JGR V 5.38
Περὶ ἐπιτρόπων, καὶ τίνες δύνανται ἐπιτροπεύειν καὶ τίνες οὐ δύνανται, καὶ πότε καὶ ἐν τίσιν εὐθύνονται, καὶ περὶ τοῦ ποιεῖν αὐτοὺς ἀπογραφὴν, καὶ τίνες δίνανται παραιτεῖσθαι τὴν ἐπιτροπὴν καὶ πότε καὶ τίνες οὐ δύνανται, καὶ πότε εὐθύνονται εἰς τόκους καὶ πότε οὐκ εὐθύνονται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λζ ' τί. α΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Κωφὸς καὶ ἄλαλος οὐκ ἐπιτροπεύει.
2
pr.Ἐν δὲ τῷ κ΄ε κεφ. Καὶ ὁ πάτρων ἐπιτροπεύει τοῦ ἀπελευθέρου, καὶ ὅ τις πράξει εἰς περιγραφὴν τῶν δανειστῶν, ἀνατρέπεται.
3
pr.Ἐν δὲ τῷ ις΄ κεφ. Ἄδηλος ἐπίτροπος ἐν διαθήκῃ οὐ δίδοται.
4
pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησίν· Δήλῳ πράγματι ἢ αἰτίᾳ ἐπίτροπος ἐν διαθήκῃ οὐ δίδοται, οὔτε ὑπεξῃρημένων πραγμάτων. Ἀλλ᾽ εἰ καὶ οὕτω δοθῇ, πᾶσα ἡ δόσις ἀκυροῦται. Προσώπῳ γὰρ καὶ οὐ πράγματι ἢ αἰτίᾳ δίδοται.
5
pr.Ἐν δὲ τῷ ιε κεφ. Οἱ κατὰ διαθήκας ἐαθέντες ἐπίτροποι οὐκ ἀπαιτοῦνται ἐγγύας. εἰ δὲ ὁ εἷς ἐξ αὐτῶν ἐγγύας θέλει δοῦναι καὶ μόνος διοικῆσαι, ἐπιλογὴ γίνεται διὰ τοῦ ἄρχοντος ἢ λαβεῖν τὰς ἐγγύας καὶ ἀναχωρῆσαι τῆς διοικήσεως, ἢ δοῦναι τὰς ἐγγύας καὶ διοικῆσαι· εἰ δὲ πάντες ἀσφαλίζονται, διοικοῦσιν οἱ πάντες.
6
pr.Ἐν δὲ τῷ κα κεφ. [Ὁ] ἐκ διαθήκης ἐαθεὶς ἐπίτροπος ἐξκουσσατεύων ἑαυτὸν ἐκπίπτει καὶ τῶν λεγατευθέντων τῷ υἱῷ αὐτοῦ, ἐὰν πρὸς τιμὴν αὐτοῦ καὶ οὐ σχέσιν τοῦ υἱοῦ κατελείφθησαν.
7
pr.Ἀνάγν. καὶ τί. γ΄, ἐν ᾧ διαλαμβάνεται περὶ βεβαιώσεως ἐπιτρόπου.
8
pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ ς΄ κεφ. φησίν· Ἡ διάταξις λέγει, πάντως τοὺς ἐπιτρόπους μείζονας εἶναι τῶν κε΄ ἐνιαυτῶν, ἵνα καὶ τὰ πράγματα αὐτῶν ὑπόκεινται· οὐδενὸς ἐντεῦθεν προκρίματος γενομένου ταῖς κληρονομίαις ταῖς πατρωνικαῖς ἢ συγγενικαῖς.
9
pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ κ΄ κεφ. θέμ. έ φησίν· Οἱ ἀγαθοὶ τρόποι ἀξιοπιστότεροί εἰσι πρὸς ἐπιτροπὴν καὶ οὐσίας καὶ ἀξιώματος.
10
pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ α΄ κεφ. θέμ. β΄ φησίν· Ὅτι μήτηρ καὶ ἀπελεύθεροι ἐξ ἀνάγκης αἰτοῦσιν ἐπίτροπον τῷ ἀφήλικι. ἡ μὲν γὰρ μήτηρ ἐκπίπτει τοῦ κλήρου τοῦ παιδὸς ἀδιαθέτου τελευτήσαντος, ἐὰν μὴ αἰτήσῃ ἢ ἐὰν αἰτήσῃ ἀνεπιτήδειον. οἱ δὲ ἀπελεύθεροι διὰ κακίαν ἢ ἀμέλειαν μὴ αἰτήσαντες κατηγοροῦνται καὶ σφοδρῶς κολάζονται.
11
pr.Ἀνάγν. καὶ τί. ζ, οὗτινος ἐν τῷ δ ' κεφ. φησίν· Ἐὰν μὴ πιστῶς διοικήσωσιν οἱ ἐπίτροποι, καταδικάζονται, κἂν εἴπῃ ὁ πατὴρ ἀλογοθετήτους αὐτοὺς εἶναι. διὰ γὰρ τῶν τοιούτων οὐκ ἐναλλάσσεται τὸ κοινὸν νόμιμον, οὔτε δύνανται ἐκ τούτων τῶν ῥημάτων ἀπαιτεῖν τι ὡς ἀπὸ λεγάτου. δύναται δὲ ῥητῶς αὐτοῖς καταλιμπάνειν τὴν συμβαίνουσαν αὐτοῖς ἐκ τῆς ἐπιτροπῆς ζημίαν.
12
pr.Ἐν δὲ τῷ ἐ κεφ. Ἐὰν χωρὶς εὐλόγου αἰτίας ὁ ἐπίτροπος μὴ ποιήσῃ καταγραφὴν, ὡς δόλον ἁμαρτάνων ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ εἰς τὸ διαφέρον. πρὶ τῆς ποιήσεως οὖν αὐτῆς διοικεῖν οὐδὲν ὀφείλει, εἰ μὴ τὰ μηδὲ μετρίας ὑπερθέσεως ἀνεχόμενα.
