IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Δ

JGR V 4.27

Περὶ διαλύσεων, καὶ πότε ἔξεστι διαλύεσθαι καὶ πότε οὐκ ἔξεστι, καὶ ποῖαι τῶν διαλύσεων οὐ κρατοῦσιν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ια΄ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ διαλυόμενος ὡσανεὶ περὶ πράγματος ἀμφιβόλου καὶ δίκης ἀδήλου καὶ ἀπληρώτου διαλύεται· ὁ δὲ συμφωνῶν κατὰ δωρεὰν [πρᾶγμα] δῆλον καὶ ἀναμφίβολον φιλοτίμως συγχωρεῖ.

2

pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἐκ τῶν ἰδιωτικῶν συμφώνων ἕτερος οὐ βλάπτεται. ὅθεν ἐὰν διαλύσηται ὁ γεγραμμένος κληρονόμος πρὸς τὴν μητέρα τοῦ διαθεμένου, οὐ δοκεῖ ἀκυροῦσθαι ἡ διαθήκη· ἀλλ᾽ ἐνάγουσιν αὐτῷ οἱ λεγατάριοι καὶ οἱ ἐλευθερωθέντες.

3

pr.Ἐὰν᾿ ὁ λέγων ἑαυτὸν κληρονόμον διαλυσάμενος λάβῃ χρήματα, ὁ μετὰ ταῦτα φαινόμενος κληρονόμος οὐ λαμβάνει αὐτὰ παρ᾽ αὐτοῦ, οὔτε κέχρηται τῇ παραγραφῇ τῆς διαλύσεως.

4

pr.Ἐν δὲ τῷ ς ' κεφ. Περὶ τῶν ἐκ διαθήκης φιλονεικίαν ἐχόντων οὔτε διαλύεσθαι δυνατὸν οὔτε τὸ ἀληθὲς ζητεῖσθαι, μὴ προκομιζομένων τῶν τῆς διαθήκης ῥημάτων.

5

pr.Ὁ ἐκκαλεσάμενος ἢ δυνάμενος ἐκκαλέσασθαι [καλῶς] διαλύεται.

6

pr.Ἐν δὲ τῷ η΄ κεφ. θέμ. ις ' φησίν· Ἐὰν διαλύσωμαι πρὸς τοὺς ἐπιτρόπους μου περὶ τοῦ ἐμοῦ μέρους, οὐ κωλύομαι κινεῖν αὐτοὺς ἐκ τοῦ προσώπου τοῦ ἀδελφοῦ κληρονομῶν αὐτοῦ.

7

pr.Ἐν δὲ τῷ ιζ ' θέμ. Πᾶσα διάλυσις ἐπὶ μόνοις κρατεῖ τοῖς συναρέσασιν.

8

pr.Ἐν δὲ τῷ ιη΄ θέμ. Ὁ κατὰ ἀπάτην τῶν συγκληρονόμων αὐτοῦ τὸ ἀληθὲς ἀγνοῶν, διαλυσάμενος [οὐκ] ἀκουιλιανῶς, ἀπατᾶσθαι, οὐ μὴν συμφωνεῖν δοκεῖ.

9

pr.Ἐν δὲ τῷ ιθ ' θέμ. Ὁ ἀγνοῶν κατενεχθῆναι αὐτῷ τὴν περὶ τῆς διαθήκης μέμψιν, ἐὰν περί τινων ἑτέρων πρὸς τὸν ἀντίδικον διαλύσηται, ἐν αὐτοῖς μόνοις βλάπτεται.

10

pr.Ἐν δὲ τῷ κ΄ θέμ. Οὐδὲ τοὺς τελείους βλάπτει διάλυσις, εἰ μὴ ἐφ᾽ οἷς γέγονεν, οὐ μὴν τοῖς ὕστερον ἁρμόσασιν αὐτῷ, περὶ ὧν μὴ ἀποδείκνυται ἐνθυμηθείς.

