸν νόμον ποιήσας πεντήκοντα νομίσματα δίδωσιν. ἡ ἀγωγὴ δὲ οὔτε κληρονόμοις, οὔτε κατὰ κληρονόμων, οὔτε μετ᾿ ἐνιαυτὸν δίδοται.

37

pr.Ὁ δὲ ἀπελεύθερος δίχα συγγνώμης τὸν πάτρωνα καλέσας, μὴ δυνάμενος δοῦναι τὰ ν΄ νομίσματα, μαστιζέσθω.

38

pr.Ἐν δὲ τῷ κή κεφ. Ὁ ἅπαξ αἰτιασάμενός τινα, ἐὰν μετὰ τὸ προσενεχθῆναι τῷ αἰτιαθέντι τὴν ὑπόμνησιν εἰς ἕτερον καλέσῃ δικαστήριον ἐπὶ ταῖς αὐταῖς αἰτίαις, καὶ τὸ ἀζήμιον ποιείτω τῷ αἰτιαθέντι καὶ τῆς δίκης ἐκπιπτέτω, εἰ καὶ δικαίαν εἶχεν ἀγωγήν.

39

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Θεσπίζομεν· ἄχρι τῶν μεγαλοπρεπεστάτων ἰλλουστρίων πάντως μὴ δι᾽ ἑαυτῶν αὐτοὺς τὰς χρηματικὰς ἀγωνίζεσθαι δίκας, ἀλλὰ δι᾽ ἐντολέως, καὶ μὴν καὶ τὴν περὶ ὕβρεως δι ' ἐντολέως κατὰ τὸν ἐγκληματικὸν τρόπον κινεῖν, κατὰ τὸ δεδομένον αὐτοῖς ἐπὶ ταύτης προνόμιον· ὥστε μὴ ἀναγκάζεσθαι ἢ συγκαθῆσθαι τοῖς ἄρχουσιν ἐν ᾧ δικάζουσιν, ἢ παρεστάναι πάλιν οἷα δικαζομένους. ἑκατέρωθεν γὰρ τὸ πρᾶγμα ἐστὶν ἐπισφαλὲς, ἢ τῶν ἀξιωμάτων ὑβριζομένων, ἢ τοῦ δικαστοῦ σχήματος ἀναξίως προϊόντος. ἐπεί- τοιγε μετὰ τοὺς μεγαλοπρεπεστάτους ἰλλουστρίους ἅπασιν ἄδεια ἔστω βουλομένοις καὶ ἐντολεῖς προβάλλεσθαι καὶ δι᾽ ἑαυτῶν ἀγωνίζεσθαι, οὐδεμιᾶς ἐντεῦθεν οὐδὲ κωλύσεως οὐδὲ ζημίας οὐδὲ ποινῆς παρὰ τοῦτο ἐπαγομένης αὐτοῖς.

40

pr.Ἐν δὲ τῷ θ΄ τί. καὶ ἱ καὶ ια΄ διαλαμβάνεται περὶ τῶν ἐπίτηδες ἐπὶ βλάβῃ τῶν ἀντιδίκων ἕτερον δυνατὸν ἀντικαθιστάντων ἢ ἐξ ἑτέρας ἐπαρχίας· περὶ ὧν εὑρήσεις ἐν τῷ περὶ προσφευγόντων εἰς δυνατὰ πρόσωπα καὶ περὶ ἐκδόσεως.

41

pr.Ανάγν. καὶ τί. ιβ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Καλούμενός τις ἐπὶ οἱᾳδήποτε αἰτίᾳ πρὸς οἱονδήποτε ἄρχοντα ὀφείλει ἀπιέναι, ἵνα γνωσθῇ εἰ ὑπόκειται τῇ δικαιοδοσίᾳ αὐτοῦ.