13
pr.Ἀνάγν. καὶ βι. λή τί. γ΄ κεφ. λς, ἐν ᾧ φησιν· Μὴ ἁπτέσθω δὲ τῶν πραγμάτων ὁ ἐπίτροπος, [εἰ μὴ πρότερον ἀπογραφὴ γένηται,] εἰ μήτοιγε ἄρα οἱ τὴν οὐσίαν παραπέμψαντες εἰς τοὺς ἀνήβους αὐτοὶ τὴν ἀπογραφὴν ἐκώλυσαν γενέσθαι. ὁ δὲ μὴ ποιήσας ἀπογραφὴν καὶ ὡς ὕποπτος ἀποκινείσθω καὶ ἀτιμούσθω, μηδὲ ἀπὸ βασιλικῆς ἀντιγραφῆς συγγνωσθῆναι δυνάμενος.
14
pr.Ἀνάγν. καὶ τί. ιε κεφ. δ΄, ἐν ᾧ φησιν· Ὁ ἐπίτροπος μὴ ποιήσας ἀπογραφὴν ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ. ὁμοίως δὲ καὶ μὴ προφέρων τὰ δικαιώματα. ἐν αὐτῷ γὰρ τούτῳ δόλον δοκεῖ ποιεῖν, ὅτε τὰ εὑρεθέντα ἐν τῇ οὐσίᾳ συμβόλαια κρύπτει. ἐὰν δὲ μετὰ προκάταρξιν τοῦ ἐπιτρόπου τελευτήσαντος οἱ κληρονόμοι μὴ πληρώσωσι τὸ δικαστήριον τῆς κατὰ τῶν ἐπιτρόπων ἀγωγῆς, ὑπόκεινται καὶ αὐτοὶ τῷ ἐνδίκῳ ὅρκῳ.
15
pr.Καὶ κεφ. ιγ΄· Ὁ τοῦ ἐπιτρόπου κληρονόμος οὐ κατέχεται μὲν διότι οὐ γέγονεν ἀπογραφὴ, πλὴν ἑτέρῳ τρόπῳ ἐνάγεται. ἐπειδὴ γὰρ ὁ ἐπίτροπος δόλον ἔδοξε ποιεῖν τῆς ἀπογραφῆς μὴ γενομένης, ὡς ἀπὸ δόλου τοῦ ἐπιτρόπου κατέχεται ὁ κληρονόμος.
16
pr.Ἀνάγν. καὶ βι. λζ ' τί. ε κεφ. λγ ', ἐν ᾧ φησιν· Ὁ ἔνοπλον στρατείαν στρατευόμενος οὐδὲ ἐπίτροπος οὐδὲ κουράτωρ δύναται χειροτονηθῆναι. εἰ δὲ καὶ κατὰ πλάνην διοικήσει, κατέχεται τῇ περὶ πραγμάτων διοικήσεως ἀγωγῇ.
17
pr.[Δοῦλος· ἐπίτροπος ἢ κουράτωρ οὐ δύναται δοθῆναι.]
18
pr.Ἀνάγν. καὶ βι. γ΄ τί. α΄ κεφ. ια, ἐν ᾧ φησι· Τοὺς δὲ θεοφιλεστάτους ἐπισκόπους καὶ μοναχοὺς ἐκ μηδενὸς νόμου ἐπιτρόπους ἢ κουράτορας οἱουδήποτε προσώπου γίνεσθαι συγχωροῦμεν. τοὺς δὲ πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους τῷ δικαίῳ καὶ μόνῳ τῆς συγγενείας εἰς ἐπιτροπὴν ἢ κουρατορείαν καλουμένους τὴν τοιαύτην λειτουργίαν ὑποδέχεσθαι συγχωροῦμεν, εἰ μέντοιγε εἴσω δ΄ μηνῶν, ἀριθμουμένων ἐξ οὗ ἐκλήθησαν, παρὰ τῷ ἁρμοδίῳ δικαστῇ ἐγγράφως φανερώσουσι τὸ οἰκεῖον λειτούργημα οἰκείᾳ προαιρέσει καταδέξασθαι. καὶ εἴ τις ὡς εἰκὸς αὐτῶν τοῦτο ποιήσει, μηδὲν ἐκ τούτους περὶ ἄλλην ἐπιτροπὴν ἢ κουρατορείαν πρόκριμα ὑπομενέτω.
19
pr.Ἀνάγν. καὶ βι. λή΄ τί. α΄ κεφ. ί θέμ. η΄, ἐν ᾧ φησιν· Οὐ δεῖ ἐκκαλεῖσθαι τοὺς κηδεμόνας, ἀλλὰ τὰς παραιτήσεις ἐμπροθέσμως προβάλλεσθαι, καὶ κατὰ τῆς ἐκβαλλούσης αὐτὰς ψήφου ἐκκαλεῖσθαι. ἔχει δὲ εἰς τὸ εἰπεῖν τὰς παρούσας παραιτήσεις ὅλης τῆς κηδεμονίας ἢ μέρους αὐτῆς ὁ μὲν ἐν τῇ αὐτῇ πόλει ὢν ἢ ἐντὸς ρ΄ μιλίων ἡμέρας ν΄· ὁ δὲ ὑπὲρ ρ ' μίλια κ ' μίλια δίδοται αὐτῷ καθ᾽ ἡμέραν, καὶ ἔξωθεν λ΄ ἡμέραι πρὸς δικαιολογίαν· ὥστε μέντοι ψηφιζομένων τῶν τῆς ὁδοῦ καὶ τῶν λ΄ δύνασθαι πλέον ἔχειν τῶν πεντήκοντα ἡμερῶν, οὐ μὴν ἧττον. ἀριθμοῦνται δὲ, ἀφ᾽ οὗ γνῷ δεδόσθαι.