11

pr.Ἐν δὲ τῷ κα θέμ. Ἡ παρὰ τοῦ πατρὸς γενομένη διάλυσις ἐπὶ πράγματι τοῦ αὐτεξουσίου παιδὸς οὐκ ἀντίκειται τῷ παιδί.

12

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Μετὰ ψῆφον, κἂν μὴ ἐκκληθῇ, δυνατὸν δυαλύεσθαι, ὅτε ἀρνεῖται ψηφισθῆναι, ἢ δύναται ἀγνοεῖσθαι ὅτι ἐψηφίσθη. ἔτι γὰρ τὰ μέρη δύνανται δικάζεσθαι.

13

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ὁ νομίμως διαλυόμενος καὶ ποινὴν ἐκ παραβασίας πρὸς τῷ ἐῤῥῶσθαι τὴν διάλυσιν ὁμολογῶν ἀπαιτεῖται.

14

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Τὰς ὑποθέσεις αὐτὰς ἤτοι τὰς δίκας τὰς διαλύσεσι νομίμοις περαιωθείσας οὐδὲ διὰ βασιλικῆς ἀντιγραφῆς ἀνατρέπεσθαι χρή.

15

pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐπὶ μὲν τῶν δι᾽ αἵματος ἐχόντων τὴν τιμωρίαν ἐγκλημάτων ἔξεστι διαλύεσθαι χωρὶς τοῦ τῆς μοιχείας ἐγκλήματος· ἐπὶ δὲ τῶν ἄλλων τῶν μὴ ἐχόντων ἐν αἵματι τὴν τιμωρίαν οὐκ ἔξεστι διαλύεσθαι χωρὶς τοῦ τῆς πλαστογραφίας ἐγκλήματος. τὸ γὰρ τῆς πλαστογραφίας ἔγκλημα, εἰ καὶ μὴ ἔχει δι᾽ αἵματος τὴν τιμωρίαν, ὅμως ἔξεστιν ἐπ᾿ αὐτῷ διαλύεσθαι. ἁπλῶς οὖν κανόνισον σεαυτὸν κατὰ τὴν διάταξιν· ὅτι εἰς μὲν τὰ δι᾽ αἵματος ἐπιφέροντα τὴν τιμωρίαν καλῶς διαλυόμεθα, ὑπεξῃρημένου τοῦ τῆς μοιχείας ἐγκλήματος· ὅσα δὲ μὴ ἔχει δι᾽ αἵματος τὴν τιμωρίαν, ἐπὶ τούτοις οὐκ ἔῤῥωται ἡ διάλυσις, χωρὶς τοῦ τῆς πλαστογραφίας ἐγκλήματος.

16

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Διαλυσάμενός τις καὶ βουλόμενος ἀνατρέψαι τὴν διάλυσιν ἔλεγεν, ὅτι μὴ ἔχων μου τὰ δικαιώματα ὅτε διελυσάμην συνηρπάγην ὑπὸ τοῦ ἐμοῦ ἀντιδίκου· νῦν δὲ εὗρον τὰ ἐμὰ δικαιώματα, καὶ παρακαλῶ τὴν διάλυσιν ἀνατρέψαι. ἀλλὰ ὁ βασιλεὺς ταύτην αὐτοῦ τὴν δικαιολογίαν οὐ προσεδέξατο, λέγει δὲ ὡς ἐὰν ἀποδείξῃς, ὅτι ὁ διάδικός σου ἢ δι᾽ ἑαυτοῦ ἢ δι᾽ ἑτέρου ὑφείλετο τὰ δικαιώματά σου, δι᾽ ὧν ἡ ἀλήθεια ἀπεδείκνυτο, καὶ οὕτω τὴν πρὸς σὲ διάλυσιν ἐποιήσατο, εἰ μὲν ἔτι σώζεταί σοι ἡ ἀγωγὴ (μέχρι γὰρ ψιλῶν συμφώνων διελύσατο), ἐπιτρέπω σοι κινῆσαι καὶ μετὰ τὴν διάλυσιν τὴν σὴν ἀγωγήν. καὶ ἐὰν ἐκεῖνος ἀντιθήσει σοι τὴν τοῦ συμφώνου παραγραφὴν, δίδωμί σοι δόλου ἀντιπαραγραφήν. εἰ δὲ τελείως ἀνῃρέθη σου ἡ ἀγωγὴ διὰ τῆς διαλύσεως, δίδωμί σοι κατ᾿ αὐτοῦ τὴν περὶ δόλου ἀγωγὴν εἴσω τῶν ὡρισμένων αὐτῇ χρόνων.