42

pr.Ἐν δὲ τῷ ι κεφ. Κἀκεῖνο θεσπίζομεν, ἐπειδὰν ὑπόμνησις προσενεχθείη τινὶ, πάντως ἐπιδίδοσθαι βιβλίον, καὶ μὴ κατὰ τὸ παλαιὸν δέκα μόνον ἡμερῶν ἔχειν τὸν ὑπομνησθέντα προθεσμίαν, ἀλλὰ διπλασίαν τουτέστιν κ΄, ὥστε εἴτε παραιτήσασθαι βουληθείη εἴτε καὶ συνδικαστὴν αἰτῆσαι, ἄδειαν ἔχειν τοῦτο ποιεῖν, ἢ καὶ ἴσως ἐπιγνῶναι τὸ ὄφλημα καὶ ἀπαλλαγῆναι πρὸς τὸν ἀντίδικον τὸν αὐτοῦ φιλικῶς· καὶ μὴ κατ᾿ ἐπήρειαν καὶ ἐπιδρομὴν γίνεσθαι ὑπὸ δικαστῇ ἴσως ὑπόπτῳ, ἴσως ἀκαταθυμίῳ, πολλάκις δέ τι καὶ οἰκεῖον ἐπὶ τῷ φεύγοντι διοικουμένῳ, καὶ τοῦ τὴν δίκην ὑπομένοντος οὐδένα καιρὸν ἔχοντος πρὸς τὸ μαθεῖν εὐθὺς ἐφ᾽ οἷς ἐναγόμενος ἀπαντήσει. εἰ δὲ ταῦτα μὴ παραφυλαχθείη, κἂν δόξειέ τις γίνεσθαι προκάταρξις, ἀντὶ μηδενὸς αὐτὴν εἶναι, ἀλλ᾽ ἄδειαν εἶναι καὶ μετὰ τὴν τοιαύτην προκάταρξιν εἴσω τῶν τεταγμένων εἴκοσι ἡμερῶν οὕτως ἅπαντα πράττειν, ὡσανεὶ μηδὲ τὴν ἀρχὴν ἐγεγόνει τὶς προκάταρξις. Εἰ δὲ ἅπαξ τὶς παραιτησάμενος τὸν δικαστὴν ἕτερον λάβοι, οὐ δίδομεν αὐτῷ καὶ τὸν ᾐτημένον αὖθις παραιτεῖσθαι. ὥσπερ γὰρ αὐτοῦ κηδόμεθα, οὕτω καὶ τὸ δι᾽ ἀναβολήν τινα πράττεσθαί τι κατὰ τῶν ἐναγόντων παντελῶς ἀποστρεφόμεθα.

43

pr.Ἀνάγν. καὶ τί. ιδ΄, οὗτινος ἐν τῷ ἑ κεφ. φησίν· Ὁ τὸν ὁμολογουμένως εὐποροῦντα πρὸς τὴν ὑπόθεσιν, καὶ ὁ τὸν δοκιμασθέντα εὐπορεῖν μὴ δεχόμενος ἐγγυητὴν ἐπὶ παραστάσει, καὶ αὐτῷ καὶ τῷ ἐναγομένῳ ὑπόκειται τῇ περὶ ὕβρεως ἀγωγῇ.

44

pr.Ὁσάκις· ἐπιλήψιμος δοθῇ ἀσφάλεια ἢ ἐγγύη, οὐ δοκεῖ δεδόσθαι.

45

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. θέμ. ς΄. Ὁ ὀμόσας παρίστασθαι καὶ εὐλόγως ἀπολειφθεὶς οὐκ ἐπιορκεῖ.

