JGR V 5.39
Περὶ ἐπιτροπευούσης μητρὸς ἢ διοικούσης τὰ τῆς θυγατρὸς πράγματα.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κε΄ τί. β΄ κεφ. ξ, ἐν ᾧ φησιν· Ἐὰν μήτηρ ἐπιτροπεύουσα παιδὸς καὶ ὑπερβᾶσα τὴν ἐπαγγελίαν δευτερογαμήσῃ, μὴ αἰτήσασα αὐτῷ πρῶτον ἐπίτροπον καὶ τοὺς λογισμοὺς παραδοῦσα, οὐδὲν ἧττον ὑπόκειται διὰ τοῦτο καὶ τὰ τοῦ ἑτέρου ἀνδρὸς πράγματα.
2
pr.Ἀνάγν. καὶ βι. κς ' τί. έ κεφ. πγ ', ἐν ᾧ φησιν· Ἐὰν γυνὴ μετὰ θάνατον τοῦ ἀνδρὸς τὰ τῆς θυγατρὸς αὐτῆς διοικοῦσα πράγματα τινὰ διὰ ἀργυροπρατῶν πωλήσῃ καὶ τὸ τίμημα λάβῃ, καὶὶ ἄπορός ἐστιν, οὐκ ἐλευθεροῦνται οἱ ἀργυροπρᾶται, ἐὰν εἰδότες τῆς κόρης εἶναι τὰ πράγματα δεδώκασι τὰς τιμὰς, εἰ καὶ τὰ μάλιστα πολὺν χρόνον διῴκησε αὐτῆς τὰ πράγματα, καὶ ἀνδρὶ αὐτὴν κατηγγύησεν.
3
pr.Ἀνάγν. καὶ βι. λζ ' τί. ιβ΄, ἐν ᾧ φησι περὶ τοῦ ἀκωλύτως ἐπιτροπεύειν τὰς μητέρας τῶν παίδων, εἰ καὶ ὑπευθύνους αὐτοὺς ἔχοιεν ἢ καὶ εἶεν αὐτοῖς ὑπεύθυνοι, καὶ μηδὲ ὅρκον ὑπέχειν, ὡς οὐ δευτερογαμήσουσιν. ὑποκεῖσθαι δὲ αὐτὰς τοῖς ἐπιτροπικοῖς λογισμοῖς· ἅμα μέντοι τῷ δευτέροις αὐτὰς ὁμιλῆσαι γάμοις εὐθὺς ἐξωθεῖσθαι τῆς ἐπιτροπῆς.