17

pr.Ἐν δὲ τῷ λ ' κεφ. Διαλυσάμενός τις ἐν μείζονι ἡλικίᾳ τῶν κε΄ ἐνιαυτῶν ἅμα τῷ γενέσθαι τὴν διάλυσιν διεμαρτύρατο τὸν διαλυσάμενον ὡς δόλον αὐτῷ πεποιηκότα, καὶ μετὰ τοῦτο προσῆλθε βασιλεῖ θέλων ἀνατρέψαι τὴν διάλυσιν. καὶ ἀντέγραψε πρὸς αὐτὸν ὁ βασιλεὺς οὕτως· εἰ μείζων ὑπάρχων διελύσω, εἰς ἀνατροπὴν τῆς διαλύσεως ἡ περὶ δόλου μαρτυρία· οὐκ ἐξαρκεῖ.

18

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ἡ διάταξις ἐν ἀρχῇ κανόνα θαυμάσιον ἐκτίθεται τὸν λέγοντα, ὅτι καὶ ἡ ἐν ὑπομνήμασι καὶ ἡ χωρὶς ὑπομνημάτων καὶ ἡ ἐγγράφως καὶ ἡ ἀγράφως γενομένη διάλυσις βεβαία ἐστί. λοιπὸν ἕτερον νόμιμον ἐπιφέρει τοιοῦτον· ἐπειδὴ ῥητὰ τινά σε λαβεῖν συνεφωνήθη ἐκ τῶν ἀγράφων, καὶ οὐδὲ ἐπερώτησις ἐπηνέχθη, εἰ καὶ τὰ μάλιστα ἀπὸ συμφώνων οὐκ ἠδύνατο τίκτεσθαι ἀγωγὴ, ὅμως ἐὰν ἐκδικήσῃς τὰ πράγματα περὶ ὧν διελύσω, εἰ ὁ πρὸς σὲ διαλυσάμενος συμφώνου παραγραφὴν ἀντιθήσει σοι, διὰ ἀντιπαραγραφῆς δόλου ἢ ἰν φακτοὺμε, δύνασαι αὐτὸν συνελάσαι πληρῶσαί σε᾿ τὰ ἐπαγγελθέντα.

19

pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Περὶ πραγμάτων τινῶν δύο τινὲς πρὸς ἀλλήλους ἐφιλονείκουν, καὶ ὁ περὶ τούτων τῶν πραγμάτων ἐναγόμενος διελύσατο. ἀλλὰ μετὰ τὴν διάλυσιν ἀπεδείχθη, ὅτι παρ᾽ ἑτέρῳ ἦν ταῦτα τὰ πράγματα, καὶ ἐβούλετο ὁ περὶ αὐτῶν διαλυσάμενος ἀνατρέψαι τὴν διάλυσιν, λέγων· ἐπειδὴ περὶ τούτων τῶν πραγμάτων ὡς νεμόμενος αὐτὰ διελυσάμην, ἰδοὺ δὲ ἐφάνη παρ᾽ ἑτέρῳ εἶναι ταῦτα τὰ πράγματα, παρακαλῶ τὴν διάλυσιν ἀνατραπῆναι, καὶ λαβεῖν ἅτινα δέδωκα λόγῳ διαλύσεως. ταύτην τοίνυν ἀποδοκιμάζουσα τὴν αἴτησιν ἡ διάταξις ἀντιγράφει οὕτως· προφάσει τῶν εἰδῶν τῶν μετὰ ταῦτα εὑρεθέντων τὰ τῇ διαλύσει περαιωθέντα ἀνατρέπεσθαι κωλύουσιν οἱ νόμοι.