20
pr.Καὶ κεφ. μέ, ἐν ᾧ φησιν· Ὁ εὐνοῦχος ἐπίτροπος ἀπόλυσιν οὐ ἔχει.
21
pr.Καὶ κεφ. ν ', ἐν ᾧ φησιν· Αἱ πεντήκοντα ἡμέραι τῶν ἀπολύσεων ἄρχονται τρέχειν, μεθ᾽ ὃ γνῷ ὁ ἐπίτροπος τὴν ἀπόφασιν τοῦ ἄρχοντος ἢ τὴν διαθήκην τὴν ποιοῦσαν αὐτὸν ἐπίπροπον.
22
pr.Καὶ κεφ. ξζ΄, ἐν ᾧ φησι· Ξένον καὶ θαυμαστὸν νόμιμόν φησιν ἡ διάταξις, ὅτι ἡνίκα τὶς προσέλθῃ εἰς ἐπιτροπήν τινος ἔχοντος ἀγωγὴν κατὰ ἀδελφῶν ἢ ἀδελφοπαίδων, δύναται ἀπολύειν ἑαυτὸν εὔλογον ἔχων αἰτίαν παραιτήσεως, ἵνα μὴ ἀναγκασθῇ διὰ τὴν τῆς ἐπιτροπῆς ἀνάγκην δίκας λέγειν ὑπὲρ τοῦ ὀρφανοῦ πρὸς τὸ οὕτω πλησιάζον αὐτῷ πρόσωπον.
23
pr.Καὶ κεφ. οα΄, ἐν ᾧ φησιν· Οἱ ἐπίτροποι ὀφείλουσι κε χρῆσθαι τῇ ἀπολύσει, πρὶν ἄρξονται τὰ πράγματα διοικεῖν. ἐὰν δὲ ἄρξωνται, οὐκέτι δύνανται ἑαυτοὺς [ἐξκουσσατεύειν], εἰ μὴ ἀπὸ ῥητῶν αἰτιῶν, ὡς ὅταν διὰ πρᾶγμα δημόσιον ἀπολειφθῶσιν.
24
pr.Ἀνάγν. καὶ βι. λζ΄ τί. ζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐπίτροπος ἐξότου γνῷ ἑαυτὸν ἐπίτροπον εἶναι, καὶ ἐμπροθέσμως μὴ αἰτήσῃ ἐξκουσσατίωνα, ἀναγκάζεται διοικῆσαι '. μὴ διοικῶν γὰρ κινδυνεύει.
25
pr.Ἐν δὲ τῷ ια κεφ. θέμ. γ '· Τὰ παρὰ τοῦ ἐπιτρόπου γινόμενα βέβαιά εἰσι, καὶ τὸ παρ᾽ αὐτοῦ νομίμως πραθὲν, εἴτε εὐπορεῖ εἴτε μὴ, οὐκ ἐκδικεῖ ὁ νέος. ἡ δὲ κακῇ πίστει γενομένη πρᾶσις οὐκ ἔῤῥωται.
26
pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Ἐὰν γενόμενος ὁ ἐπίτροπος μὴ ἐναγάγῃ τοῖς χρεώσταις καὶ ἐν τοσούτῳ ἀπορήσωσιν, ἐνάγεται εἰς τὸ μὴ ἀπαιτηθὲν χρέος.
27
pr.Ἐν δὲ τῷ λβ ' κεφ. Τοιαύτην ἐπιμέλειαν οἱ ἐπίτροποι καὶ οἱ κουράτορες χρεωστοῦσιν, οἵαν ἐπιμελὴς οἰκοδεσπότης ἐν τοῖς ἰδίοις καλῇ πίστει ποιεῖται.
28
pr.Ἐν δὲ τῷ να κεφ. Ἐὰν ὁ ἐπίτροπος ἀμελήσῃ περὶ τὴν ἀπαίτησιν τῶν πατρῴων χρεῶν, ὑπόκειται τῷ κινδύνῳ. καὶ ἐὰν μείζονας τόκους ἔλαβε, δίδωσιν αὐτοὺς, μὴ διδοὺς ἀντέλ λογον τῶν χρεῶν. ἐκχωρεῖται δὲ τὰς τῶν χρεῶν ἀγωγάς.
29
pr.Ἐν δὲ τῷ οθ΄ κεφ. Ἐὰν ὁ ἐπίτροπος τὰ ὀφείλοντα ἐν ἀποθήκῃ κεῖσθαι πράγματα καὶ πραθῆναι ἐφύλαξεν ἐν τῷ ἰδίῳ οἴκῳ, συνέβη δὲ ταῦτα ἐμπρησθῆναι, ἐνάγεται ὡς ἀπὸ ῥᾳθυμίας.
30
pr.Ἀνάγν. καὶ τί. ή, ἐν ᾧ φησι περὶ αὐθεντίας καὶ συναινέσεως ἐπιτρόπων.
31
pr.Ἀνάγν. καὶ τί. θ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐὰν ἐκ τῶν χρημάτων τῶν κηδεμονευομένων ὀνόματι οἰκείῳ δανείσωσιν ἢ ἀγοράσωσιν οἱ κηδεμόνες, οὐτίλιον δανειακὸν καὶ οὐτιλίαν ἀγωγὴν ἐκδικοῦσαν τὸ ἴδιον ἔχουσιν οἱ νέοι.
32
pr.Ἀνάγν. καὶ τί. ι΄, οὗτινος ἐν τῷ ζ κεφ. φησί· Καὶ διὰ μεγάλην ἀμέλειαν ὡς ὕποπτος ἀποκινεῖται. ἀντὶ γὰρ δόλου παραλαμβάνεται.