46

pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁπότε καὶ τοὺς δικαστὰς οὐκ ἄλλως τὰς δίκας διαιρεῖν συνεχωρήσαμεν εἰ μὴ τῶν ἁγίων εὐαγγελίων προκειμένων, καὶ τοὺς συνηγόρους τῶν δικῶν ἐν παντὶ τῷ κύκλῳ τῆς γῆς, ὅστις κύκλος τῇ ῥωμαϊκῇ βασιλείᾳ ὑπόκειται, πρῶτον ὀμνύειν καὶ οὕτω διανοεῖν τὰς δίκας διετυπώσαμεν, ἀναγκαῖον ἡγησάμεθα καὶ τὸν παρόντα νόμον προθεῖναι, δι ' οὗ θεσπίζομεν ἐν πάσαις ταῖς δίκαις, αἵτινες εἴησαν μετὰ τὸν παρόντα νόμον ἀρχθεῖσαι, μὴ ἄλλως μηδὲ τὰ τοῦ ἐνάγοντος μηδὲ τὰ τοῦ φεύγοντος ἐν τῷ προοιμίῳ τῆς δίκὴς ἐγγυμνάζειν ἀμφίβολα, εἰ μὴ μετὰ τὴν διήγησιν καὶ τὴν ἀπόκρισιν οἱ ἑκατέρου μέρους συνήγοροι τὸν ὅρκον τὸν νόμιμον παράσχωσιν, ἢ αὐτὰ τὰ πρωτότυπα πρόσωπα ὑπεισέλθωσιν ὅρκον, καὶ ὁ μὲν ἐνάγων ὀμόσῃ μὴ ψυχῇ τοῦ συκοφαντῆσαι τὴν δίκην κεκινηκέναι, ἀλλ᾽ ἐν τῷ νομίζειν καλὴν ἑαυτῷ δίκην ἔχειν, ὁ δὲ ἐναγόμενος ὅτι νομίζων ἑαυτὸν καλῇ ἐνστάσει κεχρῆσθαι εἰς τὸ ἐναντιωθῆναι ἦλθε. καὶ μετὰ ταῦτα τοὺς ἑκατέρου μέρους συνηγόρους, ὅστις ἤδη διατυπωθείς ἐστι παρ᾽ ἡμῶν ὅρκος, τοῦτον παρέχειν, τῶν εὐαγγελίων πρὸ τοῦ δικαστοῦ κειμένων. ἐὰν δὲ ἢ ἀξία ἢ φύσις προσώπου μὴ συγχωρήσῃ αὐτὸ τὸ πρόσωπον πρὸς τὸν δικαστὴν παραγενέσθαι, ἐν τῷ οἴκῳ τοῦ δικαζομένου τὸν ὅρκον προβαίνειν, τοῦ ἑτέρου δηλαδὴ μέρους ἢ τοῦ ἐντολέως αὐτοῦ παρόντος.

47

pr.Ἀνάγν. καὶ τί. ιε΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ὁμολογήσας παριστᾶν τὸν ἐφ᾽ ᾧ ἐνοχὴν ἢ ἀγωγὴν ἔχω, οἷος ἦν, ὀφείλει καὶ ἐν τῇ προκατάρξει παριστᾷν, ἵνα μὴ χείρων ἡ ἀγωγή μου γένηται.

48

pr.Ἀνάγν. καὶ τί. ις ', οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Εἴκοσι μίλια καθ᾽ ἡμέραν λογίζεται τῷ ὀφείλοντι παραστῆναι, ὑπεξῃρημένης τῆς ἡμέρας, καθ᾽ ἣν ὡμολόγησε καὶ καθ᾽ ἣν αὐτὸν δεῖ παραστῆναι.

49

pr.Ἐν δὲ τῷ ς ' κεφ. Τοῦ ἀπολειφθέντος πράγματος δημοσίου αἰτίᾳ καὶ οἱ ἐγγυηταὶ βοηθοῦνται.

50

pr.Ἐν δὲ τῷ ἡ΄. Καὶ μετὰ τρεῖς καὶ πέντε καὶ πλείους ἡμέρας τοῦ ἐκπροθεσμίσαι τὸ δικαστήριον ὑποδεχόμενος ὁ ἐναγόμενος βοηθεῖται διὰ παραγραφῆς, εἰ μὴ ἐκ τῆς ὑπερθέσεως ὁ ἐνάγων ἐβλάβης.

51

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἐὰν ὁμολογήσω πολλοὺς δούλους παριστᾷν, καὶ τὸν ἕνα μὴ παραστήσω, βεβαιοῦται μὲν εἰς ὁλόκληρον ἡ ποινὴ, διὰ δὲ παραγραφῆς μόνην τὴν ἀναλογίαν τοῦ μὴ παραστάντος δίδωμι.