20

pr.Ἐν δὲ τῷ λθ ' κεφ. Ὁ περὶ μιᾶς αἰτίας ἐνάγων καὶ διαλυσάμενος, εἰ καὶ ῥητῶς ἐπαγάγῃ μηδὲν πλέον ἀπαιτεῖν, καὶ μηδὲ προσθήσει τὸ ταύτης ἕνεκεν τῆς αἰτίας, ὅμως ἐῤῥωμένας ἔχει τὰς ἐξ ἄλλων αἰτιῶν ἁρμοζούσας αὐτῷ κατ᾿ ἐκείνου πρὸς ὃν διελύσατο ἀγωγάς.

21

pr.Ἐν δὲ τῷ μ ' κεφ. Ἡ κατὰ διάγνωσιν ἐξενεχθεῖσα ἀπόφασις κατὰ τὴν τῶν νόμων παράδοσιν εἰ μήτε δι᾽ ἐκκλήτου μήτε δι᾽ ἀποκαταστάσεως ἀνηρτήθη, περὶ τῆς τοιαύτης ἀποφάσεως μάτην γίνεσθαι διάλυσιν οὔκ ἐστιν ἀμφίβολον. τοιγαροῦν εἰ μὴ ἀκουιλιανῆς ἐπερωτήσεως καὶ ἀμεριμνίας ἐπακολουθησάσης τὴν ἁρμόζουσάν σοι ἀνεῖλες ἀγωγὴν, ὁ ἄρχων τῆς ἐπαρχίας τῷ εἰωθότι τρόπῳ τῶν νόμων τοῖς κεκριμένοις πράγμασι πέρας ἐπιθεῖναι καὶ ἀποτέλεσμα σπουδάσει.

22

pr.Ἐν δὲ τῷ μδ κεφ. Εἰ μετὰ ἐλευθέρων διαλύσεταί τις ἐν τῷ εἶναι μείζων τῶν κε΄ ἐνιαυτῶν ἐπὶ τῷ τινα λαβεῖν παρ᾽ αὐτῶν, εἰ καὶ τὰ μάλιστα μήπω δεδώκασιν οἱ διαλυσάμενοι τὰ ἐπαγγελθέντα, ἀλλ᾽ οὐδὲ νῦν ἐναγόμενοι παρ᾽ αὐτοῦ προσφέρουσιν αὐτῷ τὰ ἐπαγγελθέντα, ὅμως καλῶς κέχρηνται τῇ τοῦ συμφώνου παραγραφῇ τῇ ἀπὸ τῆς διαλύσεως αὐτοῖς ἁρμοσάσῃ.

23

pr.Ἐν δὲ τῷ με κεφ. Διελύσατό τις ἐπαγγειλάμενος ῥητά τινα δώσειν᾽ ὑπὲρ τῆς διαλύσεως, ἐπερωτήθη δὲ, εἰ ἐναντίον τίποτε τῇ διαλύσει ποιήσει, φανερὸν διδόναι πρόστιμον. ἀλλ᾽ οὐ κατέβαλεν ἅπερ συνεφώνησε. λέγει τοίνυν ἡ διάταξις· τῶν ἐπαγγελθέντων ἕνεκεν διαλύσεως μὴ καταβληθέντων τὸ πρόστιμον τὸ εἰς ἐπερώτησιν κατενεχθὲν, εἰ ἐναντίον τίποτε γένηται, ἀπαιτεῖσθαι δύνασθαι ὡμολόγηται.