33
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Δύνανται δὲ τοὺς ὑπόπτους ἀποκινεῖν καὶ ἀνιόντες καὶ συγγενεῖς καὶ ἐξωτικοὶ καὶ αὐτοὶ, ὧν τὰ πράγματα διοικοῦνται, εἰ μὴ ἄνηβοί εἰσιν.
34
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ὁ ὡς ὕποπτος κατηγορηθεὶς, εἰ μὲν διὰ δόλον, ἀτιμοῦται· εἰ δὲ διὰ ῥᾳθυμίαν, οὐκ ἀτιμοῦται.
35
pr.Ἀνάγν. καὶ τί. ια κεφ. α΄, ἐν ᾧ φησιν· Εἰ δέ τις ὑπεύθυνον ἔχει τὸν νέον ἢ τὰ αὐτοῦ πράγματα, τοῦτον μηδὲ παριέναι παντελῶς εἰς τὴν αὐτοῦ κηδεμονίαν, κἂν εἰ παρὰ τῶν νόμων ' καλοῖτο. τί γὰρ ἂν οὐ πράξειεν ὑπὲρ ἑαυτοῦ, κύριος αὐτοῦ τε ὢν καὶ τῶν τοῦ ἀντιδίκου πραγμάτων γινόμενος; διὰ ταῦτα γὰρ κἀκεῖνο νομοθετοῦμεν, ὥστε εἰ προφανέστατα δῆλός ἐστιν ὁ γινόμενος κηδεμὼν αὐτὸς ὑπεύθυνος ὢν τοῖς τοῦ νέου δικαίοις, οὐδὲ ἐκεῖνος κηδεμονεύεται, μήποτε ἢ γραμματεῖον ἐκκλέψειεν ἢ ἄλλας ἀποδείξεις οὔσας ἀφανίσειε τῷ νέῳ, καὶ ἡ κηδεμονία γένοιτο τούτῳ τῶν οἰκείων πραγμάτων ὄλεθρος.
36
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐπειδὴ δὲ ὁρῶμεν τοὺς κηδεμόνας, ὅσοι μνήμην θεοῦ ἔχουσι, πρὸς κηδεμονίαν δυσκόλως ἰόντας (τοῖς γὰρ πολλοῖς, ὅσοι βούλονται τὰ τῶν κηδεμονευομένων ἀσεβῶς εἰς ἑαυτοὺς τρέψαι, τὸ πρᾶγμα ἐράσμιόν τε καὶ ἐπίδρομόν ἐστιν), ὁρῶμεν δὲ μάλιστα τὸ τῶν κηδεμόνων δύσκολον εἶναι πρᾶγμα διὰ τὴν τῶν δανεισμάτων ἀνάγκην, θεσπίζομεν μηδεμίαν ἀνάγκην ἐκ νόμου καθεστάναι τοῖς κηδεμόσι τὰ τῶν νέων χρήματα δανείζειν, ἀλλ᾽ ἀσφαλῶς ἀποτίθεσθαι καὶ φυλάττειν αὐτὰ, κάλλιον ὂν τὴν ἐπὶ τοῖς ἀρχαίοις αὐτοῖς ἀσφάλειαν μένειν, ἢ τῇ τῶν τόκων ἐφέσει καὶ τῶν ἀρχαίων ἐκπεσεῖν, καὶ κινδυνεύειν μὲν τὸν κηδεμόνα εἰ μὴ δανείσοι, αὖθις δὲ εἰ δανείσει κινδυνεύειν, ἀποτυχίας ἴσως ἐπὶ τοῖς χρέεσι γινομένης. εἰ μέντοι αὐτὸς ἑκὼν δανεῖσαι βουληθείη, ἴσως ἐπὶ δόσεσιν ἐνεχύρων ἢ ἐπ᾿ ἄλλαις ταῖς αὐτῷ νομιζομέναις ἀναμφισβητήτοις ἀσφαλείαις, τηνικαῦτα μὲν ἐχέτω τὸ τῶν δύο μηνῶν καθ᾽ ἕκαστον ἔτος ἐνδόσιμον, τοῦτο ὅπερ οἱ νόμοι λαξαμέντον καλοῦσιν, ἴστω δὲ τὸν τοῦ δανείσματος κίνδυνον ἐφ᾽ ἑαυτὸν πάντως ἐλευσόμενον. Εἰ μὲν οὖν ἔχει προσόδους αὐτάρκεις ὁ κηδεμονευόμενος, ταῦτα δαπανάτω· εἰ δὲ πλείους εἰσὶ τῶν αὐτάρκων, τὸ πλεῖον ἀποτιθέσθω. εἰ δὲ κινητὴ πολλάκις ἡ τοῦ κηδεμονευομένου οὐσία τυγχάνει, τηνικαῦτα ἐκεῖνο μόνον δανείζειν ὁ κηδεμὼν ἀναγκαζέσθω, ὅσον πρὸς τὴν διοίκησιν ἀρκεῖ τῷ νέῳ καὶ τῶν αὐτοῦ πραγμάτων· τὸ δὲ περιττὸν ἀσφαλῶς ἀποτιθέσθω. ἐξέστω δὲ αὐτῷ σὺν ἀκριβείᾳ πάσῃ περιεργάζεσθαι, εἴ τινα ὡς εἰκὸς εὑρεῖν ἀσφαλῶς δυνηθείη πρόσοδον, ὠνήσασθαι τῷ νέῳ ἐκ τῶν περιττευόντων χρημάτων, ὀλίγων μὲν δημοσίων φόρων ὑπεύθυνον, πρατῆρα δὲ ἔχουσαν εὔπορον καὶ εὐθαλῆ τὴν