52

pr.Ἐν δὲ τῷ ιη΄ τί. διαλαμβάνεται περὶ ἐκδόσεων· οὗτινος ἐν τῷ α κεφ. φησίν· Ὁ ἐνάγων τινὶ ὀφείλει τὴν ἀγωγὴν αὐτῷ προεκδοῦναι, ὥστε χώραν αὐτὸν σχεῖν ἢ διαλύσασθαι ἢ ἕτοιμον ὑπαντῆσαι. προεκδοῦναι δέ ἐστι καὶ τὸ παρασχεῖν αὐτῷ εὐχέρειαν μεταγράψασθαι, καὶ τὸ συντάξαι ἐν χάρτῃ καὶ παρασχεῖν, καὶ τὸ ὑπαγορεῦσαι, καὶ τὸ ἐπιδεῖξαι ἀπὸ τοῦ χάρτου τὴν ἀγωγὴν, ἢ προκομίσαι τὴν πυκτὴν, ὡς ἐν τῷ ς ' κεφ. φησίν.

53

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὁ μὴ ἐκδούς μοι ἐνέχεται εἰς ὃ διέφερέ μοι, ὅτε διελαλήθη περὶ τῆς ἐκδόσεως, εἴτε μηδὲν ὕστερον ἢ πλέον ἢ ἧττον διέφερέ μοι.

54

pr.Ἀνάγν. καὶ βι. θ ' τί. α΄ κεφ. οη΄, ἐν ᾧ φησι· Μηδὲ μετὰ προκάταρξιν ἐξέστω τινὶ παραιτήσασθαι τὸν δικαστὴν, μηδὲ πρὸ ἀποφάσεως ἐξέστω τινὶ ἐκκαλέσασθαι.

55

pr.Ἀνάγν. καὶ βι. να ' τί. δ΄ κεφ. κζ ', ἐν ᾧ φησιν· Ὁ ἐνάγων τὴν ἀγωγὴν ἑαυτοῦ οὐ παραγραφῇ, ἀλλ᾽ ἀντιπαραγραφῇ δύναται ἰσχυροποιεῖν.

56

pr.Ἀνάγν. καὶ βι. μβ΄ τί. δ΄, ἐν ᾧ διαλαμβάνεται περὶ τῶν ἐνδικάστως ἐρωτωμένων καὶ ἀποκρινομένων, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Πρὸς μόνην ἀπόδειξιν ἀρκεῖ ἡ τοῦ ἐρωτωμένου ἀπόκρισις, ἔν τε ταῖς κληρονομίαις, ἔν τε τοῖς ἄλλοις πράγμασιν.

57

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐὰν ὁ μὴ ὢν κληρονόμος ἐρωτηθεὶς εἴπῃ κληρονομεῖν εἰς τόσον, ἐνάγεται πρὸς αὐτό· πιστεύεται γὰρ καθ᾽ ἑαυτοῦ. εἰ δὲ καὶ μερικὸς ὢν ἢ μηδ᾽ ὅλως εἴπῃ κληρονομεῖν, εἰς ὁλόκληρον ἐνάγεται. Καὶ ὁ εἰπὼν εἰς ἧττον μέρος κληρονομεῖν, εἴπερ ἐστὶν, εἰ μὴ εὐλόγως ἐπλανήθη. ἴσως γὰρ αὐτῷ προσηύξησεν ἀγνοοῦντι, ἢ εἰς ἄδηλον μέρος ἐγράφη κληρονόμος.

58

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἔξεστι τῷ ἀποκρινομένῳ μεταμέλεσθαι, εἰ μὴ ἐντεῦθεν ὁ ἐνάγων ζημιοῦται, καὶ μάλιστα εἰ μετὰ ταῦτά τις ἔγνω ἐκ δικαιωμάτων ἢ ἐπιστολῶν περὶ τοῦ ἰδίου δικαίου.

59

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Τότε πλαστῶς καταθέμενός τις ἐνέχεται, ὅταν ἀπὸ τῆς αἰτίας, ἐξ ἧς ἠρωτήθη, ἀγωγὴ κατά τινος ἁρμόζῃ. τὴν γὰρ καθ᾽ ἑτέρου εἰς ἑαυτὸν μεταφέρει.

60

pr.Ἀνάγν. καὶ βι. μζ΄ τί. α΄ κεφ. λ΄, ἐν ᾧ φησιν· Ὁ ἐν δικαστηρίῳ ἀποκρινόμενος μηδὲν ὀφείλεσθαι, τὴν ἰδίαν ἀγωγὴν ἀπόλλει. οὐδεὶς γὰρ δύναται ἀνατρέπειν ἣν ἐν δικαστηρίῳ ἐποιήσατο κατάθεσιν.