24

pr.Οἶδας᾿ τὴν κυριότητα τοῦ συμφώνου καὶ τῆς διαλύσεως, ὅτι σύμφωνον μέν ἐστιν ὁμολογουμένου χρέους συγχώρησις, διάλυσις δὲ ἀμφιβαλλομένου χρέους συμβιβασμός. τούτων οὖν μεμνημένος ἐλθὲ ἐπὶ τὸ προκείμενον. πολλάκις φιλονεικίαν ἔχων πρός τινα καὶ μὴ δυνάμενος αὐτὸν συμπεῖσαι εἰπεῖν μοι τὸ ἀληθὲς ἢ ἀπραγμόνως ἀπαλλαγῆναί μου, ἦλθον ἐξ ἀπορίας εἰς τὸ εἰπεῖν αὐτῷ, ἄπελθε ἑταῖρε, οὐ δύναμαί σοι, διαλέλυμαι ' πρὸς σε· ἢ καὶ φίλοι μου πολλάκις παρεκάλεσάν με διαλύσασθαι πρὸς τὸν ἐμὸν διάδικον, καὶ εἶπον ὅτι διαλύομαι· ἆρα διάλυσις τοῦτό ἐστι; λέγει τοίνυν ἡ διάταξις, ὅτι πᾶσα διάλυσις ἢ δοθῆναι τίποτε ζητεῖ τῷ διαλυσαμένῳ, ἢ παρακατασχεθῆναι τίποτε παρ᾿ αὐτοῦ, ἢ ἐπαγγελθῆναι τίποτε αὐτῷ. καὶ εἰ μηδὲν τούτων γένηται, οὔκ ἐστι διάλυσις. διάλυσις γὰρ οὐδενὸς δοθέντος ἢ παρακατασχεθέντος ἢ ὁμολογηθέντος ἤτοι ἐπαγγελθέντος οὐδαμῶς προβαίνει.

25

pr.Ἐν δὲ τῷ μζ κεφ. Διαλυσάμενός τις εὐθέως μετεμελήθη, καὶ προσῆλθε βασιλεῖ λέγων· ὅτι ἔμαθον παρά τινων ὡς ἔξεστι τῷ διαλυσαμένῳ εἴσω φανεροῦ χρόνου ἀνατρέπειν τὴν διάλυσιν ἣν ἐποιήσατο. μὴ προσδεχόμενος οὖν τὴν αἴτησιν αὐτοῦ ὁ βασιλεὺς ἀντέγραψε πρὸς αὐτὸν οὕτως· εἰ καὶ τὰ μάλιστα ἐκεῖνον τὸν συμφωνήσαντα παραχρῆμα μετάμελος εἰσέλθοι, ὅμως ἡ διάλυσις ἀνασχεθῆναι καὶ ἡ δίκη ἀνανεωθῆναι οὐ δύναται. καὶ εἴ τις σοι συνεβούλευσεν, ὡς ἐντὸς ῥητοῦ ἔξεστι τῆς διαλύσεως ἀναχωρεῖν τὸν ἅπαξ διαλυσάμενον, πλαστὸν τίποτε καὶ ψευδές σοι διεβεβαιώσατο.

26

pr.Ἐν δὲ τῷ μη ' κεφ. Ἡ διάταξις αὕτη παρακελεύεται τὸν συμφωνήσαντα ἤτοι διαλυσάμενον ἐγγράφως, καὶ ἐπαγαγόντα καὶ ἀκουιλιανὴν ἐπερώτησιν καὶ ἀποχὴν καὶ ἀμεριμνίαν, ἢ φυλάττειν βεβαίαν τὴν διάλυσιν, ἢ παραβαίνοντα καὶ τὸ πρόστιμον ἀπαιτεῖσθαι ὅπερ ἐπερώτηται καὶ διδόναι ἐκεῖνα, ὅσα λόγῳ διαλύσεως ἔλαβεν.

