JGR V 5.37
Περὶ ἐπισκόπων καὶ χειροτονιῶν αὐτῶν καὶ προνομίων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. γ ' τί. α΄΄, οὗτινος ἐν τῷ ς ' καὶ ζ ' κεφ. φησὶ περὶ τῶν συνηθειῶν τῶν παρεχομένων παρὰ τῶν χειροτονουμένων ἐπισκόπων πρὸς τὴν εἴσοδον τῶν ἰδίων ἐπισκοπῶν καὶ μητροπόλεων κανονισθεισῶν.
2
pr.Ἐν δὲ τῷ ια΄ κεφ.· Τοὺς δὲ θεοφιλεστάτους ἐπισκό- πους καὶ μοναχοὺς ἐκ μηδενὸς νόμου ἐπιτρόπους ἢ κουράτορας οἱουδήποτε προσώπου γίνεσθαι συγχωροῦμεν.
3
pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Οὐδενὶ δὲ τῶν ἀρχόντων ἐξέσται τοὺς θεοφιλεστάτους ἐπισκόπους ἀναγκάζειν εἰς δικαστήριον παραγενέσθαι ὑπὲρ τοῦ νεῖμαι μαρτυρίαν, ἀλλ᾽ ὁ δικαστὴς πεμπέτω πρὸς αὐτούς τινας ἐκ τῶν προσώπων τῶν ὑπηρετουμένων αὐτῷ, ἵνα προκειμένων τῶν ἁγίων εὐαγγελίων κατὰ τὸ πρέπον ἱερεῦσιν εἴπωσιν, ἅπερ γινώσκουσιν. Ἀλλ᾽ οὐδὲ ὑπέρ τινος χρηματικῆς ἢ ἐγκληματικῆς αἰτίας ἐπίσκοπον πρὸς ἄρχοντα πολιτικὸν ἢ στρατιωτικὸν ἄκοντα ἢ διάγεσθαι ἢ παρίστασθαι δίχα βασιλικῆς κελεύσεως συγχωροῦμεν· ἀλλὰ τὸν ἄρχοντα τὸν τοῦτο εἴτε ἐγγράφως εἴτε ἀγράφως προστάξαι τολμήσαντα μετὰ τὴν τῆς ζώνης ἀφαίρεσιν εἴκοσι χρυσίου λιτρῶν ποινὴν καταβαλεῖν κελεύομεν, τῇ ἐκκλησίᾳ, ἧς ὁ ἐπίσκοπος διαχθῆναι ἢ παραστῆναι προσετάχθη, δοθησομένην, καὶ τοῦ ἐκβιβαστοῦ ὁμοίως μετὰ τὴν τῆς ζώνης ἀφαίρεσιν καὶ βασάνοις ὑποβαλλομένου καὶ ἐξορίᾳ παραπεμπομένου.
4
pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Απαγορεύομεν δὲ τοῖς θεοφιλεστάτοις ἐπισκόποις τὰς οἰκείας καταλιμπάνειν ἐκκλησίας, καὶ εἰς ἄλλας ἐπαρχίας παραγίνεσθαι. εἰ δὲ καὶ ἀνάγκη τὶς τοῦ ποιῆσαι τοῦτο συμβῇ, μὴ ἄλλως εἰ μὴ μετὰ γραμμάτων τοῦ μακαριωτάτου αὐτῶν πατριάρχου ἢ μητροπολίτου ἢ κατὰ βασιλικὴν δηλαδὴ κέλευσιν τοῦτο ποιείτωσαν. οὕτω μέντοι, ἵνα μηδὲ ἐκείνοις τοῖς ἐπισκόποις, οἵτινες ὑπὸ τὸν μακαριώτατον ἀρχιεπίσκοπον κωνσταντινουπόλεως καὶ πατριάρχην εἰσὶν, ἐξείη δίχα ἐπιτροπῆς αὐτοῦ ἢ ἡμετέρας κελεύσεως εἰς τὴν βασιλίδα πόλιν εἰσελθεῖν. εἰ δὲ κατὰ τοῦτον τὸν τρόπον ἐπίσκοπος οἱουδήποτε τόπου ἀποδημήσει, μὴ πλέον ἑνὸς ἐνιαυτοῦ τὴν ἰδίαν καταλιμπανέτω ἐκκλησίαν.
5
pr.Ἐν δὲ τῷ κγ ' κεφ. Ἀλλ᾽ οὐδὲ οἰκείαις χερσὶν ἔξεστιν ἐπισκόπῳ τινὰ πλήττειν. τοῦτο γὰρ ἀλλότριόν ἐστιν ἱερέων.