πρόσοδον οὖσαν. δίδομεν γὰρ αὐτῷ παῤῥησίαν καὶ τοῦτο πράττειν, ἐπισταμένῳ, ὡς εἴ τινος τούτων ἀμελήσειεν, ὁ τῆς ἀγορασίας ταύτης αὐτὸν ὄψεται κίνδυνος. Εἰ δὲ τοσοῦτον μόνον εἴη τὸ τοῦ νέου χρυσίον, ὁπόσου τόκος μόλις αὐτόν τε καὶ τοὺς αὐτοῦ τρέφειν καὶ τὴν ἄλλην αὐτοῦ παρέχειν τοῦ βίου διοίκησιν ἀρκεῖν, τηνικαῦτα ὁ τῆς ἀνάγκης λόγος ἡμᾶς καὶ πρὸς τοῦτο καλεῖ, τῶν κηδεμόνων ἀφορώντων εἰς θεὸν καὶ οὕτω ποιουμένων τὰς διοικήσεις, ὡς ἂν ἐπὶ τοῖς ἑαυτῶν πράγμασι. καὶ γὰρ βουλόμεθα, ἡνίκα κατασταίη ψῆφος παραδιδοῦσα τὴν κηδεμονίαν τῷ πρὸς ταύτην παριόντι, καὶ ὅρκον αὐτῷ προσεπιτιθέναι, τῶν θείων ἁπτομένων λογίων, ὥστε διὰ πάσης ἰὼν ὁδοῦ τὸ συμφέρον τῷ νέῳ πράξει· ὅπερ οὐκ ἐξαιρήσει τῶν λογισμῶν αὐτὸν, οὐδὲ τῆς τοῦ νόμου τάξεως, ἀσφαλέστερόν τε ποιήσει πρὸς τὴν τῶν πραγμάτων διοίκησιν, εὐλαβέστερον ἀεὶ περὶ αὐτὰ διὰ τὴν τοῦ ὅρκου μνήμην γινόμενον.
37
pr.Ἀνάγν. καὶ βι. λη΄· τί. ιζ ' κεφ. γ΄, ἐν ᾧ φησιν· Ἐὰν ὁ ἐπίτροπος μήτε δανεῖσαι δυνηθῇ εὐπόροις προσώποις, μήτε ἀγοράσαι δυνηθῇ κτῆμα, τόκους οὐκ ἀπαιτεῖται.
38
pr.Ἀνάγν. καὶ βι. λζ΄ τί. η΄ κεφ. ς΄, ἐν ᾧ φησιν· Ἐὰν ὁ ἐπίτροπος οἰκείῳ ὀνόματι δανείσῃ τὰ ὀρφανικὰ χρήματα, τοὺς τόκους οὓς ἔλαβε ἀναγκάζεται παρασχεῖν, ἐὰν καὶ τῶν λοιπῶν γραμματείων ὁ ἄνηβος ἐπιγινώσκῃ τὸν κίνδυνον. Ἐὰν τὰ ὀφείλοντα πρὸς ἀγορασίαν ἀκινήτων ἀποτεθῆναι [ἀπέθετο, τόκους αὐτῶν οὐκ ἀπαιτεῖται. εἰ δὲ μήτε παρὰ τοῦ πραίτορος ἐκελεύσθη μήτε] ἀπέθετο, ὀρφανικοὺς δίδω- σιν. εἰ δὲ παρήγγειλεν ὁ πραίτωρ γενέσθαι τὴν ἀπόθεσιν ὀφείλει ψηφίζεσθαι, ὅτι εἴτε μὴ ἀπόθηται εἴτε βραδέως ἀπόθηται, νομίμους δίδωσι τόκους. Ὥσπερ ' ποιεῖ ἐπὶ τοῦ ἀρνουμένου ἐπιτρόπου ἔχειν τὰ πρὸς ἀποτροφὴν τοῦ ἀνήβου. τῶν εὑρισκομένων γὰρ παρ αὐτῷ χρημάτων βαρυτάτους δίδωσι τόκους [σὺν ἑτέρᾳ ποινῇ. τῶν δὲ λοιπῶν χρημάτων ὀρφανικοὺς δίδωσι τόκους]. Εἴτε οὖν συγχρήσεται τοῖς χρήμασιν, εἴτε ἀρνήσεται ἔχειν καὶ καταδικασθῇ, εἴτε ὑπέρθεσιν ποιήσει περὶ τὴν ἀπόθεσιν, εἴτε ἀρνησάμενος ἔχειν ἀναγκάσει τὸν ἄνηβον ἐπὶ νομίμοις δανείσασθαι τόκοις, εἴτε τοὺς χρεώστας ἀπαιτήσει, νομίμους δίδωσιν ὀρφανικοὺς τόκους. ἀπὸ δὲ τῶν λοιπῶν αἰτιῶν πρὸς τὴν τῆς ἐπαρχίας συνήθειαν τοὺς ἀπὸ τρίτης ἑκατοστῆς ἢ καὶ ἐλαφροτέρους.
39
pr.Καὶ κεφ. ζ΄, ἐν ᾧ φησιν· Οὐ παραχρῆμα δὲ τοὺς τόκους ὁ ἐπίτροπος ἀπαιτεῖται, ἀλλ᾽ ἔχει δύο μηνῶν ἐνδόσιμον, ὅπερ οὐκ ἔχουσιν οἱ τοῖς χρήμασι συγχρησάμενοι. Εἰ δὲ καὶ τοῖς ἀπαιτηθεῖσι τόκοις οἱ κηδεμόνες συγχρή- σονται, καὶ αὐτῶν διδόασι τόκους. Ἐὰν ὁ ἐπίτροπος μὴ ποιήσῃ ὕποπτον τὸν συνεπίτροπον αὐτοῦ, καταδικάζεται ὑπὲρ αὐτοῦ, καὶ δίδωσι τόκους οὓς ἀναγκάζεται παρασχεῖν ὑπὲρ τῆς ἰδίας διοικήσεως.