27

pr.Ἐν δὲ τῷ μθ ' κεφ. Εάν τις μείζων τῶν κε΄ ἐτῶν ὑπὸ μηδενὸς ἀναγκαζόμενος κατὰ δοκιμασίαν οἰκείαν ἑκουσίως σύμφωνα ποιησάμενος ἢ διαλύσεις βουληθείη ἀνατρέψαι τὰ παρ᾽ αὐτοῦ γεγονότα, ἢ ἄρχοντι προσιὼν ἢ δεήσεις ἐπιδιδοὺς βασιλεῖ ἢ μὴ πληρῶν τὰ ἐπαγγελθέντα, ταύτας δὲ τὰς διαλύσεις ἐβεβαίωσε τῇ ἐπικλήσει τοῦ πάντα δυναμένου θεοῦ, μὴ μόνον ἀτιμούσθω, ἀλλὰ καὶ πάσης ἀγωγῆς ἁρμοζούσης αὐτῷ ἀποστερείσθω, διδότω δὲ καὶ τὸ πρόστιμον ὅπερ ἐν τοῖς συμφώνοις ἢ ταῖς διαλύσεσιν ἔγκειται, καὶ ἐκπιπτέτω τῆς δεσποτείας τῶν πραγμάτων ἐκείνων, ἅτινα προφάσει τοῖ συμφώνου ἢ τῆς διαλύσεως ἐκέρδησε. ταῦτα δὲ πάντα ὅσα οὗτος ὁ παραβαίνων τὴν διάλυσιν ζημιοῦται, κερδαινέτω τὸ ἕτερον μέρος τὸ σπουδάσαν φυλάξαι βεβαίαν τὴν διάλυσιν. καὶ ἐκείνους δέ, φησι, τῆς αὐτῆς ζημίας ἀξίους εἶναι κελεύομεν, οἵτινες τὴν ἡμετέραν θειότητα τοῖς συμφώνοις ἢ ταῖς διαλύσεσιν ἐντιθέντες κατὰ τῆς σωτηρίας τῶν βασιλέων ἐπωμόσαντο φυλάττειν τὰ σύμφωνα ἤτοι τὰς διαλύσεις ἃς παρέβησαν.

28

pr.Ἐν δὲ τῷ ν΄ κεφ. Ἐάν τις πλαστὸν λόγου χάριν γραμματεῖον προσενεγκὼν κατ᾿ ἐμοῦ ὡς χρεώστην με μεθώδευεν, ἢ πλαστὴν διαθήκην ἢ κωδίκελλον προσενεγκὼν ἀπῄτει με δῆθεν λεγάτον ἐν τούτοις τοῖς συμβολαίοις αὐτῷ καταλειφθὲν, ἐγὼ δὲ πρὸς τὴν τοιαύτην ἐναγωγὴν διελυσάμην, ἔξεστί μοι εἰ καὶ ἐνωμότως γέγονεν ἡ διάλυσις, ἀνατρέπειν αὐτὴν ὡς προφάσει πλαστῶν δικαιωμάτων γενομένην. ἐπειδὴ δὲ εἰκὸς ἦν ἐμοῦ τὴν διάλυσιν ἀνατρέπειν ἐπιχειροῦντος τὸν ἐμὸν διάδικον λέγειν, ὅτι εἰ θαῤῥεῖς πλαστὴν εἶναι τὴν διαθήκην, ἔγγραψαι κατ᾿ ἐμοῦ τὸ τῆς πλαστογραφίας ἔγκλημα, καὶ τῷ φόβῳ τῶν ἐγγραφῶν διαταράττομαι, ἐπήγαγε καὶ τοῦτο και λῶς ἡ διάταξις, ὥστε καὶ χωρὶς ἐγγραφῶν ἐξεῖναι τοῦτο αὐτὸ ζητεῖν τὸ εἰ πλαστὸν ἦν τὸ συμβόλαιον ἐξ οὗ διελυσάμην. εἰ δὲ περὶ πολλῶν κεφαλαίων γέγονε μεταξὺ ἡμῶν ἡ διάλυσις, ἐκ δὲ τούτων τῶν πολλῶν κεφαλαίων ἓν μόνον κεφάλαιον ἐκ τῶν πλαστῶν συμβολαίων ἐκινεῖτό μοι, νομοθετεῖ ἡ διάταξις, αὐτὸ μόνον τὸ ἓν κεφάλαιον τὸ ἐκ τῶν πλαστῶν συμβολαίων εἰς διάλυσιν ἐνεχθὲν ἀναψηλαφᾶσθαι, τὰ δὲ ἄλλα κεφάλαια μένειν βέβαια. ἐπιτρέπει δὲ καὶ ἔνθα περὶ αὐτοῦ τούτου ζητεῖται, εἰ ἀπὸ πλαστῶν συμβολαίων ἡ διάλυσις γέγονε, διαλύεσθαι τοὺς πρὸς ἀλλήλους περὶ τούτου φιλονεικοῦντας.