6
pr.Ἀνάγν. καὶ βι. ε΄ τί. γ΄ κεφ. ί [ἐν ᾧ φησιν·] Απαγορεύομεν δὲ τοῖς ὁσιωτάτοις ἐπισκόποις πράγματα κινητὰ ἢ ἀκίνητα ἢ αὐτοκίνητα, ὅσα μετὰ τὴν ἐπισκοπὴν εἰς αὐτοὺς οἱῳδήποτε τρόπῳ περιέλθοι, εἰς ἰδίους συγγενεῖς ἢ ἄλλα οἱαδήποτε πρόσωπα οἱῳδήποτε τρόπῳ μεταφέρειν. εἰς αἰχμαλώτων δὲ ἀνάρῥυσιν καὶ πτωχῶν ἀποτροφὰς καὶ εἰς ἄλλας εὐσεβεῖς αἰτίας ἢ ὑπὲρ τοῦ συμφέροντος τῆς ἰδίας ἐκκλησίας ἐκ τούτων δαπανᾷν ἄδειαν ἐχέτωσαν. καὶ εἴ τι ἐκ τῶν τοιούτων πραγμάτων μετὰ τελευτὴν αὐτῶν εἰς τὴν αὐτῶν περιουσίαν μείνοι, κελεύομεν τοῦτο τῇ δεσποτείᾳ τῶν ἁγιωτάτων ἐκκλησιῶν, ὧν τὴν ἱερωσύνην εἶχον, διαφέρειν. ἐπ᾽ ἐκείνοις γὰρ μόνοις τοῖς πράγμασιν ἄδειαν αὐτοῖς τοῦ ἐκποιεῖν ἢ καταλιμπάνειν οἷς ἂν βουληθείησαν συγχωροῦμεν, ἅπερ πρὸ τῆς ἐπισκοπῆς ἀποδειχθῶσιν ἐσχηκότες ἢ μετὰ τὴν ἐπισκοπὴν ἀπὸ τῶν κατὰ γένος αὐτοῖς συνημμένων αὐτοῖς περιέλθοι, οὓς ἐξ ἀδιαθέτου δύνανται μέχρι τετάρτου βαθμοῦ διαδέχεσθαι. ταῦτα δὲ ἅπαντα, ἅπερ εἰρήκαμεν περὶ τῶν πραγμάτων τῶν μετὰ τὴν ἐπισκοπὴν περιερχομένων εἰς τοὺς ὁσιωτάτους ἐπισκόπους, καὶ ἐπὶ τῶν εὐλαβεστάτων ὀρφανοτρόφων καὶ πτωχοτρόφων καὶ νοσοκόμων καὶ γεροντοκόμων καὶ ξενοδόχων καὶ πάντων τῶν ἄλλων διοικητῶν τῶν σεβασμίων οἴκων κρατεῖν θεσπίζομεν καὶ ἐπὶ τοῖς πράγμασι τοῖς ἐν τῷ καιρῷ τῆς ἰδίας διοικήσεως κατὰ τὸν εἰρημένον τρόπον εἰς αὐτοὺς περιερχομένοις. εἰ δέ τις ἐπίσκοπος ἢ κληρικὸς ἢ οἱουδήποτε ἐκκλησιαστικοῦ βαθμοῦ ὑπηρέτης ἢ ἐκκλησίας διακόνισσα τελευτήσοι ἄνευ διαθηκῶν καὶ νομίμων διαδόχων, ἡ τούτων διαδοχὴ τῇ ἐκκλησίᾳ διαφερέτω, ἐν ᾗ ἔτυχον κεχειροτονημένοι.
7
pr.Ἀνάγν. καὶ βι. ς ' τί. γ΄ κεφ. κή θέμ. β΄ καὶ τί. κβ΄ὰ ἐν ᾧ φησιν· Ὅτι δεῖ αὐτοὺς ὑπερτιθεμένους τοὺς ἄρχοντας ἀκούειν τῶν τοῦ προσιόντος δικαίων συνελαύνειν αὐτοὺς τοῦτο πράττειν. καὶ ἡνίκα τὶς ἐν ὑπονοίᾳ ἔχει τὸν ἄρχοντα, συνακροατὴν τῆς δίκης λαμβάνειν τὸν ἐπίσκοπον· μὴ πειθομένου δὲ τοῦ ἄρχοντος, καταμηνύειν περὶ αὐτοῦ τὸν ἐπίσκοπον τῷ βασιλεῖ.
8
pr.Ἀνάγν. καὶ βι. ζ ' τί. ς΄ κεφ. κα΄ ἐν ᾧ φησιν· Ὅτι ἐὰν ὁ ἐπίσκοπος συγχωρήσῃ παραβαθῆναι τὸν νόμον καὶ μὴ μηνύσῃ, καὶ τῷ θεῷ προσκρούει καὶ βασιλικῆς ἀγανακτήσεως· πειραθήσεται.