40
pr.Καὶ κεφ. ή΄, ἐν ᾧ φησιν· Ὁ ἐπίτροπος καὶ μετὰ τὸ παύσασθαι τῆς ἐπιτροπῆς· δίδωσι τόκους, ἕως οὗ τοὺς λόγους ἀποδῷ.
41
pr.Καὶ κεφ. ιε, ἐν ᾧ φησιν· Εἴτε οἰκείῳ ὀνόματι εἴτε τοῦ ἀνήβου δανείσει ὁ ἐπίτροπος τὰ ὀρφανικὰ χρήματα, τῆς ἀγωγῆς τῆς κατὰ τῶν ἐπιτρόπων κινουμένης ἐπιλογὴ δίδοται τῷ νέῳ, ἢ πάντα καταδέξασθαι τὰ γραμματεῖα ἢ πάντων ἀποστῆναι.
42
pr.Καὶ κεφ. ξ΄ ἐν ᾧ φησιν· Ὁ ἐπίτροπος δανείζων οἰκείῳ ὀνόματι τὰ ὀρφανικὰ οὐ δοκεῖ αὐτοῖς συγκεχρῆσθαι. Μετὰ δὲ τὸ πληρωθῆναι τὴν ἐπιτροπὴν ὀρφανικοὺς δίδωσι τόκους ὁ ἐπίτροπος τῶν χρημάτων, οἷς συνεχρήσατο. ἱ Οὐχ ὡς ὑπόπτου, ἀλλ᾽ ὡς ἡβήσαντος τοῦ ἀνήβου καὶ ὑπὸ κουράτορα καταστάντος, τοὺς λόγους αὐτῷ χρεωστοῦντος ἀποδοῦναι.
43
pr.Καὶ κεφ. ξθ'ι θέμ. γ '. Ὁ ἐπίτροπος διὰ προπέτειαν μὴ δανείσας ὅτε δεῖς τὰ ὀρφανικὰ, μήτε ἀκίνητα ὠνησάμε νος, ἐὰν μὴ δύνηται τὸ ἀζήμιον αὐτῷ περιποιῆσαι, τιμωρεῖται.
44
pr.Ἀνάγν. καὶ βι. λη΄ τί. ια κεφ. ή΄ [ἐν ᾧ φησιν]· Μετὰ τὴν ἥβην ὑπερτιθέμενος ὁ ἐπίτροπος ἀποδοῦναι τὴν ἐπιτροπὴν, καὶ αὐτὸς καὶ οἱ ἐγγυηταὶ αὐτοῦ ἐπὶ τοῖς τόκοις καὶ τοῖς καρποῖς τοῦ μέσου χρόνου ἐνέχονται.
45
pr.Ἀνάγν. καὶ τί. ιζ ' κεφ. α΄ [ἐν ᾧ φησιν]· Σαφὲς τὸ νόμιμον τῆς διατάξεως καὶ εἰρημένον ἡμῖν ἐν τῷ ζ ' τίτλῳ τοῦ περὶ ἐπιτροπῆς μονοβίβλου, ὅτι ἐπίτροπος ἢ κουράτωρ τῶν χρημάτων, ἅτινα εἰς ἰδίαν χρῆσιν ἔστρεψε, νομίμους τόκους παρέχει, τουτέστιν ἡμιεκατοστιαίους.
46
pr.Ἀνάγν. καὶ βι. κγ ' τί. κεφ. α θέμ. δ΄, ἐν ᾧ φησιν· Εἰ μὲν ἐν δικαστηρίῳ ἡ κατὰ τοῦ ἐπιτρόπου ἀγωγὴ σκοπεῖται, μέχρι ψήφου ' δίδωσι τόκους ὁ ἐπίτροπος· εἰ δὲ ἔξωθεν δικαστηρίου, μέχρι τῆς τῶν χρημάτων ἀποκαταστάσεως· εἰ μὴ ἄρα τοῦ νέου ὑπερτιθεμένου κινῆσαι ὁ ἐπίτροπος καὶ προσαγάγῃ τὰ χρήματα καὶ σφραγίσας ἀπόθηται. ἔκτοτε γὰρ οὐ δίδωσι τόκον.
47
pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. ς ' κεφ. δ΄, ἐν ᾧ φησιν· Ὁ ἐπίτροπος καὶ ὁ φροντιστὴς καταβάλλοντες οὐκ ἀναλαμβάνουσιν, εἴτε οἴκοθεν εἴτε τοῦ ἀνήβου εἴτε τοῦ δεσπότου καταβάλλουσι.
48
pr.Καὶ κεφ. νβ΄ καὶ νζ ' καὶ ξβ΄, ἐν ᾧ φησιν· Ὁ ἐπίτροπος πλέον καταβαλὼν δανεισταῖς καὶ μὴ λογισάμενος αὐτὰ τῷ ἀνήβῳ, αὐτὸς ἀναλαμβάνει. καὶ κεφ. ξγ΄.
49
pr.Ἀνάγν. καὶ βι. λή ' τί. β΄ κεφ. β΄ καὶ τί. γ΄, ἐν ᾧ φησι περὶ τοῦ ποιεῖν λόγους τοὺς ἐπιτρόπους. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Εἴτε ποιήσει ἅπερ οὐκ ἐχρῆν ὁ ἐπίτροπος, εἴτε μὴ ποιήσει ἅπερ ἔδει, ἐνέχεται τῇ κατὰ τῶν ἐπιτρόπων ἀγωγῇ. χρεωστεῖ δὲ ῥᾳθυμίαν καὶ δόλον καὶ ἐπιμέλειαν, οἵαν ἐν τοῖς ἰδίοις πράγμασιν. Ἐνέχεται δὲ συναινῶν τῷ ὀρφανῷ ποιοῦντι ἁπλὴν δωρεὰν ἢ θάνατου αἰτίᾳ.