29

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Εἰ καί τις κατὰ πλάνην ψήφου πιστεύσας χρεωστεῖν ποσότητά τινα, ἣν ταῖς ἀληθείαις οὐκ ἐχρεώστει, ἐπερωτηθῇ ταύτην τὴν ποσότητα καταβαλεῖν, δύναται κινῶν τὸν περὶ τῶν μὴ χρεωστουμένων δίκαιον λόγον ἀπαιτεῖν γενέσθαι αὐτῷ ἐλευθερίαν τοῦ χρέους.

30

pr.Ἀνάγν. καὶ τί. α΄ τοῦ αὐτοῦ ια βι. κεφ. κή, ἐν ᾧ φησιν· Ἐὰν διέλωμαι μετὰ τοῦ ἀδελφοῦ [μου] τὸν μητρῷον κλῆρον ἐγγράφως, καὶ ὑπογράψω μὲν μηδὲν μεμενηκέναι κοινὸν, εὕρω δέ τινα τὸν ἀδελφὸν ἀποκρυψάμενον, ὧν οὐ γέγονεν ἐν τῷ ἐγγράφῳ μνήμη, καλῶς κινῶ. καὶ εἰ χρήσεται τῇ τοῦ συμφώνου παραγραφῇ, ἀντιπαραγράφομαι τῇ τοῦ δόλου, περὶ ὧν διελυσάμην ἀγνοῶν τὸ πλημμέλημα.

31

pr.Καὶ κεφ. λβ ' καὶ κεφ. η΄.

32

pr.Ἀνάγν. καὶ βι. ιζ΄ τί, ις ' κεφ. α΄ θεμ. β΄ καὶ βι. κδ΄ [τί. ς΄] κεφ. ιή, ἐν ᾧ φησιν· Μετὰ ψῆφον ἐῤῥωμένην οὐκ ἰσχυρῶς· τις διαλύσεται. ἐὰν οὖν τις ἐπὶ τῇ τοιαύτῃ διαλύσει τὶ δῷ, ἀναλαμβάνει, μᾶλλον δὲ τὸ δοθὲν καταλογίζεται εἰς ἱκανοδοσίαν. εἰ δὲ μετὰ τὴν ψῆφον παρηκολούθησεν ἔκκλητος, ἢ ἀμφιβάλλεται εἰ ὅλως ἐψηφίσθη, ἢ ἐὰν μὴ ἔῤῥωται ἡ ψῆφος, ἰσχύει ἡ διάλυσις.

33

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. μα κεφ. μβ΄, ἐν ᾧ φησιν· Ὁ διαβαλὼν χάρτην ὡς πλαστὸν, καὶ ὅμως μετὰ ταῦτα διαλυσάμενος, οὐ δύναται μετὰ ταῦτα τὴν διάλυσιν ἀνατρέπειν.