50
pr.Ἐν δὲ τῷ β΄ κεφ. Τότε ὀφείλει τρέφειν τὴν μητέρα τοῦ ἀνήβου, ὅτε καὶ αὐτὸς πολύ ἐστιν εὔπορος, καὶ αὐτὴ πάνυ ἄπορος. οὐκ ὀφείλει δὲ δῶρον γαμικὸν αὐτῇ διδόναι.
51
pr.Ἐν δὲ τῷ κέ κεφ. Ἐὰν εὔποροι ἦσαν οἱ τοῦ ἀνήβου χρεῶσται ἀρξαμένου χειρίζειν τοῦ ἐπιτρόπου, ῥεθυμήσαντος δὲ αὐτοῦ ὕστερον γεγόνασιν ἄποροι, τῷ ἐπιτρόπῳ κινδυνεύεται ἡ ἀπορία.
52
pr.Ἐν δὲ τῷ λ΄ κεφ. Εἴ τι κατὰ δόλον τῶν ἐπιτρόπων ἢ κουρατόρων ἢ ζημιωθῶσιν ἢ μὴ κερδάνωσιν οἱ νέοι, δύνανται αὐτοὺς ἀπαιτῆσαι τῇ κατὰ τῶν ἐπιτρόπων ἀγωγῇ.
53
pr.Ἐν δὲ τῷ λα κεφ. Οὐκ ἀντίκειται ἡ τῶν ι ἢ τῶν κ΄ ἐνιαυτῶν παραγραφή. ἐὰν οὖν μὴ γέγονε διάλυσις, ἤτοι διὰ μεταθέσεως χρέους καὶ ἀποχῆς ἀναιρεθῇ ἡ ἀγωγὴ, δύναται τὸ κεχρεωστημένον ἀπαιτεῖν.
54
pr.Ἐν δὲ τῷ λε΄ κεφ. Ἡ κατὰ τῶν ἐπιτρόπων ἀγωγὴ καὶ κληρονόμοις καὶ κατὰ κληρονόμων ἁρμόζει.
55
pr.Ἀνάγν. καὶ τί. δ, ἐν ᾧ φησι περὶ ἐναντιώσεως ἐπιτρόπων, καὶ περὶ τῶν παρ᾿ αὐτῶν δαπανηθέντων.
56
pr.Ἀνάγν. καὶ τί. ε΄, ἐν ᾧ φησι περὶ τῆς κινουμένης ἀγωγῆς κατὰ τῶν ἀμφιβαλλομένων εἶναι ἐπιτρόπων καὶ διοικούντων τὰ πράγματα.
57
pr.Ἀνάγν. καὶ τί. ς΄, ἐν ᾧ φησι περὶ πλαστῶν ἐπιτρόπων.
58
pr.Ἀνάγν. καὶ τί. η΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἐπιτρόπων δοθέντων παρὰ στρατηγῶν, καὶ ὅτι εὐθύνονται ὑπὲρ αὐτῶν οἱ στρατηγοί. οὗτινος ἐν τῷ θ'ι κεφ. φησίν· Οἱ στρατηγοὶ καὶ εἰς τόκους ὑπόκεινται, ἐπειδὴ ὁμοίως τοῖς ἐπιτρόποις ἐνάγονται, κἂν εἰ τὰ μάλιστα κεκανόνισται, ποινῆς τόκον μὴ ἀπαιτεῖσθαι.
59
pr.Ἀνάγν. καὶ τί. θ΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἐπιτρόπων, καὶ πότε δύνανται λαμβάνειν χρέος ὀρφανικὸν, ἢ ἐκποιεῖν τὰ τῶν ἀνήβων ἀκίνητα χωρὶς ἀποφάσεως δικαστικῆς, καὶ πότε μετὰ ἀποφάσεως. οὗτινος ἐν τῷ α κεφ. φησί· Τὰ ἀκίνητα τοῦ νέου, κἂν πράσιμα ἦσαν παρὰ τῷ πατρὶ αὐτοῦ, οὐκ ἐκποιεῖται, εἰ μὴ ῥητῶς ὁ πατὴρ ἐν διαθήκῃ ἢ κωδικέλλοις τὴν ἐκποίησιν ἐπέτρεψεν. εἰ δὲ χρέος ὑπόκειται καὶ μὴ δύναται ἐκ τῶν ἄλλων ἀποδοθῆναι πραγμάτων, ὁ πραίτωρ σκοπεῖ πότερον πραθῆναι ἢ ὑποτεθῆναι ὀφείλει· σωζομένης τῆς ἀγωγῆς τῷ ἀνήβῳ, ἐὰν συναρπαγέντα δείξῃ τὸν πραίτωρα.
60
pr.Ἐν δὲ τῷ λ ' κεφ. Ἡ διάταξις κελεύει, μηδὲν διαπιπράσκειν τὸν ἐπίτροπον, εἰ μὴ ἄρα εὔλογός ἐστιν αἰτία, ἐξ ἧς δυνατὸν καὶ ἀκίνητα πράγματα πραθῆναι. πάντα μὲν γὰρ χρὴ φυλάττεσθαι παρὰ τῶν κηδεμόνων τῇ τῶν ἀνήβων περιουσίᾳ. μάλιστα δὲ οἱ οἰκέται φυλαττέσθωσαν, οἵτινες ἴσασι τὰ καταλελειμμένα. εἰ γὰρ χρηστοὶ τῷ τρόπῳ εἰσὶν, ἐναντιοῦνται παντὶ δόλῳ καὶ τρόπῳ μελετωμένῳ κατὰ τῶν ὀρφανῶν. εἰ δὲ καὶ πονηροί εἰσι, μέλλουσιν ὕστερον ἐν τῇ δόσει τῶν ἐπιτροπικῶν λόγων βασανιζόμενοι σαφηνίσαι τὴν ἀλήθειαν· τῶν γὰρ οἰκετῶν σωζομένων οὐδὲ περὶ τὰς ἀπογραφὰς ῥᾳδιουργεῖται, οὐδὲ ὑποκλέπτονται ἐσθήματα ἢ μαργαρῖται ἢ ἄλλα τινὰ τῆς οὐσίας. φορητὸν γάρ ἐστι μᾶλλον παρὰ τοῖς δεσπόταῖς τελευτῆσαι τοὺς οἰκέτας ἢ παρὰ τοῖς ἐξωτικοῖς δουλεῦσαι. εἰ δέ γε φύγωσιν, ἡ φυγὴ τοῖς ἐπιτρόποις ἐπιγραφήσεται, οἵτινες ἢ ῥαθυμήσαντες ἢ σκληρότερον αὐτοῖς προσενεχθέντες αἴτιοι γεγόνασι τῆς φυγῆς. κρεῖττον γὰρ φυλάττεσθαι τοὺς οἰκέτας, ἐπείτοιγε οὐδενὸς ἐμποδίζοντος μέλλει διασπᾶσθαι ἡ οὐσία. ἀλλ᾽ οὐδὲ τοὺς οἴκους τῶν ἀφηλίκων ἐπιτρέπει ἡ διάταξις ἐκποιεῖν. ἄτοπον γάρ φησιν, ἐκεῖνον τὸν οἶκον ἐν ᾧ ἐτελεύτησεν ὁ πατὴρ, ἐν ᾧ ὁ ἀφῆλιξ ηὔξησεν, ἐν ᾧ πολλάκις αἱ τῶν προγόνων ἑστήκασιν εἰκόνες, πιπράσκεσθαι. ἁπλῶς οὖν ὡς ἐν κεφαλαίῳ μὴ μόνον οἱ ἀγροὶ, ἀλλὰ καὶ οἱ οἶκοι καὶ πάντα τὰ ἀκίνητα φυλαττέσθωσαν τοῖς ἐλάττοσιν. ἀλλὰ μηδὲ προσχήματι διορθώσεως καταλυέσθω οἶκος καὶ πιπρασκέσθωσαν αἱ ὕλαι, εἰ μὴ μόνον τὰ ἀναμφιβόλως πτῶσιν ἀπειλοῦντα καὶ δεόμενα διορθώσεως. εἰ δέ γε ὁ πατὴρ τοῦ ἀνήβου ἢ ἕτερος παραπέμψας ἐπ᾿ αὐτὸν τὴν οἰκείαν κληρονομίαν ἀρξάμενος καταλύειν ἢ ἀνακαινίζειν μέρος τοῦ οἴκου ἐτελεύτησε, χρὴ τὸν ἐπίτροπον διαμαρτυρίᾳ περὶ τούτου χρήσασθαι. μηδεὶς οὖν τῶν κηδεμόνων ἐκποιείτω πράγματα ἀφηλίκων δίχα ἀποφάσεως κριτοῦ· ὑπεξῃρημένης ἐσθῆτος παλαιᾶς καὶ φυλαχθῆναι μὴ δυναμένης, καὶ ζώων περιττῶν τῇ χρείᾳ τῶν ὀρφανῶν.
61
pr.Ἀνάγν. καὶ τί. ιγ ' καὶ τί. ιδ ' καὶ τί. ις΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ μὴ διοικήσας ἐπίτροπος, εἰ μὲν εὔπορός ἐστιν ὁ διοικήσας, οὐκ ἐνάγεται. εἰ δὲ ἄπορός ἐστιν, ἐνάγεται, διότι ὡς ὕποπτον οὐκ ἀπεκίνησε τὸν συνεπίτροπον.
62
pr.Ἀνάγν. καὶ τί. ιη΄ καὶ τί. ιθ΄.
63
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. λζ ' κεφ. β΄, ἐν ᾧ φησιν· Ὁ ἐπίτροπος ἢ κουράτωρ ἀγόμενος τὴν νέαν πρὸ τοῦ κε΄ ἐνιαυτοῦ, μὴ παρὰ τοῦ πατρὸς αὐτῆς μνηστευθεῖσαν αὐτῷ ἢ ἀφορισθεῖσαν ἢ ἐν διαθήκῃ ὀνομασθεῖσαν, οὔτε γάμον ποιεῖ, καὶ ὑπόκειται μοιχείᾳ.
64
pr.Ἀνάγν. καὶ τί. νβ΄ κεφ. γ΄, ἐν ᾧ φησιν· Ἐάν τις χειρίσας ἐπιτροπὴν ὀρφανοῦ δημευθῇ, κατὰ τοῦ δημοσίου τὴν κατὰ τῶν ἐπιτρόπων ἀγωγὴν κινείτω ὁ ὀρφανός.
65
pr.Καὶ τί. νζ΄, ἐν ᾧ φησιν· Ἐὰν ὁ ἐπίτροπος τὴν παρ᾿ αὐτοῦ ἐπιτροπευομένην κόρην φθείρῃ, περιορίζεται, καὶ πᾶσα ἡ οὐσία αὐτοῦ δημεύεται, κἂν τὰ μάλιστα ἐκείνην τὴν τιμωρίαν ὀφείλει ὑπενεγκεῖν, ἥντινα τῷ ἁρπάσαντι οἱ νόμοι ἐπιτιθέασι.